§12.1παρὰ δὲ τὰς μάχας καὶ τοὺς κινδύνους, ὥσπερ οἱ πῶλοι τοὺς συνήθεις ἐπιβάτας ποθοῦντες, ἐὰν ἄλλον φέρωσι, πτύρονται καὶ ξενοπαθοῦσιν, οὕτως ἡ δύναμις τῶν Ἀχαιῶν ἑτέρου στρατηγοῦντος ἠθύμει καὶ πρὸς ἐκεῖνον ἐπάπταινε καὶ μόνον ὀφθέντος εὐθὺς ὀρθὴ καὶ δραστήριος ἦν διὰ τὸ θαρρεῖν, ἅτε δὴ καὶ τοὺς ἐναντίους αἰσθανόμενοι πρὸς ἕνα τοῦτον τῶν στρατηγῶν ἀντιβλέπειν οὐ δυναμένους, ἀλλὰ καὶ τὴν δόξαν αὐτοῦ καὶ τοὔνομα δεδοικότας, ὡς ἦν φανερὸν ἐξ ὧν ἔπρασσον.
戦いや危険に際しては、仔馬たちがいつもの乗り手を恋しがり、他の者を乗せると怯えてそわそわするように、アカイア人の軍勢も、他の者が将軍を務めると意気消沈して彼の方を待ち望み、彼が姿を見せただけで、自信を得て直ちに生気を取り戻し活動的になった。 これは、敵でさえこの将軍たちのうちただ一人であるこの男に立ち向かうことができず、その名声と名前を恐れていることに彼らが気づいていたからであり、それは敵の行動からも明らかであった。
§12.2Φίλιππος μὲν γὰρ ὁ τῶν Μακεδόνων βασιλεύς οἰόμενος, ἂν ἐκποδὼν ὁ Φιλοποίμην γένηται, πάλιν ὑποπτήξειν αὐτῷ τοὺς Ἀχαιούς, ἔπεμψεν εἰς Ἄργος κρύφα τοὺς ἀναιρήσοντας αὐτόν ἐπιγνωσθείσης δὲ τῆς ἐπιβουλῆς παντάπασιν ἐξεμισήθη καὶ διεβλήθη πρὸς τοὺς Ἕλληνας.
というのも、マケドニア王フィリッポスは、フィロポイメンが除かれれば、アカイア人たちが再び自分に屈服すると考え、彼を暗殺するために密かにアルゴスへ刺客を送り込んだ。 しかし、この陰謀が発覚すると、彼はギリシア人たちの間で完全に嫌悪され、悪評を買った。
§12.3Βοιωτοὶ δὲ πολιορκοῦντες Μέγαρα καὶ λήψεσθαι ταχέως ἐλπίζοντες, ἐξαίφνης λόγου προσπεσόντος αὐτοῖς, ὃς οὐκ ἦν ἀληθής, Φιλοποίμενα βοηθοῦντα τοῖς πολιορκουμένοις ἐγγὺς εἶναι, τὰς κλίμακας ἀφέντες ἤδη προσερηρεισμένας τοῖς τείχεσιν ᾤχοντο φεύγοντες.
またボイオティア人たちは、メガラを包囲してすぐに奪取できると期待していたが、フィロポイメンが包囲されている者たちを救援するために近くに来ているという噂(これは真実ではなかったが)が突然彼らに伝わると、すでに城壁に立てかけてあった梯子をそのままにして、一目散に逃げ去った。
§12.4Νάβιδος δὲ τοῦ μετὰ Μαχανίδαν τυραννοῦντος Λακεδαιμονίων Μεσσήνην ἄφνω καταλαβόντος, ἐτύγχανε μὲν ἰδιώτης ὢν τότε ὁ Φιλοποίμην καὶ δυνάμεως οὐδεμιᾶς κύριος, ἐπεὶ δὲ τὸν στρατηγοῦντα τῶν Ἀχαιῶν Λύσιππον οὐκ ἔπειθε βοηθεῖν τοῖς Μεσσηνίοις, ἀπολωλέναι κομιδῇ φάσκοντα τὴν πόλιν ἔνδον γεγονότων τῶν πολεμίων, αὐτὸς ἐβοήθει τοὺς ἑαυτοῦ πολίτας ἀναλαβών οὔτε νόμον οὔτε χειροτονίαν περιμείναντας, ἀλλʼ ὡς διὰ παντὸς ἄρχοντι τῷ κρείττονι κατὰ φύσιν ἑπομένους.
さらに、マカニダスの後にラケダイモン人の僭主となったナビスが、突如メッセネを占領したとき、フィロポイメンは当時たまたま私人であり、いかなる軍隊の指揮権も持っていなかったが、アカイア人の将軍を務めていたリュシッポスに対し、メッセネ人たちを救援するように説得できなかったため(リュシッポスは、敵が内部に入り込んだ以上、その都市は完全に滅び去ったと主張していた)、彼自身、自分の同胞たちを率いて救援に向かった。 同胞たちは法律も(将軍への)選出も待つことなく、自然の理に従って、より優れた者を常に指導者として付き従ったのである。
§12.5ἤδη δʼ αὐτοῦ πλησίον ὄντος ἀκούσας ὁ Νάβις οὐχ ὑπέστη, καίπερ ἐν τῇ πόλει στρατοπεδεύων, ἀλλʼ ὑπεκδὺς διὰ πυλῶν ἑτέρων κατὰ τάχος ἀπήγαγε τὴν δύναμιν, εὐτυχίᾳ χρήσεσθαι δοκῶν εἰ διαφύγοι·
すでに彼が近くにいると聞いて、ナビスは都市の中に陣を敷いていたにもかかわらず、持ちこたえることができず、別の門から密かに抜け出して大急ぎで軍勢を引き揚げさせ、もし逃げおおせたら幸運であると考えた。
καὶ διέφυγε, Μεσσήνη δʼ ἠλευθέρωτο.
そして彼は逃げ延び、メッセネは解放された。