Humanitext Reader

プルタルコス · ピロポイメン伝 §14.1-14.7

対ナビス戦における海戦の敗北と陸上での勝利

14 / 21 箇所 · ギリシア語

要旨

フィロポイメンはペロポネソスに帰還してナビスに対する指揮官となるが、経験不足による海戦での敗北を経験する。しかしその後、夜襲や巧みな陸上戦術によってナビスの軍勢を圧倒し、待ち伏せによって大勝を収める。

§14.1ἐπὶ τούτοις δὲ θαυμασθείς καὶ λαμπρὸς παρὰ τῶν ἐκεῖ πράξεων ἀνακομισθεὶς εἰς Πελοπόννησον εὗρε τὸν μὲν Φίλιππον ὑπὸ τοῦ Τίτου καταπεπολεμημένον, τὸν δὲ Νάβιν ὑπὸ τῶν Ἀχαιῶν καὶ τῶν Ῥωμαίων πολεμούμενον.
これらのことで称賛され、そこでの業績によって名を馳せてペロポネソスに帰還すると、彼は、フィリッポスがティトゥスによって打ち負かされている一方、ナビスがアカイア人とローマ人によって攻め立てられているのを見出した。
ἐφʼ ὃν εὐθὺς αἱρεθεὶς ἄρχων καὶ ναυμαχίᾳ παραβαλόμενος τὸ τοῦ Ἐπαμεινώνδου παθεῖν ἔδοξε, ποχὺ τῆς περὶ αὐτὸν ἀρετῆς καὶ δόξης ἐν τῇ θαλάσσῃ κάκιον ἀγωνισάμενος.
直ちに彼に対する指揮官に選ばれ、海戦に挑んだものの、彼はエパメイノンダスと同じ目に遭ったかのように思われた。 海の上では、自らの優れた能力や名声に比べてはるかに劣る戦いぶりしか示せなかったからである。
§14.2πλὴν Ἐπαμεινώνδαν μὲν ἔνιοι λέγουσιν ὀκνοῦντα γεῦσαι τῶν κατὰ θάλασσαν ὠφελειῶν τοὺς πολίτας, ὅπως αὐτῷ μὴ λάθωσιν ἀντὶ μονίμων ὁπλιτῶν, κατὰ Πλάτωνα, ναῦται γενόμενοι καὶ διαφθαρέντες, ἄπρακτον ἐκ τῆς Ἀσίας καὶ τῶν νήσων ἀπελθεῖν ἑκουσίως·
ただし、エパメイノンダスについては、市民たちに海の恩恵を味わわせることをためらい、彼らがプラトンの言うように、堅忍な重装歩兵である代わりに水兵となって堕落してしまわないようにと、あえて自発的に、アジアや諸島から何もなさずに立ち去ったのだ、と語る人々もいる。
§14.3Φιλοποίμην δὲ τὴν ἐν τοῖς πεζοῖς ἐπιστήμην καὶ διὰ θαλάττης ἀρκέσειν αὐτῷ πρὸς τὸ καλῶς ἀγωνίσασθαι πεπεισμένος, ἔγνω τὴν ἄσκησιν ἡλίκον μέρος ἐστὶ τῆς ἀρετῆς καὶ πόσην ἐπὶ πάντα τοῖς ἐθισθεῖσι δύναμιν προστίθησιν.
他方、フィロポイメンは、陸戦における知識が海の上でもうまく戦うために十分役立つと思い込んでいたが、訓練というものが卓越性においていかに大きな比重を占め、慣れ親しんだ人々にあらゆる面でいかに大きな力を与えるかを知ることになった。
οὐ γὰρ μόνον ἐν τῇ ναυμαχίᾳ διὰ τὴν ἀπειρίαν ἔλαττον ἔσχεν, ἀλλὰ καὶ ναῦν τινα, παλαιὰν μέν, ἔνδοξον δέ, διʼ ἐτῶν τεσσαράκοντα κατασπάσας ἐπλήρωσεν, ὥστε μὴ στεγούσης κινδυνεῦσαι τοὺς πλέοντας.
というのも、彼は経験不足のために海戦で敗北を喫しただけでなく、四十年の歳月を経て、古いながらも名高い一隻の船を引き下ろして乗り組ませたため、その船が水漏れを起こし、乗船していた者たちが危機に瀕するほどであったからである。
§14.4πρὸς ταῦτα γινώσκων καταφρονοῦντας αὐτοῦ τοὺς πολεμίους ὡς παντάπασι πεφευγότος ἐκ τῆς θαλάττης, καὶ πολιορκοῦντας ὑπερηφάνως τὸ Γύθιον, εὐθὺς ἐπέπλευσεν αὐτοῖς οὐ προσδοκῶσιν, ἀλλʼ ἐκλελυμένοις διὰ τὴν νίκην.
これに対して、敵が自分を、海から完全に逃げ出した者として見下しており、傲慢にもギュティオンを包囲しているのを知ると、彼は、予期もせず、勝利に緩みきっていた彼らに向けて直ちに船を出し、襲撃した。
καὶ νυκτὸς ἐκβιβάσας τοὺς στρατιώτας καὶ προσαγαγών, πῦρ ἐνῆκε ταῖς σκηναῖς καὶ τὸ στρατόπεδον κατέκαυσε καὶ πολλοὺς διέφθειρεν.
そして夜間に兵士たちを上陸させて接近させ、天幕に火を放ち、陣営を焼き尽くし、多くの敵を殺害した。
§14.5ὀλίγαις δʼ ὕστερον ἡμέραις καθʼ ὁδὸν ἐν δυσχωρίαις τισὶν ἄφνω τοῦ Νάβιδος ἐπιφανέντος αὐτῷ καὶ φοβήσαντος τοὺς Ἀχαιούς ἀνέλπιστον ἡγουμένους τὴν σωτηρίαν ἐκ τόπων χαλεπῶν καὶ γεγονότων ὑποχειρίων τοῖς πολεμίοις, ὀλίγον χρόνον ἐπιστὰς καὶ περιλαβὼν ὄψει τὴν τοῦ χωρίου φύσιν ἐπέδειξε τὴν τακτικὴν τῶν ἄκρων τῆς πολεμικῆς τέχνην οὖσαν οὕτω μικρὰ κινήσας τὴν ἑαυτοῦ φάλαγγα καὶ πρὸς τὰ παρόντα μεθαρμόσας ἀθορύβως καὶ ῥᾳδίως διεκρούσατο τὴν ἀπορίαν, καὶ προσβαλὼν τοῖς πολεμίοις τροπὴν ἰσχυρὰν ἐποίησεν.
数日後、道中の険しい難所で、ナビスが突如として彼の前に姿を現し、アカイア人たちを恐れさせた時、彼は短い間立ち止まり、その地形の性質を目で捉えると、戦術こそが軍事技術の極致であることを身をもって示した。 すなわち、自らのファランクスをほんの少し移動させ、現状に合わせて冷静に、かつ容易に適応させることで、窮地を脱し、敵に攻めかかって大いに敗走させたのである。
§14.6ἐπεὶ δὲ οὐ πρὸς τὴν πόλιν ἑώρα φεύγοντας, ἀλλὰ τῆς χώρας ἄλλον ἄλλῃ διασπειρόμενον ὑλώδης δὲ καὶ περίβουνος ἦν πᾶσα καὶ δύσιππος ὑπὸ ῥείθρων καὶ φαράγγων, τὴν μὲν δίωξιν ἐπέσχε καὶ κατεστρατοπέδευσεν ἔτι φωτὸς ὄντος·
しかし、彼らが都市に向かって逃げるのではなく、地方のあちこちへと散り散りに逃げていくのを目にし、しかも、その一帯はすべて森林に覆われ、丘が多く、急流や渓谷のために馬の通行が困難であったため、彼は追撃を一時中止し、まだ明るいうちに陣を張った。
τεκμαιρόμενος δὲ τοὺς πολεμίους ἐκ τῆς φυγῆς καθʼ ἕνα καὶ δύο πρὸς τὴν πόλιν ὑπάξειν σκοταίους, ἐλλοχίζει τοῖς περὶ τὸ ἄστυ ῥείθροις καὶ λόφοις πολλοὺς ἔχοντας ἐγχειρίδια τῶν Ἀχαιῶν.
他方で、敵が逃亡先から暗くなってから一人二人と都市へと戻ってくるだろうと推測し、都市周辺の急流や丘に、短剣を手にした多くのアカイア兵を待ち伏せさせた。
§14.7ἐνταῦθα πλείστους ἀποθανεῖν συνέβη τῶν τοῦ Νάβιδος·
ここで、ナビスの兵たちの大部分が命を落とすことになった。
ἅτε γὰρ οὐκ ἀθρόαν ποιούμενοι τὴν ἀναχώρησιν, ἀλλʼ ὡς ἑκάστοις αἱ φυγαὶ συνετύγχανον, ὥσπερ ὄρνιθες ἡλίσκοντο περὶ τὴν πόλιν εἰς τὰς τῶν πολεμίων χεῖρας καταίροντες.
というのも、彼らは集団で退却したのではなく、各自がそれぞれ逃げ延びた先から戻ってきたため、都市の周辺で、まるで敵の手に直接舞い降りる鳥のように捕らえられたからである。

語釈・文法注

  1. §14.1τὸ τοῦ Ἐπαμεινώνδου παθεῖν ἔδοξε — τὸ τοῦ Ἐπαμεινώνδου(エパメイノンダスのそれ)は、名詞 πάθος(被ったこと、運命)などの省略を伴う名詞句であり、動詞 ἔδοξε とともに対格不定詞 παθεῖν を従え、「エパメイノンダスと同じ運命を被ったように思われた」という意味になる。
  2. §14.3ὥστε μὴ στεγούσης κινδυνεῦσαι τοὺς πλέοντας — 結果節 ὥστε 内に挿入された属格独立構文 μὴ στεγούσης(水漏れする)では、文脈から明らかな女性名詞 ναῦς(船)が主語として省略されている。対格不定詞句の主語は対格の τοὺς πλέοντας である。
  3. §14.5ὀλίγαις δʼ ὕστερον ἡμέραις... ἐποίησεν — この長い文は、複数の分詞句(ἐπιφανέντος / φοβήσαντος の属格独立、および主格分詞 ἐπιστάς, περιλαβών, κινήσας, μεθαρμόσας)を従えている。文全体の骨格となる主動詞は ἐπέδειξε であり、後半は καί によって結ばれた主に接続する節として展開し、主動詞 διεκρούσατο および ἐποίησεν へと連なる。

この箇所を引用する

プルタルコス, ピロポイメン伝 §14.1-14.7. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0007.tlg027.humanitext-grc2:14.1-14.7

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。