§15.1τῶν μὲν οὖν πολεμικῶν πράξεων τοῦ Κάτωνος αὗται σχεδόν εἰσιν ἐλλογιμώταται· τῆς δὲ πολιτείας φαίνεται τὸ περὶ τὰς κατηγορίας καὶ τοὺς ἐλέγχους τῶν πονηρῶν μόριον οὐ μικρᾶς ἄξιον σπουδῆς ἡγησάμενος.
在卡托的军事功绩中,这些几乎是最著名的;但在政治生涯中,他显然认为起诉和指控恶人的这一部分工作,值得付出不少的精力。
αὐτός τε γὰρ ἐδίωξε πολλούς καὶ διώκουσιν ἑτέροις συνηγωνίσατο καὶ παρεσκεύασεν ὅλως διώκοντας, ὡς ἐπὶ Σκηπίωνα τοὺς περὶ Πετίλλιον.
因为他不仅自己起诉了许多人,还协助其他起诉者,甚至唆使他人进行起诉,就像他煽动佩蒂里乌斯一派去对付西庇阿那样。
§15.2τοῦτον μὲν οὖν ἀπʼ οἴκου τε μεγάλου καὶ φρονήματος ἀληθινοῦ ποιησάμενον ὑπὸ πόδας τὰς διαβολὰς μὴ ἀποκτεῖναι δυνηθεὶς ἀφῆκε· Λεύκιον δὲ τὸν ἀδελφὸν αὐτοῦ μετὰ τῶν κατηγόρων συστὰς καταδίκῃ περιέβαλε χρημάτων πολλῶν πρὸς τὸ δημόσιον, ἣν οὐκ ἔχων ἐκεῖνος ἀπολύσασθαι καὶ κινδυνεύων δεθῆναι μόλις ἐπικλήσει τῶν δημάρχων ἀφείθη.
对于此人,由于其显赫的家族和真正的自尊,他将那些诽谤踩在脚下,卡托无法毁灭他,因而放过了他;但他与起诉者联手对付其兄弟卢基乌斯,使卢基乌斯被判向国库缴纳巨额罚金,卢基乌斯无力偿还,面临被监禁的危险,最终通过向保民官申诉才艰难获释。
§15.3λέγεται δὲ καὶ νεανίσκῳ τινὶ τεθνηκότος πατρὸς ἐχθρὸν ἠτιμωκότι καὶ πορευομένῳ διʼ ἀγορᾶς μετὰ τὴν δίκην ἀπαντήσας ὁ Κάτων δεξιώσασθαι καὶ εἰπεῖν, ὅτι ταῦτα χρὴ τοῖς γονεῦσιν ἐναγίζειν, οὐκ ἄρνας οὐδʼ ἐρίφους, ἀλλʼ ἐχθρῶν δάκρυα καὶ καταδίκας.
据说,卡托在广场上遇到一个年轻人在审判后走过,这年轻人刚刚为亡父报仇、使仇敌名誉扫地,卡托便与他握手并说:“应当向父母祭奠这些东西,不是羔羊或山羊,而是仇敌的眼泪和定罪。
οὐ μὴν οὐδʼ αὐτός ἐν τῇ πολιτείᾳ περιῆν ἀθῷος, ἀλλʼ ὅπου τινὰ λαβὴν παράσχοι τοῖς ἐχθροῖς, κρινόμενος καὶ κινδυνεύων διετέλει.
”然而,他自己在政治生涯中也并非安然无恙,只要一给敌人留下把柄,就不断面临审判和危险。
§15.4λέγεται γὰρ ὀλίγον ἀπολιπούσας τῶν πεντήκοντα φυγεῖν δίκας, μίαν δὲ τὴν τελευταίαν ἓξ ἔτη καὶ ὀγδοήκοντα γεγονώς· ἐν ᾗ καὶ τὸ μνημονευόμενον εἶπεν, ὡς χαλεπόν ἐστιν ἐν ἄλλοις βεβιωκότα ἀνθρώποις ἐν ἄλλοις ἀπολογεῖσθαι.
据说,他作为被告所经历的审判只比五十次稍微少一些,而最后一次是他八十六岁的时候;在这次审判中,他还说了那句令人难忘的名言:一个在某些人中间度过一生的人,要在另一些人面前为自己辩护,是多么困难。
καὶ τοῦτο πέρας οὐκ ἐποιήσατο τῶν ἀγώνων, τεσσάρων δʼ ἄλλων ἐνιαυτῶν διελθόντων Σερουίου Γάλβα κατηγόρησεν ἐνενήκοντα γεγονὼς ἔτη.
而且,他并未以此作为自己斗争的终点,又过了四年,他在九十岁时起诉了塞尔维乌斯·加尔巴。
§15.5κινδυνεύει γὰρ ὡς ὁ Νέστωρ εἰς τριγονίαν τῷ βίῳ καὶ ταῖς πράξεσι κατελθεῖν.
因为他在生命和行动上,似乎像内斯托尔一样,跨越了三个世代。
Σκηπίωνι γὰρ, ὡς λέλεκται, τῷ μεγάλῳ πολλὰ διερισάμενος ἐν τῇ πολιτείᾳ διέτεινεν εἰς Σκηπίωνα τὸν νέον, ὃς ἦν ἐκείνου κατὰ ποίησιν υἱωνός, υἱὸς δὲ Παύλου τοῦ Περσέα καὶ Μακεδόνας καταπολεμήσαντος.
正如前文所说,他在政治上与大西庇阿进行了诸多争斗,并将这种斗争延伸到了小西庇阿身上,小西庇阿是大西庇阿名义上的孙子,也是征服了珀尔修斯和马其顿人的保卢斯之子。