§16.1τῆς δʼ ὑπατείας κατόπιν ἔτεσι δέκα τιμητείαν ὁ Κάτων παρήγγειλε.
執政官職の後、10年目にカトは監察官(ケンソル)職に立候補した。
κορυφὴ δέ τίς ἐστι τιμῆς ἁπάσης ἡ ἀρχὴ καὶ τρόπον τινὰ τῆς πολιτείας ἐπιτελείωσις, ἄλλην τε πολλὴν ἐξουσίαν ἔχουσα καὶ τὴν περὶ τὰ ἤθη καὶ τοὺς βίους ἐξέτασιν.
この官職はあらゆる名誉の頂点であり、ある意味で政治活動の完成であって、他にも多くの広範な権限を持つが、とりわけ道徳と生活習慣に関する審査権を有していた。
οὔτε γὰρ γάμον οὔτε παιδοποιίαν τινὸς οὔτε δίαιταν οὔτε συμπόσιον ᾤοντο δεῖν ἄκριτον καὶ ἀνεξέταστον, ὡς ἕκαστος ἐπιθυμίας ἔχοι καὶ προαιρέσεως, ἀφεῖσθαι.
というのも、誰も結婚や子作り、日々の暮らしや宴会を、各人が欲望や好みに任せるままに、審査も調査もなしに放置されるべきではないと考えていたからである。
§16.2πολὺ δὲ μᾶλλον ἐν τούτοις νομίζοντες ἡ ταῖς ὑπαίθροις καὶ πολιτικαῖς πράξεσι τρόπον ἀνδρὸς ἐνορᾶσθαι, φύλακα καὶ σωφρονιστὴν καὶ κολαστὴν τοῦ μηδένα καθʼ ἡδονὰς ἐκτρέπεσθαι καὶ παρεκβαίνειν τὸν ἐπιχώριον καὶ συνήθη βίον ᾑροῦντο τῶν καλουμένων πατρικίων ἕνα καὶ τῶν δημοτικῶν ἕνα.
公開の場での政治活動におけるよりも、はるかにこれらの私生活において人の性格が見て取れると考えた彼らは、誰もが快楽に流されて逸脱し、土地の伝統的な慣習的共同生活から外れることのないよう、監視し、是正し、処罰する者として、いわゆる貴族(パトリキ)から一人、平民(プレブス)から一人を選出した。
τιμητὰς δὲ τούτους προσηγόρευον, ἐξουσίαν ἔχοντας ἀφελέσθαι μὲν ἵππον, ἐκβαλεῖν δὲ συγκλήτου τὸν ἀκολάστως βιοῦντα καὶ ἀτάκτως.
そして彼らを監察官(ケンソル)と呼び、彼らは馬を没収し、放縦かつ不品行な生活を送る者を元老院から追放する権能を有していた。
§16.3οὗτοι δὲ καὶ τὰ τιμήματα τῶν οὐσιῶν λαμβάνοντες ἐπεσκόπουν, καὶ ταῖς ἀπογραφαῖς τὰ γένη καὶ τὰς πολιτείας διέκρινον·
また彼らは財産の査定を行い、登録簿によって家系や市民権の識別を行った。
ἄλλας τε μεγάλας ἔχει δυνάμεις ἡ ἀρχή.
さらにこの官職は、他にも大きな権力を有していた。
διὸ καὶ τῷ Κάτωνι πρὸς τὴν παραγγελίαν ἀπήντησαν ἐνιστάμενοι σχεδὸν οἱ γνωριμώτατοι καὶ πρῶτοι τῶν συγκλητικῶν.
それゆえ、カトが立候補したのに対し、元老院議員の中でも最も著名で第一流の者たちが、ほぼこぞって反対して立ちはだかった。
τοὺς μὲν γὰρ εὐπατρίδας ὁ φθόνος ἐλύπει, παντάπασιν οἰομένους προπηλακίζεσθαι τὴν εὐγένειαν ἀνθρώπων ἀπʼ ἀρχῆς ἀδόξων εἰς τὴν ἄκραν τιμὴν καὶ δύναμιν ἀναβιβαζομένων,
というのも、貴族たちは嫉妬に苦しんでおり、もともと無名の家柄の者たちが最高の栄誉と権力へと上り詰めることによって、自分たちの名門の誇りが完全に踏みにじられると考えていたからである。
§16.4οἱ δὲ μοχθηρὰ συνειδότες αὑτοῖς ἐπιτηδεύματα καὶ τῶν πατρίων ἐκδιαίτησιν ἐθῶν ἐφοβοῦντο τὴν αὐστηρίαν τοῦ ἀνδρός, ἀπαραίτητον ἐν ἐξουσίᾳ καὶ χαλεπὴν ἐσομένην.
一方、自らの卑劣な行いや祖先の習慣からの逸脱を自覚している者たちは、この男の厳格さを恐れた。 彼が権力を握れば、一切容赦のない過酷なものになるだろうと思ったからである。
διὸ συμφρονήσαντες καὶ παρασκευάσαντες ἑπτὰ κατῆγον ἐπὶ τὴν παραγγελίαν ἀντιπάλους τῷ Κάτωνι, θεραπεύοντας ἐλπίσι χρησταῖς τὸ πλῆθος, ὡς δὴ μαλακῶς καὶ πρὸς ἡδονὴν ἄρχεσθαι δεόμενον.
それゆえ、彼らは結託して準備を整え、カトに対抗して7人のライバルを候補者として擁立し、民衆が甘く心地よい支配を必要としているかのように、甘い期待で民衆を懐柔しようとした。
§16.5τοὐναντίον δʼ ὁ Κάτων οὐδεμίαν ἐνδιδοὺς ἐπιείκειαν, ἀλλʼ ἄντικρυς ἀπειλῶν τε τοῖς πονηροῖς ἀπὸ τοῦ βήματος καὶ κεκραγὼς μεγάλου καθαρμοῦ χρῄζειν τὴν πόλιν, ἠξίου τοὺς πολλοὺς, εἰ σωφρονοῦσι, μὴ τὸν ἥδιστον, ἀλλὰ τὸν σφοδρότατον αἱρεῖσθαι τῶν ἰατρῶν τοῦτον δὲ αὐτὸν εἶναι καὶ τῶν πατρικίων ἕνα Φλάκκον Οὐαλλέριον·
これに対しカトは、少しの寛大さも見せず、演壇から悪人たちを公然と威嚇し、国家は多大なる浄化を必要としていると叫び、もし正気であるならば、最も心地よい医者ではなく、最も激しい治療を施す医者を選ぶべきだと民衆に求めた。 そしてその医者とは自分自身であり、また貴族の一人であるウァレリウス・フラックスであるとした。
μετʼ ἐκείνου γὰρ οἴεσθαι μόνου τὴν τρυφὴν καὶ τὴν μαλακίαν ὥσπερ ὕδραν τέμνων καὶ ἀποκαίων προὔργου τι ποιήσειν, τῶν δʼ ἄλλων ὁρᾶν ἕκαστον ἄρξαι κακῶς βιαζόμενον, ὅτι τοὺς καλῶς ἄρξοντας δέδοικεν.
なぜなら、彼(フラックス)と共にあってのみ、贅沢と怠惰というヒュドラを切り刻み、焼き払うことで、大きな成果を上げることができると信じており、他の候補者たちについては、正しく支配する者たちを恐れているがゆえに、悪しき支配を行おうと躍起になっているのを見抜いていたからである。
§16.6οὕτω δʼ ἄρα μέγας ἦν ὡς ἀληθῶς καὶ μεγάλων ἄξιος δημαγωγῶν ὁ Ῥωμαίων δῆμος, ὥστε μὴ φοβηθῆναι τὴν ἀνάτασιν καὶ τὸν ὄγκον τοῦ ἀνδρός, ἀλλὰ τοὺς ἡδεῖς ἐκείνους καὶ πρὸς χάριν ἅπαντα ποιήσειν δοκοῦντας ἀπορρίψας ἑλέσθαι μετὰ τοῦ Κάτωνος τὸν Φλάκκον, ὥσπερ οὐκ αἰτοῦντος ἀρχήν, ἀλλʼ ἄρχοντος ἤδη καὶ προστάττοντος ἀκροώμενος.
ローマの民衆は、実にこれほどまでに偉大であり、また偉大な指導者に値する存在であった。 それゆえ、この男の威嚇や横柄さを恐れることなく、心地よい言葉を語り、気に入られようと何でもしそうに見えたあの候補者たちを退け、カトとともにフラックスを選出した。 まるで彼が官職を求めているのではなく、すでに支配者として命令を下しているかのように、その言葉に耳を傾けながら。