§13.1ταῦτα μὲν οὖν καλὰ τοῦ Φιλοποίμενος·
たうしたことは、フィロポイメンの優れた行いであった。
ἡ δʼ εἰς Κρήτην αὖθις ἀποδημία Γορτυνίων δεηθέντων, ὡς χρήσαιντο πολεμούμενοι στρατηγῷ, διαβολὴν ἔσχεν, ὅτι τῆς πατρίδος αὐτοῦ πολεμουμένης ὑπὸ Νάβιδος ἀπῆν φυγομαχῶν ἡ φιλοτιμούμενος ἀκαίρως πρὸς ἑτέρους, καίτοι συντόνως οὕτως ἐπολεμήθησαν Μεγαλοπολῖται κατὰ τὸν χρόνον ἐκεῖνον ὥστε τοῖς μὲν τείχεσιν ἐνοικεῖν, σπείρειν δέ τοὺς στενωπούς, περικεκομμένης τῆς χώρας καὶ τῶν πολεμίων σχεδὸν ἐν ταῖς πύλαις στρατοπεδευόντων.
しかし、ゴルテュン人たちが戦争にあたって将軍として彼を雇いたいと要請したことによる、彼のクレタへの再度の旅立ちは非難を招いた。 というのも、彼の祖国がナビスによって戦争を仕掛けられているときに、彼が戦いを避けて、あるいは不適切に他国のために功名を争って、不在にしていたからである。 それというのも、当時メガロポリス市民は極めて激しく攻め立てられていたため、城壁に居住し、細い路地で種を蒔くほどであった。 領土は切り取られ、敵はほとんど門の前に陣を敷いていたのである。
§13.2ὁ δὲ Κρησὶ πολεμῶν τηνικαῦτα καὶ στρατηγῶν διαπόντιος ἐγκλήματα παρεῖχε καθʼ ἑαυτοῦ τοῖς ἐχθροῖς ὡς ἀποδιδράσκων τὸν οἴκοι πόλεμον.
しかし彼は当時、海を越えてクレタ人のために戦い、将軍を務めていたため、故郷の戦争から逃亡しているとして、敵に自分を告発する口実を与えていた。
ἦσαν δέ τινες οἱ λέγοντες, ἑτέρους τῶν Ἀχαιῶν ᾑρημένων ἄρχοντας, ἰδιώτην ὄντα τὸν Φιλοποίμενα χρῆσαι τὴν ἑαυτοῦ σχολὴν ἐφʼ ἡγεμονίᾳ δεηθεῖσι τοῖς Γορτυνίοις.
しかし、アカイア人が他の者たちを指導者に選んでいたため、フィロポイメンは私人であったので、要請してきたゴルテュン人たちに対して、自らの余暇を軍の指揮のために提供したのだ、と言う者たちもいた。
§13.3ἦν γὰρ ἀλλότριος σχολῆς, καθάπερ ἄλλο τι κτῆμα τὴν στρατηγικὴν καὶ πολεμικὴν ἀρετὴν ἔχειν διὰ παντὸς ἐν χρήσει καὶ τριβῇ βουλόμενος, ὡς καὶ τῷ περὶ Πτολεμαίου ποτὲ ῥηθέντι τοῦ βασιλέως ἀπεδήλωσεν.
というのも、彼は余暇とは無縁であり、将軍としての能力や戦争における卓越性を、他のどんな所有物とも同じように、常に使用し、実践の中に置いておきたいと望んでいたからである。 それは、かつて彼がプトレマイオス王に関して述べた言葉からも明らかになった。
ἐκεῖνον γὰρ ἐγκωμιαζόντων τινῶν ὡς ἐν μὲν ἐξασκοῦντα τὸ στράτευμα καθʼ ἡμέραν, ἐν δὲ γυμνάζοντα καὶ φιλοπόνως διὰ τῶν ὅπλων τὸ σῶμα,
καὶ τίς ἂν,
ἔφη,
βασιλέα θαυμάσειεν ἐν τούτῳ τῆς ἡλικίας μὴ ἐπιδεικνύμενον, ἀλλὰ μελετῶντα; §13.4χαλεπῶς δʼ οὖν οἱ Μεγαλοπολῖται φέροντες ἐπὶ τούτῳ καὶ προδεδόσθαι νομίζοντες ἐπεχείρησαν ἀποξενοῦν αὐτόν·
というのも、ある人々が、あの王について、一方では日々軍隊を訓練し、他方では自らの体を武器を用いて熱心に鍛錬していると称賛したとき、彼は言った。 「この年齢の王が、成果を実演するのではなく、練習していることの、いったいどこに驚嘆すべき点があるというのか」とにかく、メガロポリス市民はこのことを重く受け止め、裏切られたと考え、彼を追放しようと試みた。
οἱ δʼ Ἀχαιοὶ διεκώλυσαν Ἀρίσταινον πέμψαντες εἰς Μεγάλην πόλιν στρατηγόν, ὃς καίπερ ὢν διάφορος τῷ Φιλοποίμενι περὶ τὴν πολιτείαν, οὐκ εἴασε τελεσθῆναι τὴν καταδίκην.
しかし、アカイア人たちは、メガロポリスに将軍としてアリスタイノスを派遣することでこれを阻んだ。 彼は国政においてフィロポイメンと対立していたにもかかわらず、その有罪判決が下されることを許さなかった。
§13.5ἐκ δὲ τούτου παρορώμενος ὑπὸ τῶν πολιτῶν ὁ Φιλοποίμην ἀπέστησε πολλὰς τῶν περιοικίδων κωμῶν, λέγειν διδάξας ὡς οὐ συνετέλουν οὐδὲ ἦσαν ἐξ ἀρχῆς ἐκείνων, καὶ λεγούσαις ταῦτα φανερῶς συνηγωνίσατο καὶ συγκατεστασίασε τὴν πόλιν ἐπὶ τῶν Ἀχαιῶν, ταῦτα μὲν οὖν ὕστερον.
このために市民たちから軽視されるようになったフィロポイメンは、周辺の多くの村々を離反させた。 その際、自分たちはメガロポリスに納税しておらず、元々その管轄下にはなかったと言い張るように教え込み、そう主張する村々を公然と支援して、アカイア人の前で都市に対して派閥争いを引き起こした。 もっとも、これらは後のことである。
§13.6ἐν δὲ τῇ Κρήτῃ συνεπολέμει τοῖς Γορτυνίοις, οὐχ ὡς Πελοποννήσιος ἀνὴρ καὶ Ἀρκὰς ἁπλοῦν τινα καὶ γενναῖον πόλεμον, ἀλλὰ τὸ Κρητικὸν ἦθος ἐνδὺς καὶ τοῖς ἐκείνων σοφίσμασι καὶ δόλοις κλωπείαις τε καὶ λοχισμοῖς χρώμενος ἐπʼ αὐτούς ταχὺ παῖδας ἀπέδειξεν ἀνόητα καὶ κενὰ πρὸς ἐμπειρίαν ἀληθινὴν πανουργοῦντας.
クレタにおいて、彼はゴルテュン人たちに味方して戦ったが、ペロポネソス人やアルカディア人のように単純で高潔な戦争を行ったのではなく、クレタ人の気質を身にまとい、彼らの策略や欺瞞、盗み、待ち伏せを彼ら自身に対して用いた。 そして速やかに、彼らを、真の経験に対しては愚かで無駄な悪だくみをする子供同然であることを思い知らせた。