Humanitext Reader

普鲁塔克 · 菲洛皮门传 §13.1-13.6

菲洛波义曼再赴克里特与遭受的非难

第 13 段,共 21 段 · 希腊语

内容简介

在祖国遭受纳比斯威胁之际,菲洛波义曼再次前往克里特,这招致了同胞的指责;但他在克里特以彼之道还施彼身地击 败对手,归国后则卷入了与市民的政治冲突并唆使周边村庄叛乱。

§13.1ταῦτα μὲν οὖν καλὰ τοῦ Φιλοποίμενος· ἡ δʼ εἰς Κρήτην αὖθις ἀποδημία Γορτυνίων δεηθέντων, ὡς χρήσαιντο πολεμούμενοι στρατηγῷ, διαβολὴν ἔσχεν, ὅτι τῆς πατρίδος αὐτοῦ πολεμουμένης ὑπὸ Νάβιδος ἀπῆν φυγομαχῶν ἡ φιλοτιμούμενος ἀκαίρως πρὸς ἑτέρους, καίτοι συντόνως οὕτως ἐπολεμήθησαν Μεγαλοπολῖται κατὰ τὸν χρόνον ἐκεῖνον ὥστε τοῖς μὲν τείχεσιν ἐνοικεῖν, σπείρειν δέ τοὺς στενωπούς, περικεκομμένης τῆς χώρας καὶ τῶν πολεμίων σχεδὸν ἐν ταῖς πύλαις στρατοπεδευόντων.
这些便是菲洛波义曼的丰功伟绩;然而,因戈尔廷人请求他在其面临战争时担任将军而再次前往克里特一事,却招致了非议,因为当他的祖国正遭到纳比斯的战争侵袭时,他却置身事外,要么是在逃避战斗,要么是不合时宜地在他人那里争夺名誉。 尽管当时梅加洛波利斯人正遭受如此猛烈的围攻,以至于他们不得不居住在城墙上,在狭窄的街道上播种,他们的土地已被蚕食,敌军几乎就在城门口扎营。
§13.2ὁ δὲ Κρησὶ πολεμῶν τηνικαῦτα καὶ στρατηγῶν διαπόντιος ἐγκλήματα παρεῖχε καθʼ ἑαυτοῦ τοῖς ἐχθροῖς ὡς ἀποδιδράσκων τὸν οἴκοι πόλεμον.
而他当时在海外为克里特人作战并担任将军,这给他的政敌提供了指责他的口实,称他是在逃避家乡的战争。
ἦσαν δέ τινες οἱ λέγοντες, ἑτέρους τῶν Ἀχαιῶν ᾑρημένων ἄρχοντας, ἰδιώτην ὄντα τὸν Φιλοποίμενα χρῆσαι τὴν ἑαυτοῦ σχολὴν ἐφʼ ἡγεμονίᾳ δεηθεῖσι τοῖς Γορτυνίοις.
不过,也有人说,由于亚该亚人已经选出了其他人担任领袖,当时身为平民的菲洛波义曼只是将自己的闲暇时间借给发出请求的戈尔廷人,去指挥他们的军队。
§13.3ἦν γὰρ ἀλλότριος σχολῆς, καθάπερ ἄλλο τι κτῆμα τὴν στρατηγικὴν καὶ πολεμικὴν ἀρετὴν ἔχειν διὰ παντὸς ἐν χρήσει καὶ τριβῇ βουλόμενος, ὡς καὶ τῷ περὶ Πτολεμαίου ποτὲ ῥηθέντι τοῦ βασιλέως ἀπεδήλωσεν.
因为他与闲暇格格不入,希望像对待其他财产一样,使自己的将帅才能和军事美德始终处于使用和磨炼之中,正如他有一次针对普托勒迈乌斯国王所说的话所表明的那样。
ἐκεῖνον γὰρ ἐγκωμιαζόντων τινῶν ὡς ἐν μὲν ἐξασκοῦντα τὸ στράτευμα καθʼ ἡμέραν, ἐν δὲ γυμνάζοντα καὶ φιλοπόνως διὰ τῶν ὅπλων τὸ σῶμα, καὶ τίς ἂν, ἔφη, βασιλέα θαυμάσειεν ἐν τούτῳ τῆς ἡλικίας μὴ ἐπιδεικνύμενον, ἀλλὰ μελετῶντα;
当时有人赞美那位国王,说他一方面每日训练军队,另一方面又用武器勤奋地锻炼自己的身体,他便说:“在这样的年纪,一个国王不去展示他的成就,反而还在练习,这有什么值得赞赏的呢?
§13.4χαλεπῶς δʼ οὖν οἱ Μεγαλοπολῖται φέροντες ἐπὶ τούτῳ καὶ προδεδόσθαι νομίζοντες ἐπεχείρησαν ἀποξενοῦν αὐτόν· οἱ δʼ Ἀχαιοὶ διεκώλυσαν Ἀρίσταινον πέμψαντες εἰς Μεγάλην πόλιν στρατηγόν, ὃς καίπερ ὢν διάφορος τῷ Φιλοποίμενι περὶ τὴν πολιτείαν, οὐκ εἴασε τελεσθῆναι τὴν καταδίκην.
” 总之,梅加洛波利斯人对此感到难以容忍,认为自己遭到了背叛,于是企图将他驱逐出境;但亚该亚人通过派阿利斯泰努斯作为将军前往梅加洛波利斯阻止了他们,阿利斯泰努斯虽然在政治路线上与菲洛波义曼不和,却不容许这一判决最终执行。
§13.5ἐκ δὲ τούτου παρορώμενος ὑπὸ τῶν πολιτῶν ὁ Φιλοποίμην ἀπέστησε πολλὰς τῶν περιοικίδων κωμῶν, λέγειν διδάξας ὡς οὐ συνετέλουν οὐδὲ ἦσαν ἐξ ἀρχῆς ἐκείνων, καὶ λεγούσαις ταῦτα φανερῶς συνηγωνίσατο καὶ συγκατεστασίασε τὴν πόλιν ἐπὶ τῶν Ἀχαιῶν, ταῦτα μὲν οὖν ὕστερον.
因此而受到市民轻视的菲洛波义曼,唆使周围的许多村庄叛离,教导他们声称自己既不对梅加洛波利斯纳税,起初也并不属于他们;当这些村庄如此宣称时,他便公然协助他们,并在亚该亚人面前联合在城中煽动派系斗争。 当然,这些都是后来的事了。
§13.6ἐν δὲ τῇ Κρήτῃ συνεπολέμει τοῖς Γορτυνίοις, οὐχ ὡς Πελοποννήσιος ἀνὴρ καὶ Ἀρκὰς ἁπλοῦν τινα καὶ γενναῖον πόλεμον, ἀλλὰ τὸ Κρητικὸν ἦθος ἐνδὺς καὶ τοῖς ἐκείνων σοφίσμασι καὶ δόλοις κλωπείαις τε καὶ λοχισμοῖς χρώμενος ἐπʼ αὐτούς ταχὺ παῖδας ἀπέδειξεν ἀνόητα καὶ κενὰ πρὸς ἐμπειρίαν ἀληθινὴν πανουργοῦντας.
在克里特,他同戈尔廷人并肩作战,但他没有像伯罗奔尼撒和阿卡迪亚人那样进行某种简单而高尚的战争,而是披上了克里特人的性格,用他们自己的诡计、欺骗、偷袭和埋伏来对付他们自己,并很快向他们证明,在真正的经验面前,他们不过是进行着愚蠢且徒劳的诡计的孩童。

词汇与语法注释

  1. 13.1ὡς χρήσαιντο πολεμούμενοι στρατηγῷ — 连词 ὡς 引导目的从句,由于主句动词(分词)δεηθέντων 为历史过去时而使用祈愿语气 χρήσαιντο。分词 πολεμούμενοι 为主格复数,与目的从句的主语(“他们,处于战争状态中”)保持一致。στρατηγῷ 是由动词 χράομαι 支配的与格宾语。
  2. 13.3τίς ἂν ... θαυμάσειεν ... μὴ ἐπιδεικνύμενον — 语气词 ἂν 与祈愿语气 θαυμάσειεν 连用,表示某种可能或修辞性疑问(“谁会赞叹?”)。分词 ἐπιδεικνύμενον 修饰宾格名词 βασιλέα,并与否定词 μὴ 连用,带有条件(“如果不展现”)或让步(“尽管不展现”)的语气。
  3. 13.5οὐ συνετέλουν — 动词 συντελέω 在此指代向联邦制度或核心城邦“共同缴纳”税收或履行军事义务的法律关系。此处表示周边的村庄(περιοικίδες κῶμαι)声称自己对梅加洛波利斯这一城邦中心不承担财政或公民义务。

引用这一段

普鲁塔克, 菲洛皮门传 §13.1-13.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg027.humanitext-grc2:13.1-13.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。