§15.1τῶν μὲν οὖν πολεμικῶν πράξεων τοῦ Κάτωνος αὗται σχεδόν εἰσιν ἐλλογιμώταται·
さて、カトの軍事的な功績については、これらがほぼ最も名高いものである。
τῆς δὲ πολιτείας φαίνεται τὸ περὶ τὰς κατηγορίας καὶ τοὺς ἐλέγχους τῶν πονηρῶν μόριον οὐ μικρᾶς ἄξιον σπουδῆς ἡγησάμενος.
一方、政治活動においては、悪人の告発と弾劾に関する部分を少なからぬ熱意に値するものとみなしていたことが明らかである。
αὐτός τε γὰρ ἐδίωξε πολλούς καὶ διώκουσιν ἑτέροις συνηγωνίσατο καὶ παρεσκεύασεν ὅλως διώκοντας, ὡς ἐπὶ Σκηπίωνα τοὺς περὶ Πετίλλιον.
というのも、彼自身が多くを告訴し、告訴する他の者たちを助けて共に戦い、また告訴する人々をそそのかして告訴させさえしたからである。 例えば、スキピオに対してペティリウスの一派を差し向けたように。
§15.2τοῦτον μὲν οὖν ἀπʼ οἴκου τε μεγάλου καὶ φρονήματος ἀληθινοῦ ποιησάμενον ὑπὸ πόδας τὰς διαβολὰς μὴ ἀποκτεῖναι δυνηθεὶς ἀφῆκε·
彼については、名門の家柄と真正の誇りから、数々の誹謗中傷を足蹴にしたが、彼を破滅させることができずに断念した。
Λεύκιον δὲ τὸν ἀδελφὸν αὐτοῦ μετὰ τῶν κατηγόρων συστὰς καταδίκῃ περιέβαλε χρημάτων πολλῶν πρὸς τὸ δημόσιον, ἣν οὐκ ἔχων ἐκεῖνος ἀπολύσασθαι καὶ κινδυνεύων δεθῆναι μόλις ἐπικλήσει τῶν δημάρχων ἀφείθη.
しかし、彼の兄弟であるルキウスに対しては、告発者たちと結託して、国庫に対する多額の罰金の判決を下させた。 ルキウスはそれを支払うことができず、投獄される危険があったが、護民官たちへの懇願によってかろうじて釈放された。
§15.3λέγεται δὲ καὶ νεανίσκῳ τινὶ τεθνηκότος πατρὸς ἐχθρὸν ἠτιμωκότι καὶ πορευομένῳ διʼ ἀγορᾶς μετὰ τὴν δίκην ἀπαντήσας ὁ Κάτων δεξιώσασθαι καὶ εἰπεῖν, ὅτι ταῦτα χρὴ τοῖς γονεῦσιν ἐναγίζειν, οὐκ ἄρνας οὐδʼ ἐρίφους, ἀλλʼ ἐχθρῶν δάκρυα καὶ καταδίκας.
また次のようにも言われている。 亡き父の仇を有罪に追い込み、裁判の後に広場を通って歩いていたある若者にカトが出会い、握手をしてこう言ったという。 「親の霊にはこのようなものを供えるべきだ。 子羊や子山羊ではなく、敵たちの涙や有罪判決を」と。
οὐ μὴν οὐδʼ αὐτός ἐν τῇ πολιτείᾳ περιῆν ἀθῷος, ἀλλʼ ὅπου τινὰ λαβὴν παράσχοι τοῖς ἐχθροῖς, κρινόμενος καὶ κινδυνεύων διετέλει.
とはいえ、彼自身も政治において無傷でいられたわけではなく、敵に付け入る隙を与えるたびに、裁判にかけられ、危機に瀕し続けた。
§15.4λέγεται γὰρ ὀλίγον ἀπολιπούσας τῶν πεντήκοντα φυγεῖν δίκας, μίαν δὲ τὴν τελευταίαν ἓξ ἔτη καὶ ὀγδοήκοντα γεγονώς·
彼は50に少し足りない数の裁判を被告として戦ったと言われており、最後の一回は86歳の時であった。
ἐν ᾗ καὶ τὸ μνημονευόμενον εἶπεν, ὡς χαλεπόν ἐστιν ἐν ἄλλοις βεβιωκότα ἀνθρώποις ἐν ἄλλοις ἀπολογεῖσθαι.
その中で、彼は今に伝わるあの言葉を言った。 ある時代の人々の中で生きてきた者が、別の時代の人々の前で弁明するのは困難なことだ、と。
καὶ τοῦτο πέρας οὐκ ἐποιήσατο τῶν ἀγώνων, τεσσάρων δʼ ἄλλων ἐνιαυτῶν διελθόντων Σερουίου Γάλβα κατηγόρησεν ἐνενήκοντα γεγονὼς ἔτη.
しかも、これを自身の闘争の終わりとはせず、さらに4年が経過したとき、90歳にしてセルウィウス・ガルバを告発したのである。
§15.5κινδυνεύει γὰρ ὡς ὁ Νέστωρ εἰς τριγονίαν τῷ βίῳ καὶ ταῖς πράξεσι κατελθεῖν.
というのも、彼は生涯と行動において、ネストルのように三世代に及んだかのようだからである。
Σκηπίωνι γὰρ, ὡς λέλεκται, τῷ μεγάλῳ πολλὰ διερισάμενος ἐν τῇ πολιτείᾳ διέτεινεν εἰς Σκηπίωνα τὸν νέον, ὃς ἦν ἐκείνου κατὰ ποίησιν υἱωνός, υἱὸς δὲ Παύλου τοῦ Περσέα καὶ Μακεδόνας καταπολεμήσαντος.
すでに述べられたように、大スキピオと政治において多く争った彼は、その争いを若きスキピオにまで引き伸ばした。 彼はあの大スキピオの養子関係による孫であり、ペルセウスとマケドニア人たちを打ち破ったパウルスの息子であった。