§19.1οὕτω δὲ τοῦ ἀγῶνος δίχα συνεστῶτος πρῶτοι μὲν ἐώσαντο τοὺς Πέρσας οἱ Λακεδαιμόνιοι·
このように戦闘が二つに分かれて行われる中で、まずラケダイモン人がペルシア人を押し戻した。
καὶ τὸν Μαρδόνιον ἀνὴρ Σπαρτιάτης ὄνομα Ἀρίμνηστος ἀποκτίννυσι, λίθῳ τὴν κεφαλὴν πατάξας, ὥσπερ αὐτῷ προεσήμανε τὸ ἐν Ἀμφιάρεω μαντεῖον.
そして、アリムネストスという名のスパルタの男が、石で頭を殴ってマルドニオスを討ち取った。 これは、アムピアラオスの神託所が彼に予め示していたとおりであった。
ἔπεμψε γὰρ ἄνδρα Λυδὸν ἐνταῦθα, Κᾶρα δὲ ἕτερον εἰς Τροφωνίου ὁ Μαρδόνιος· καὶ τοῦτον μὲν ὁ προφήτης Καρικῇ γλώσσῃ προσεῖπεν,
というのも、マルドニオスはリディア人の男をそこへ送り、もう一人のカリア人の男をトロポニオスのもとへと送ったが、このカリア人に対しては預言者がカリア語で話しかけたからである。
§19.2ὁ δὲ Λυδὸς ἐν τῷ σηκῷ τοῦ Ἀμφιάρεω κατευνασθεὶς ἔδοξεν ὑπηρέτην τινὰ τοῦ θεοῦ παραστῆναι καὶ κελεύειν αὐτὸν ἀπιέναι, μὴ βουλομένου δὲ λίθον εἰς τὴν κεφαλὴν ἐμβαλεῖν μέγαν, ὥστε δόξαι πληγέντα τεθνάναι τὸν ἄνθρωπον·
一方、リディア人はアムピアラオスの聖所で横になって眠ったとき、神の召使いのような者が傍らに立って、立ち去るように彼に命じる夢を見た。 彼が立ち去るのを拒むと、その召使いは大きな石を彼の頭に投げつけ、その男は殴られて死んだかのように思われた。
καὶ ταῦτα μὲν οὕτω γενέσθαι λέγεται.
これらのことはそのように起こったと言われている。
τοὺς δὲ φεύγοντας εἰς τὰ ξύλινα τείχη καθεῖρξαν.
彼らは逃げる敵を木造の砦に閉じ込めた。
ὀλίγῳ δʼ ὕστερον Ἀθηναῖοι τοὺς Θηβαίους τρέπονται, τριακοσίους τοὺς ἐπιφανεστάτους καὶ πρώτους διαφθείραντες ἐν αὐτῇ τῇ μάχῃ.
それから間もなくして、アテナイ人はテーバイ人を敗走させ、その戦闘において、最も著名で有力な三百人を殺害した。
§19.3γεγενημένης δὲ τῆς τροπῆς ἧκεν αὐτοῖς ἄγγελος πολιορκεῖσθαι τὸ βαρβαρικὸν εἰς τὰ τείχη κατακεκλεισμένον.
敗走が起きると、バルバロイが砦に閉じ込められて包囲されているという知らせを伝える伝令がアテナイ人のもとにやってきた。
οὕτω δὴ σώζεσθαι τοὺς Ἕλληνας ἐάσαντες ἐβοήθουν πρὸς τὰ τείχη·
そこで彼らは、ギリシア人たちが逃げ延びるのをそのままにして、砦へと救援に向かった。
καὶ τοῖς Λακεδαιμονίοις παντάπασιν ἀργῶς πρὸς τειχομαχίαν καὶ ἀπείρως ἔχουσιν ἐπιφανέντες αἱροῦσι τὸ στρατόπεδον φόνῳ πολλῷ τῶν πολεμίων.
そして、攻城戦に対してまったく不慣れで手も足も出ずにいたラケダイモン人の前に現れ、敵を多く殺戮してその陣を奪取した。
§19.4λέγονται γὰρ ἀπὸ τῶν τριάκοντα μυριάδων τετρακισμύριοι φυγεῖν σὺν Ἀρταβάζῳ, τῶν δʼ ὑπὲρ τῆς Ἑλλάδος ἀγωνισαμένων ἔπεσον οἱ πάντες ἐπὶ χιλίοις ἑξήκοντα καὶ τριακόσιοι.
というのも、三十万人のうち四万人がアルタバゾスとともに逃亡したと言われ、ギリシアのために戦った者のうち、戦死したのは全員で千三百六十人であったからである。
τούτων Ἀθηναῖοι μὲν ἦσαν δύο καὶ πεντήκοντα, πάντες ἐκ τῆς Αἰαντίδος φυλῆς, ὥς φησι Κλείδημος, ἀγωνισαμένης ἄριστα·
このうちアテナイ人は五十二人で、クレイデモスが言うには、最も見事に戦ったアイアンティス部族の者たちであった。
§19.5διὸ καὶ ταῖς Σφραγίτισι νύμφαις ἔθυον Αἰαντίδαι τὴν πυθόχρηστον θυσίαν ὑπὲρ τῆς νίκης, ἐκ δημοσίου τὸ ἀνάλωμα λαμβάνοντες·
それゆえ、アイアンティス部族の人々はスプラギティスのニンフたちに、公費から費用を賄って、勝利のためにピュティアの神託に命じられた犠牲を捧げた。
Λακεδαιμόνιοι δʼ ἑνὶ πλείους τῶν ἐνενήκοντα, Τεγεᾶται δʼ ἑκκαίδεκα.
一方、ラケダイモン人は九十一人、テゲア人は十六人であった。
θαυμαστὸν οὖν τὸ Ἡροδότου, πῶς μόνους τούτους φησὶν εἰς χεῖρας ἐλθεῖν τοῖς πολεμίοις, τῶν δʼ ἄλλων Ἑλλήνων μηδένα.
したがって、ヘロドトスが、これらだけが敵と交戦し、他のギリシア人は誰も交戦しなかったと言っているのは驚くべきことである。
καὶ γὰρ τὸ πλῆθος τῶν πεσόντων μαρτυρεῖ καὶ τὰ μνήματα κοινὸν γενέσθαι τὸ κατόρθωμα·
なぜなら、死者の数も墓も、その偉業が共同のものであったことを証明しているからである。
§19.6καὶ τὸν βωμὸν οὐκ ἂν ἐπέγραψαν οὕτως, εἰ μόναι τρεῖς πόλεις ἠγωνίσαντο, τῶν ἄλλων ἀτρέμα καθεζομένων·
また、もし三つのポリスだけが戦い、他のポリスが静観していただけであるならば、祭壇にこのように碑文を刻むことはなかったであろう。
"
τόνδε ποθʼ Ἕλληνες νίκας κράτει, ἔργῳ Ἄρηος,
Πέρσας ἐξελάσαντες ἐλευθέρᾳ Ἑλλάδι κοινὸν
ἱδρύσαντο Διὸς βωμὸν ἐλευθερίου. "
"かつてギリシア人は、勝利の力により、アレスの働きによって、ペルシア人を駆逐し、自由なギリシアのために、自由の神ゼウスの共同の祭壇を建てた。
§19.7ταύτην τὴν μάχην ἐμαχέσαντο τῇ τετράδι τοῦ Βοηδρομιῶνος ἱσταμένου κατʼ Ἀθηναίους, κατὰ δὲ Βοιωτοὺς τετράδι τοῦ Πανέμου φθίνοντος, ᾗ καὶ νῦν ἔτι τὸ Ἑλληνικὸν ἐν Πλαταιαῖς ἀθροίζεται συνέδριον καὶ θύουσι τῷ ἐλευθερίῳ Διῒ Πλαταιεῖς ὑπὲρ τῆς νίκης.
"この戦闘は、アテナイ人の暦によればボエドロミオン月の初めから四日目に、ボイオティア人の暦によればパネモス月の終わりから四日目に行われた。 その日には今日でもなお、プラタイアイにおいてギリシアの評議会が集まり、プラタイアイの人々は勝利を記念して自由の神ゼウスに犠牲を捧げている。
τὴν δὲ τῶν ἡμερῶν ἀνωμαλίαν οὐ θαυμαστέον, ὅπου καὶ νῦν διηκριβωμένων τῶν ἐν ἀστρολογίᾳ μᾶλλον ἄλλην ἄλλοι μηνὸς ἀρχὴν καὶ τελευτὴν ἄγουσιν.
日付の不一致は驚くべきことではない。 今日のように天文学がより精密になった時代でさえ、人々によって月の始まりと終わりが異なっているのだから。