§14.1ἐπὶ τούτοις δὲ θαυμασθείς καὶ λαμπρὸς παρὰ τῶν ἐκεῖ πράξεων ἀνακομισθεὶς εἰς Πελοπόννησον εὗρε τὸν μὲν Φίλιππον ὑπὸ τοῦ Τίτου καταπεπολεμημένον, τὸν δὲ Νάβιν ὑπὸ τῶν Ἀχαιῶν καὶ τῶν Ῥωμαίων πολεμούμενον.
菲洛波义曼因这些事迹而受到赞扬,并在那里的行动中名声大噪。 他回到伯罗奔尼撒后,发现菲利普已被提图斯打败,而纳比斯正受到亚该亚人和罗马人的攻击。
ἐφʼ ὃν εὐθὺς αἱρεθεὶς ἄρχων καὶ ναυμαχίᾳ παραβαλόμενος τὸ τοῦ Ἐπαμεινώνδου παθεῖν ἔδοξε, ποχὺ τῆς περὶ αὐτὸν ἀρετῆς καὶ δόξης ἐν τῇ θαλάσσῃ κάκιον ἀγωνισάμενος.
他随即被选为对抗纳比斯的统帅,但在投身海战时,他似乎重蹈了伊帕密浓达的覆辙,因为他在海上的战斗表现远逊于他原有的才能和名望。
§14.2πλὴν Ἐπαμεινώνδαν μὲν ἔνιοι λέγουσιν ὀκνοῦντα γεῦσαι τῶν κατὰ θάλασσαν ὠφελειῶν τοὺς πολίτας, ὅπως αὐτῷ μὴ λάθωσιν ἀντὶ μονίμων ὁπλιτῶν, κατὰ Πλάτωνα, ναῦται γενόμενοι καὶ διαφθαρέντες, ἄπρακτον ἐκ τῆς Ἀσίας καὶ τῶν νήσων ἀπελθεῖν ἑκουσίως· §14.3Φιλοποίμην δὲ τὴν ἐν τοῖς πεζοῖς ἐπιστήμην καὶ διὰ θαλάττης ἀρκέσειν αὐτῷ πρὸς τὸ καλῶς ἀγωνίσασθαι πεπεισμένος, ἔγνω τὴν ἄσκησιν ἡλίκον μέρος ἐστὶ τῆς ἀρετῆς καὶ πόσην ἐπὶ πάντα τοῖς ἐθισθεῖσι δύναμιν προστίθησιν.
然而,关于伊帕密浓达,有人说他是因为不愿让公民品尝海洋带来的利益,以免他们像柏拉图所说的那样,不知不觉中由坚定的重装步兵变成水手并走向堕落,因而自愿无功而返,离开亚洲和群岛;但菲洛波义曼深信自己在陆战方面的知识也足以让他在海上作战时取得佳绩,这使他懂得了训练在美德中占有多么大的比重,以及训练给习惯于它的人在一切事上增添了多么大的力量。
οὐ γὰρ μόνον ἐν τῇ ναυμαχίᾳ διὰ τὴν ἀπειρίαν ἔλαττον ἔσχεν, ἀλλὰ καὶ ναῦν τινα, παλαιὰν μέν, ἔνδοξον δέ, διʼ ἐτῶν τεσσαράκοντα κατασπάσας ἐπλήρωσεν, ὥστε μὴ στεγούσης κινδυνεῦσαι τοὺς πλέοντας.
因为他不仅由于缺乏经验而在海战中处于劣势,而且还把一艘已有四十年未使用、虽古老却著名的船只拖下水并配齐船员,以至于由于船只漏水,使航行者们陷入了危险。
§14.4πρὸς ταῦτα γινώσκων καταφρονοῦντας αὐτοῦ τοὺς πολεμίους ὡς παντάπασι πεφευγότος ἐκ τῆς θαλάττης, καὶ πολιορκοῦντας ὑπερηφάνως τὸ Γύθιον, εὐθὺς ἐπέπλευσεν αὐτοῖς οὐ προσδοκῶσιν, ἀλλʼ ἐκλελυμένοις διὰ τὴν νίκην.
对此,他得知敌营因他完全逃离海洋而轻视他,并傲慢地包围着吉雄,于是他立即乘船袭击了那些毫无防备、反而因胜利而松懈的敌军。
καὶ νυκτὸς ἐκβιβάσας τοὺς στρατιώτας καὶ προσαγαγών, πῦρ ἐνῆκε ταῖς σκηναῖς καὶ τὸ στρατόπεδον κατέκαυσε καὶ πολλοὺς διέφθειρεν.
他在夜间让士兵登陆并率军逼近,放火焚烧帐篷,烧毁了敌营,消灭了许多敌军。
§14.5ὀλίγαις δʼ ὕστερον ἡμέραις καθʼ ὁδὸν ἐν δυσχωρίαις τισὶν ἄφνω τοῦ Νάβιδος ἐπιφανέντος αὐτῷ καὶ φοβήσαντος τοὺς Ἀχαιούς ἀνέλπιστον ἡγουμένους τὴν σωτηρίαν ἐκ τόπων χαλεπῶν καὶ γεγονότων ὑποχειρίων τοῖς πολεμίοις, ὀλίγον χρόνον ἐπιστὰς καὶ περιλαβὼν ὄψει τὴν τοῦ χωρίου φύσιν ἐπέδειξε τὴν τακτικὴν τῶν ἄκρων τῆς πολεμικῆς τέχνην οὖσαν οὕτω μικρὰ κινήσας τὴν ἑαυτοῦ φάλαγγα καὶ πρὸς τὰ παρόντα μεθαρμόσας ἀθορύβως καὶ ῥᾳδίως διεκρούσατο τὴν ἀπορίαν, καὶ προσβαλὼν τοῖς πολεμίοις τροπὴν ἰσχυρὰν ἐποίησεν.
几天后,在路上的某些险要关隘,纳比斯突然出现在他面前,使亚该亚人感到恐惧,他们认为从这些已落入敌手的险恶之地中安全生还是毫无希望的。 菲洛波义曼稍微停顿了一下,用目光观察了该地的地形特点,展示了战术作为军事艺术的顶峰,他只是轻微地移动了自己的方阵,冷静且轻易地顺应了眼前的局势,克服了困难,并向敌军发起进攻,使他们大败而逃。
§14.6ἐπεὶ δὲ οὐ πρὸς τὴν πόλιν ἑώρα φεύγοντας, ἀλλὰ τῆς χώρας ἄλλον ἄλλῃ διασπειρόμενον ὑλώδης δὲ καὶ περίβουνος ἦν πᾶσα καὶ δύσιππος ὑπὸ ῥείθρων καὶ φαράγγων, τὴν μὲν δίωξιν ἐπέσχε καὶ κατεστρατοπέδευσεν ἔτι φωτὸς ὄντος· τεκμαιρόμενος δὲ τοὺς πολεμίους ἐκ τῆς φυγῆς καθʼ ἕνα καὶ δύο πρὸς τὴν πόλιν ὑπάξειν σκοταίους, ἐλλοχίζει τοῖς περὶ τὸ ἄστυ ῥείθροις καὶ λόφοις πολλοὺς ἔχοντας ἐγχειρίδια τῶν Ἀχαιῶν.
当他看到敌军并非向着城市,而是向着该地区的各处散开逃跑时,由于整片地区都林木茂密、山丘起伏,且因溪流和峡谷而使骑兵难以通行,他便在天还亮的时候中止了追击并驻扎下来;他推测敌军在逃亡后,会在天黑时一两个地偷偷返回城市,于是便在城市周围的溪流和山丘旁,布置了许多手持短剑的亚该亚人进行伏击。
§14.7ἐνταῦθα πλείστους ἀποθανεῖν συνέβη τῶν τοῦ Νάβιδος· ἅτε γὰρ οὐκ ἀθρόαν ποιούμενοι τὴν ἀναχώρησιν, ἀλλʼ ὡς ἑκάστοις αἱ φυγαὶ συνετύγχανον, ὥσπερ ὄρνιθες ἡλίσκοντο περὶ τὴν πόλιν εἰς τὰς τῶν πολεμίων χεῖρας καταίροντες.
在那里,纳比斯的部下有极多死伤;因为他们不是结队退却,而是随着各自的逃生情况散落各处,结果就像鸟儿一样在城市周围被捕获,直接落入了敌人的手中。