Humanitext Reader

プルタルコス · ファビウス・マクシムス伝 §3.1-3.6

トラシメヌス湖畔の敗戦と独裁官の選出

3 / 27 箇所 · ギリシア語

要旨

フラミニウスは警告を無視して進軍し、トラシメヌス湖畔の戦いで激しい地震に気付かないほどの激戦の末に戦死、ローマ軍は壊滅した。この未曾有の危機を受け、ローマの民衆は強大な権力を持つ独裁官にファビウス・マクシムスを任命することを決意する。

§3.1οὐ μὴν ἔπεισε τὸν Φλαμίνιον, ἀλλὰ φήσας οὐκ ἀνέξεσθαι προσιόντα τῇ Ῥώμῃ τὸν πόλεμον οὐδʼ, ὥσπερ ὁ παλαιὸς Κάμιλλος, ἐν τῇ πόλει διαμαχεῖσθαι περὶ αὐτῆς, τὸν μὲν στρατὸν ἐξάγειν ἐκέλευσε τοὺς χιλιάρχους, αὐτὸς ἐπὶ τὸν ἵππον ἀλλόμενος ἐξ οὐδενὸς αἰτίου προδήλου παραλόγως ἐντρόμου τοῦ ἵππου γενομένου καὶ πτυρέντος ἐξέπεσε καὶ κατενεχθεὶς ἐπὶ κεφαλὴν ὅμως οὐδὲν ἔτρεψε τῆς γνώμης, ἀλλʼ ὡς ὥρμησεν ἐξ ἀρχῆς ἀπαντῆσαι τῷ Ἀννίβᾳ, περὶ τὴν καλουμένην Θρασυμένην λίμνην τῆς Τυρρηνίας παρετάξατο.
しかし、彼はフラミニウスを説得できなかった。 それどころか、フラミニウスは戦争がローマに近づくのを容認するつもりはなく、かつてのカミッルスの時のように、市内において市をめぐって徹底的に戦うつもりもないと言って、千人隊長たちに軍隊を率い出すよう命じた。 彼自身が馬に飛び乗ろうとしたところ、何の明白な理由もないのに馬が理不尽にもおびえて暴れたため投げ出された。 そして頭から真っ逆さまに落ちたが、それでもなお決意をいささかも変えず、最初からハンニバルに立ち向かおうと急いでいた通りに、エトルリアのいわゆるトラシメヌス湖のあたりで陣を敷いた。
§3.2τῶν δὲ στρατιωτῶν συμβαλόντων εἰς χεῖρας ἅμα τῷ καιρῷ τῆς μάχης συνέπεσε σεισμός, ὑφʼ οὗ καὶ πόλεις ἀνετράπησαν καὶ ῥεύματα ποταμῶν ἐξ ἕδρας μετέστη καὶ κρημνῶν ὑπώρειαι περιρράγησαν.
兵士たちが接戦に入ったまさにその戦闘の瞬間に、地震が突如として起こり、そのために諸都市が転覆し、河川の流れがその川床から変わり、崖の麓が崩れ落ちた。
ἀλλὰ, καίπερ οὕτω γενομένου βιαίου τοῦ πάθους οὐδεὶς τὸ παράπαν ᾔσθετο τῶν μαχομένων,
しかし、その天変地異がこれほどまでに激しかったにもかかわらず、戦っている者たちのうち誰も全くそれに気づかなかった。
§3.3αὐτὸς μὲν οὖν ὁ Φλαμίνιος πολλὰ καὶ τόλμης ἔργα καὶ ῥώμης ἐπιδεικνύμενος ἔπεσε, καὶ περὶ αὐτὸν οἱ κράτιστοι·
さて、フラミニウス自身は、大胆さと力強さを示す数々の働きを見せながら討ち死にし、彼の周囲の最も勇敢な者たちも倒れた。
τῶν δʼ ἄλλων τραπέντων πολὺς ἦν φόνος, καὶ πεντακισχίλιοι πρὸς μυρίοις κατεκόπησαν, καὶ ἑάλωσαν ἕτεροι τοσοῦτοι, τὸ δὲ Φλαμινίου σῶμα φιλοτιμούμενος θάψαι καὶ κοσμῆσαι διʼ ἀρετὴν ὁ Ἀννίβας οὐχ εὗρεν ἐν τοῖς νεκροῖς, ἀλλʼ ἠγνοεῖτο τὸ παράπαν ὅπως ἠφανίσθη.
他の者たちが敗走すると、夥しい虐殺が起こり、一万五千人が切り殺され、別の同数の者たちが捕虜となった。 ハンニバルは、フラミニウスの遺体をその勇気に敬意を表して埋葬し、丁重に弔うことを熱望したが、死者たちの中にそれを見つけることができず、それがどのようにして消え去ったのかは全くもって不明のままであった。
§3.4τὴν μὲν οὖν ἐπὶ τοῦ Τρεβίου γενομένην ἧτταν οὔθʼ ὁ γράψας στρατηγὸς οὔθʼ ὁ πεμφθεὶς ἄγγελος ἀπʼ εὐθείας ἔφρασεν, ἀλλʼ ἐψεύσατο τὴν νίκην ἐπίδικον αὐτοῖς καὶ ἀμφίδοξον γενέσθαι·
さて、トレビア川での敗北については、報告書を書いた将軍も派遣された使者も、ありのままに伝えることはせず、勝利は彼らにとって未決であり疑わしい状態にあると偽って言った。
περὶ δὲ ταύτης ὡς πρῶτον ἤκουσεν ὁ στρατηγὸς Πομπώνιος, συναγαγὼν εἰς ἐκκλησίαν τὸν δῆμον οὐ περιπλοκὰς οὐδὲ παραγωγὰς ἀλλʼ ἄντικρυς ἔφη προσελθών Νενικήμεθα, ὦ ἄνδρες Ῥωμαῖοι, μεγάλῃ μάχῃ, καὶ διέφθαρται τὸ στρατόπεδον, καὶ Φλαμίνιος ὕπατος ἀπόλωλεν.
しかし、今回の敗北について、法務官ポンポニウスは耳にするやいなや、民衆を民会に召集し、まわりくどい表現やはぐらかしをすることなく、率直に進み出てこう言った。 「ローマの市民たちよ、我々は大変な戦いで敗北した。 軍隊は壊滅し、執政官フラミニウスは戦死した。
ἀλλὰ βουλεύεσθε περὶ σωτηρίας αὑτῶν καὶ ἀσφαλείας.
さあ、あなた方自身の生存と安全について策を練られよ。
§3.5οὗτος μὲν οὖν ὥσπερ πνεῦμα τὸν λόγον ἐμβαλὼν εἰς πέλαγος τοσούτου δῆμου συνετάραξε τὴν πόλιν, οὐδʼ ἑστάναι πρὸς τοσαύτην ἔκπληξιν οἱ λογισμοὶ καὶ διαμένειν ἐδύναντο.
」さて、この者は、言葉をあたかも突風のようにこれほど巨大な民衆という大海原に投げ込んで都市を大混乱に陥れ、これほどの驚愕を前にして、理性的な思考は保たれることも維持されることもできなかった。
πάντες δʼ εἰς μίαν γνώμην συνήχθησαν ἀνυπευθύνου δεῖσθαι τὰ πράγματα μοναρχίας, ἣν δικτατορίαν καλοῦσι, καὶ τοῦ μεταχειριουμένου ταύτην ἀθρύπτως καὶ ἀδεῶς ἀνδρός·
そして全員が、国事(状況)は、彼らが独裁官職と呼ぶ責任を問われない一頭政治と、これを厳格に、かつ恐れることなく執り行う人物を必要としているという、一つの意見に達した。
§3.6εἶναι δὲ τοῦτον ἕνα Φάβιον Μάξιμον, ἰσόρροπον ἔχοντα, τῷ μεγέθει τῆς ἀρχῆς τὸ φρόνημα καὶ τὸ ἀξίωμα τοῦ ἤθους, ἡλικίας τε κατὰ τοῦτο γεγενημένον ἐν ᾧ συνέστηκεν ἔτι πρὸς τὰ τῆς ψυχῆς βουλεύματα τὸ σῶμα τῇ ῥώμῃ καὶ συγκέκραται τῷ φρονίμῳ τὸ θαρραλέον.
そして、その人物とはファビウス・マクシムスただ一人であり、彼の精神と人格の品格は、その支配権の大きさと釣り合っており、年齢においても、肉体がいまだその強さにおいて魂の計画に応じることができ、勇気が思慮と調和して混ざり合っているような時期に達しているのである。

語釈・文法注

  1. §3.1ἀνέξεσθαι προσιόντα τῇ Ῥώμῃ τὸν πόλεμον — 動詞 `ἀνέχομαι`(耐える、許容する)は分詞を補語に取る。ここでは `τὸν πόλεμον`(戦争)が補語となる分詞 `προσιόντα` の意味上の主語であり、「戦争がローマに接近するのを容認する」という意味になる。
  2. §3.2καίπερ οὕτω γενομένου βιαίου τοῦ πάθους — 譲歩を示す小辞 `καίπερ` が、通常の分詞の一致修飾ではなく、属格絶対(独立分詞構文)の `γενομένου βιαίου τοῦ πάθους` に直接結合している。
  3. §3.5ἀνυπευθύνου δεῖσθαι τὰ πράγματα μοναρχίας — 不定詞 `δεῖσθαι` は動詞 `δέομαι`(必要とする、欠いている)の現在不定詞(ここでは間接話法)であり、主語は対格の `τὰ πράγματα`、要求される対象は属格の `μοναρχίας` である。また、これに並列する `τοῦ ... ἀνδρός` も `δεῖσθαι` に支配されている。

この箇所を引用する

プルタルコス, ファビウス・マクシムス伝 §3.1-3.6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0007.tlg013.humanitext-grc2:3.1-3.6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。