Humanitext Reader

プルタルコス · 大カトー伝 §1.1-1.7

カトの出自と名前の由来および初期の軍歴

1 / 27 箇所 · ギリシア語

要旨

大カトの出自、名前にまつわる由来、強健な身体と自律、そして雄弁術と軍務における勇猛さについて紹介する。

§1.1Μάρκῳ δὲ Κάτωνί φασιν ἀπὸ Τούσκλου τὸ γένος εἶναι, δίαιταν δὲ καὶ βίον ἔχειν πρὸ τῶν στρατειῶν καὶ τῆς πολιτείας ἐν χωρίοις πατρῴοις περὶ Σαβίνους, τῶν δὲ προγόνων παντάπασιν ἀγνώστων γεγονέναι δοκούντων αὐτὸς ὁ Κάτων καὶ τὸν πατέρα Μᾶρκον ὡς ἀγαθὸν ἄνδρα καὶ στρατιωτικὸν ἐπαινεῖ, καὶ Κάτωνα τὸν πρόπαππον ἀριστείων πολλάκις τυχεῖν φησὶ καὶ πέντε πολεμιστὰς ἵππους ἐν μάχαις ἀποβαλόντα τὴν τιμὴν ἀπολαβεῖν ἐκ τοῦ δημοσίου διʼ ἀνδραγαθίαν.
マルクス・カトはトゥスクルムに出自があり、従軍や政治に関わる前は、サビニ地方にある父祖伝来の地で生活と暮らしを送っていたと言われている。 先祖はまったく無名であったと考えられているが、カト自身は父マルクスを優れた武勇ある人物として称賛しており、また曽祖父カトは何度も武勲を立てて戦闘で五頭の軍馬を失ったが、その勇敢さのゆえに公庫から補償を受け取ったと言っている。
§1.2εἰωθότων δὲ τῶν Ῥωμαίων τοὺς ἀπὸ γένους μὲν δόξαν οὐκ ἔχοντας, ἀρχομένους δὲ γνωρίζεσθαι διʼ αὑτῶν καινοὺς προσαγορεύειν ἀνθρώπους, ὥσπερ καὶ τὸν Κάτωνα προσηγόρευον, αὐτὸς ἔλεγε καινὸς εἶναι πρὸς ἀρχὴν καὶ δόξαν, ἔργοις δὲ προγόνων καὶ ἀρεταῖς παμπάλαιος, ἐκαλεῖτο δὲ τῷ τρίτῳ τῶν ὀνομάτων πρότερον οὐ Κάτων, ἀλλὰ Πρῖσκος, ὕστερον δὲ τὸν Κάτωνα τῆς δυνάμεως ἐπώνυμον ἔσχε Ῥωμαῖοι γὰρ τὸν ἔμπειρον κάτον ὀνομάζουσιν.
ローマ人には、家柄から受ける名声は持たないものの、自身の力によって名前が知られ始めた人々を、カトに対してそう呼んだように「新人」と呼ぶ習慣があった。 彼自身も、官職や名声に関しては「新人」であるが、先祖の業績と卓越性においては極めて古いと言っていた。 また彼は以前、三番目の名でカトではなくプリスクスと呼ばれていたが、後にその能力にちなんでカトという通称を得た。 ローマ人は経験豊かな者を「カトゥス」と呼ぶからである。
§1.3ἦν δὲ τὸ μὲν εἶδος ὑπόπυρρος καὶ γλαυκός, ὡς ὁ ποιήσας τὸ ἐπιγραμμάτιον οὐκ εὐμενῶς παρεμφαίνει " πυρρόν, πανδακέτην, γλαυκόμματον, οὐδὲ θανόντα Πόρκιον εἰς ἀίδην Φερσεφόνη δέχεται.
彼の容姿は赤毛で、青みがかった灰色の目をしていた。 エピグラムの作者が悪意を込めて以下のように仄めかしている通りである。 "赤毛で、すべてを噛み裂く、青い目のポルキウスは、死んでもペルセポネが冥府へと受け入れない。
" τὴν δὲ τοῦ σώματος ἕξιν αὐτουργίᾳ καὶ διαίτῃ σώφρονι καὶ στρατείαις ἀπʼ ἀρχῆς συντρόφου γεγονότος πάνυ χρηστικὴν εἶχε, καὶ πρὸς ἰσχὺν καὶ πρὸς ὑγίειαν ὁμαλῶς συνεστῶσαν.
"肉体の状態については、自ら耕作し、節度ある暮らしを送り、最初から従軍に慣れ親しんでいたために非常に実用的であり、強健さと健康の双方に対して等しく調和して整っていた。
§1.4τὸν δὲ λόγον, ὥσπερ δεύτερον σῶμα καὶ τῶν καλῶν, οὐ μόνον τῶν ἀναγκαίων ὄργανον ἀνδρὶ μὴ ταπεινῶς βιωσομένῳ μηδʼ ἀπράκτως, ἐξηρτύετο καὶ παρεσκεύαζεν ἐν ταῖς περιοικίσι κώμαις καὶ τοῖς πολιχνίοις ἑκάστοτε συνδικῶν τοῖς δεομένοις καὶ πρῶτον μὲν ἀγωνιστὴς εἶναι δοκῶν πρόθυμος, εἶτα καὶ ῥήτωρ ἱκανός, ἐκ δὲ τούτου μᾶλλον τοῖς χρωμένοις κατεφαίνετο βάρος τι καὶ φρόνημα περὶ αὐτὸν ἤθους πραγμάτων μεγάλων καὶ πολιτείας δεόμενον ἡγεμονικῆς.
言論を、卑しく生きたり何もしないで生きたりしようとしない男にとっての、第二の肉体であり、必要なことだけでなく美しきことのための道具であるとして、彼は近隣の村や小さな町で助けを求める人々のために毎回弁護を引き受けることによって鍛え、準備していた。 そして、最初は熱心な闘士であると思われ、次には有能な弁論家であると見なされた。 これによってさらに、彼に接する人々には、重厚さと人格の誇りが彼に備わっており、それは偉大な事業と指導的な国政を求めていることが明らかになった。
§1.5οὐ γὰρ μόνον, ὡς ἔοικε, μισθαρνίας καθαρὸν ἑαυτὸν ἐπὶ τὰς δίκας καὶ τοὺς ἀγῶνας παρεῖχεν, ἀλλʼ οὐδὲ τὴν δόξαν ὡς μέγιστον ἀγαπῶν ἐφαίνετο τὴν ἀπὸ τῶν τοιούτων ἀγώνων, πολὺ δὲ μᾶλλον ἐν ταῖς μάχαις ταῖς πρὸς τοὺς πολεμίους καὶ ταῖς στρατείαις βουλόμενος εὐδοκιμεῖν ἔτι μειράκιον ὢν τραυμάτων τὸ σῶμα μεστὸν ἐναντίων εἶχε.
というのも、彼は訴訟や法廷闘争において、自分自身を報酬の汚れから清く保って臨んだだけでなく、そうした闘いから得られる名声を最も愛しているようでもなく、はるかに敵との戦いや従軍において名を馳せることを望んでおり、まだ若者であった時に、体の前面に受けた傷でいっぱいであった。
§1.6φησὶ γὰρ αὐτὸς ἑπτακαίδεκα γεγονὼς ἔτη τὴν πρώτην στρατεύσασθαι στρατείαν περὶ ὃν Ἀννίβας χρόνον εὐτυχῶν ἐπέφλεγε τὴν Ἰταλίαν.
彼自身が言っているように、十七歳になった時に最初の従軍をした。 それはハンニバルが破竹の勢いでイタリアを焼き尽くしていた頃である。
παρεῖχε δʼ αὑτὸν ἐν ταῖς μάχαις τῇ μὲν χειρὶ πλήκτην, τῷ δὲ ποδὶ μόνιμον καὶ βέβαιον, γαῦρον δὲ τῷ προσώπῳ·
戦闘において彼は、手は力強く、足は不動で堅固であり、顔つきは不敵であった。
λόγου δʼ ἀπειλῇ καὶ τραχύτητι φωνῆς πρὸς τοὺς πολεμίους ἐχρῆτο, ὀρθῶς καὶ διανοούμενος καὶ διδάσκων, ὅτι πολλάκις τὰ τοιαῦτα τοῦ ξίφους μᾶλλον καταπλήττεται τοὺς ἐναντίους.
言葉による脅しと荒々しい声で敵に対峙したが、それは「そうしたものがしばしば剣以上に敵を威嚇する」と彼自身が正しく考え、また教えていたからであった。
§1.7ἐν δὲ ταῖς πορείαις αὐτὸς ἐβάδιζε φέρων τὰ ὅπλα, καὶ θεράπων εἷς εἵπετο τὰ πρὸς δίαιταν αὐτῷ κομίζων, ᾧ λέγεται μηδέποτε δυσκολᾶναι μηδὲ μέμψασθαι παραθέντι ἄριστον ἢ δεῖπνον, ἀλλὰ καὶ συλλαμβάνειν αὐτὸς τὰ πλεῖστα καὶ συμπαρασκευάζειν ἀπὸ τῶν στρατιωτικῶν γενόμενος ἔργων, ὕδωρ δʼ ἔπινεν ἐπὶ στρατείας, πλὴν εἴποτε διψήσας περιφλεγῶς ὄξος αἰτήσειεν ἢ τῆς ἰσχύος ἐνδιδούσης ἐπιλάβοι μικρὸν οἰνάριον.
行軍の際、彼は自分で武具を携えて歩き、彼のために生活必需品を運ぶ従者が一人だけ従っていた。 その従者が昼食や夕食を出した時に、不機嫌になったり非難したりしたことは一度もないと言われている。 むしろ、軍務から戻った後は、彼自身がその大半を手伝い、一緒に準備した。 従軍中は水を飲んでいたが、激しい渇きを覚えたときに酢を求めたり、体力が衰えたときに少しばかりの安いワインを口にしたりすることは例外であった。

語釈・文法注

  1. 1.1τῶν δὲ προγόνων παντάπασιν ἀγνώστων γεγονέναι δοκούντων — 分詞 `δοκούντων` を本動詞、不定詞 `γεγονέναι`(`γίγνομαι` の完了不定詞)を間接話法の補足とする絶対属格構文。主語は `τῶν προγόνων`。
  2. 1.2εἰωθότων δὲ τῶν Ῥωμαίων ... καινοὺς προσαγορεύειν ἀνθρώπους — `ἔθω` の完了分詞で現在義(「〜する習慣がある」)を持つ `εἰωθότων` を伴う絶対属格。これは不定詞 `προσαγορεύειν` を支配し、その対象である `τοὺς ἀπὸ γένους...`(家柄を持たない人々)と、述語対格である `καινοὺς ἀνθρώπους`(新人)を伴う。
  3. 1.4τὸν δὲ λόγον ... ἐξηρτύετο καὶ παρεσκεύαζεν — 直接目的語の対格 `τὸν λόγον` が、比較節(`ὥσπερ ... ὄργανον`)および未来分詞を伴う与格句(`ἀνδρὶ μὴ ταπεινῶς βιωσομένῳ...`)による長い挿入によって、支配動詞 `ἐξηρτύετο καὶ παρεσκεύαζεν` から大きく離隔している構造。
  4. 1.5μισθαρνίας καθαρὸν — 形容詞 `καθαρός`(清い、免れている)が分離を意味する属格 `μισθαρνίας`(報酬、賄賂)を支配する表現(「報酬を受け取ること観点から清い」)。

この箇所を引用する

プルタルコス, 大カトー伝 §1.1-1.7. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0007.tlg025.humanitext-grc2:1.1-1.7

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。