§15.1ἐπὶ τούτοις ἀγαπώμενος καὶ τιμώμενος ἐκπρεπῶς ὑπὸ τῶν Ἑλλήνων ἐν τοῖς θεάτροις φιλότιμον ὄντα τὸν Τίτον ἡσυχῇ παρελύπει.
これらのことでギリシア人たちから劇場において際立って愛され敬われたため、名誉を重んじるティトゥスを密かに不快にさせた。
καὶ γὰρ ὡς Ῥωμαίων ὕπατος ἀνδρὸς Ἀρκάδος ἠξίου θαυμάζεσθαι μᾶλλον ὑπὸ τῶν Ἀχαιῶν, καὶ ταῖς εὐεργεσίαις ὑπερβάλλειν οὐ παρὰ μικρὸν ἡγεῖτο, διʼ ἑνὸς κηρύγματος ἐλευθερώσας τὴν Ἑλλάδα, ὅση Φιλίππῳ καὶ Μακεδόσιν ἐδούλευσεν.
というのも、彼はローマの執政官として、アルカディアの一人の男よりもアカイア人たちからいっそう賞賛されるべきだと考えていたし、また、たった一つの宣言によって、フィリッポスとマケドニア人たちに隷属していた限りのギリシアを解放したことで、自らの恩恵の方がはるかに凌駕していると考えていたからである。
§15.2ἐκ δὲ τούτου καταλύεται μὲν ὁ Τίτος τῷ Νάβιδι τὸν πόλεμον, ἀποθνῄσκει δὲ ὁ Νάβις ὑπὸ Αἰτωλῶν δολοφονηθείς, τεταραγμένης δὲ τῆς Σπάρτης ὁ Φιλοποίμην ἁρπάσας τὸν καιρὸν ἐπιπίπτει μετὰ δυνάμεως, καὶ τῶν μὲν ἀκόντων, τοὺς δὲ συμπείσας προσηγάγετο καὶ μετεκόμισεν εἰς τοὺς Ἀχαιοὺς τὴν πόλιν.
その後、ティトゥスはナビスとの戦争を終結させ、ナビスはエトリア人たちによって暗殺されて死亡した。 スパルタが混乱に陥るや、フィロポイメンは好機を捉えて軍勢とともに急襲し、一方では嫌がる者たちを、他方では説得した者たちを味方に引き入れ、その都市をアカイア同盟に編入した。
§15.3οὗ γενομένου θαυμαστῶς μὲν εὐδοκίμησε παρὰ τοῖς Ἀχαιοῖς, προσκτησάμενος αὐτοῖς ἀξίωμα πόλεως τηλικαύτης καὶ δύναμιν οὐ γὰρ ἦν μικρὸν Ἀχαΐας μέρος γενέσθαι τὴν Σπάρτην, ἀνέλαβε δὲ καὶ Λακεδαιμονίων τοὺς ἀρίστους, φύλακα τῆς ἐλευθερίας ἐκεῖνον ἐλπίσαντας ἕξειν.
これが実現すると、彼はアカイア人たちの間で驚くべき評判を得た。 これほどの大都市の威信と勢力を彼らに付け加えたからである。 スパルタがアカイアの一部となることは、小さなことではなかった。 また、彼はラケダイモン人の最優秀の者たちをも味方に惹きつけた。 彼らが、彼を自由の守護者として得られると期待したからである。
§15.4διὸ καὶ τὴν Νάβιδος οἰκίαν καὶ οὐσίαν ἐξαργυρισθεῖσαν καὶ γενομένην εἴκοσι καὶ ἑκατὸν ταλάντων ἐψηφίσαντο δωρεὰν αὐτῷ δοῦναι, πρεσβείαν ὑπὲρ τούτων πέμψαντες.
それゆえ彼らは、ナビスの家と財産を売却して百二十タラントンとなったものを、贈り物として彼に与えることを決議し、このために使節を派遣した。
ἔνθα δὴ καὶ διεφάνη καθαρῶς ἐκεῖνος ὁ ἀνὴρ οὐ δοκῶν μόνον, ἀλλὰ καὶ ὢν ἄριστος, πρῶτον μὲν γὰρ οὐδεὶς ἐβούλετο τῶν Σπαρτιατῶν ἀνδρὶ τοιούτῳ διαλέγεσθαι περὶ δωροδοκίας, ἀλλὰ δεδοικότες καὶ ἀναδυόμενοι προεβάλοντο τὸν ξένον αὐτοῦ Τιμόλαον.
そこでまさに、あの男が単にそのように見えるだけでなく、本当に最も優れた人物であることが明白に示された。 というのも、まず第一に、スパルタ人の誰も、このような人物に対して贈賄について話しかけることを望まず、恐れ、ためらって、彼の友人であるティモラオスを代表に立てたからである。
§15.5ἔπειτα δὲ αὐτὸς ὁ Τιμόλαος, ὡς ἦλθεν εἰς Μεγάλην πόλιν, ἑστιαθεὶς παρὰ τῷ Φιλοποίμενι καὶ τὴν σεμνότητα τῆς ὁμιλίας αὐτοῦ καὶ τὴν ἀφέλειαν τῆς διαίτης καὶ τὸ ἦθος ἐγγύθεν οὐδαμῇ προσιτὸν οὐδὲ εὐάλωτον ὑπὸ χρημάτων κατανοήσας, ἀπεσιώπησε περὶ τῆς δωρεᾶς, ἑτέραν δέ τινα πρόφασιν τῆς πρὸς αὐτὸν ὁδοῦ ποιησάμενος ᾤχετο ἀπιών.
次いで、ティモラオス自身、メガロポリスにやって来ると、フィロポイメンの家でもてなされ、彼の語らいの気高さ、生活の簡素さ、そして金銭によって近づくことも抱き込むことも決してできないその人格を間近で理解したため、贈り物については沈黙し、彼のもとを訪れた別の口実を設けて、立ち去って行った。
καὶ πάλιν ἐκ δευτέρου πεμφθείς ταὐτὸν ἔπαθε.
そして再び二度目に派遣されたときも、同じ目に遭った。
§15.6τρίτῃ δὲ ὁδῷ μόλις ἐντυχὼν ἐδήλωσε τὴν προθυμίαν τῆς πόλεως, ὁ δὲ Φιλοποίμην ἡδέως ἀκούσας ἧκεν αὐτὸς εἰς Λακεδαίμονα, καὶ συνεβούλευσεν αὐτοῖς μὴ τοὺς φίλους καὶ ἀγαθοὺς δεκάζειν, ὧν προῖκα τῆς ἀρετῆς ἔξεστιν ἀπολαύειν, ἀλλὰ τοὺς πονηροὺς καὶ τὴν πόλιν ἐν τῷ συνεδρίῳ καταστασιάζοντας ὠνεῖσθαι καὶ διαφθείρειν, ἵνα τῷ λαβεῖν ἐπιστομισθέντες ἧττον ἐνοχλοῖεν αὐτοῖς βέλτιον γὰρ εἶναι τῶν ἐχθρῶν παραιρεῖσθαι τὴν παρρησίαν ἢ τῶν φίλων, οὕτως μὲν ἦν πρὸς χρήματα λαμπρός.
三度目の訪問でようやく面会し、都市の厚意を明らかにした。 フィロポイメンは喜んでこれを聞き、自らラケダイモンへと赴き、彼らに対し、その徳をただで享受できるような、友人たる優れた人々を買収するのではなく、むしろ、民会において都市に敵対し党派争いを引き起こす邪悪な者たちを買収し、堕落させるべきだと勧告した。 そうすれば、彼らは受け取ることで口を封じられ、彼らを悩ますことが少なくなるからである。 というのも、友人たちの発言の自由を奪うより、敵たちのそれを奪う方がより良いからである。 このように、金銭に対して彼は実に見事であった。