§3.1οὐ μὴν ἔπεισε τὸν Φλαμίνιον, ἀλλὰ φήσας οὐκ ἀνέξεσθαι προσιόντα τῇ Ῥώμῃ τὸν πόλεμον οὐδʼ, ὥσπερ ὁ παλαιὸς Κάμιλλος, ἐν τῇ πόλει διαμαχεῖσθαι περὶ αὐτῆς, τὸν μὲν στρατὸν ἐξάγειν ἐκέλευσε τοὺς χιλιάρχους, αὐτὸς ἐπὶ τὸν ἵππον ἀλλόμενος ἐξ οὐδενὸς αἰτίου προδήλου παραλόγως ἐντρόμου τοῦ ἵππου γενομένου καὶ πτυρέντος ἐξέπεσε καὶ κατενεχθεὶς ἐπὶ κεφαλὴν ὅμως οὐδὲν ἔτρεψε τῆς γνώμης, ἀλλʼ ὡς ὥρμησεν ἐξ ἀρχῆς ἀπαντῆσαι τῷ Ἀννίβᾳ, περὶ τὴν καλουμένην Θρασυμένην λίμνην τῆς Τυρρηνίας παρετάξατο.
然而,他并没有说服弗拉米尼乌斯,后者宣称他不能容忍战争逼近罗马,也不会像古时的卡米卢斯那样在城内为之拼死决战,于是命令军中千夫长带兵出征。 当他自己跃上马鞍时,马匹无缘无故地异常惊恐并暴烈起来,将他摔了下来。 他虽然头朝下摔了下去,却丝毫没有改变主意,而是正如他最初急于迎战汉尼拔那样,在伊特鲁里亚所谓的特拉西梅诺湖附近排兵布阵。
§3.2τῶν δὲ στρατιωτῶν συμβαλόντων εἰς χεῖρας ἅμα τῷ καιρῷ τῆς μάχης συνέπεσε σεισμός, ὑφʼ οὗ καὶ πόλεις ἀνετράπησαν καὶ ῥεύματα ποταμῶν ἐξ ἕδρας μετέστη καὶ κρημνῶν ὑπώρειαι περιρράγησαν.
在士兵们交手、战斗爆发的时刻,恰逢发生了一场地震,以致城市被震毁,河流改道,悬崖山麓断裂崩溃。
ἀλλὰ, καίπερ οὕτω γενομένου βιαίου τοῦ πάθους οὐδεὶς τὸ παράπαν ᾔσθετο τῶν μαχομένων,
然而,尽管这场震动如此剧烈,交战中的人却完全没有一个察觉到它。
§3.3αὐτὸς μὲν οὖν ὁ Φλαμίνιος πολλὰ καὶ τόλμης ἔργα καὶ ῥώμης ἐπιδεικνύμενος ἔπεσε, καὶ περὶ αὐτὸν οἱ κράτιστοι· τῶν δʼ ἄλλων τραπέντων πολὺς ἦν φόνος, καὶ πεντακισχίλιοι πρὸς μυρίοις κατεκόπησαν, καὶ ἑάλωσαν ἕτεροι τοσοῦτοι, τὸ δὲ Φλαμινίου σῶμα φιλοτιμούμενος θάψαι καὶ κοσμῆσαι διʼ ἀρετὴν ὁ Ἀννίβας οὐχ εὗρεν ἐν τοῖς νεκροῖς, ἀλλʼ ἠγνοεῖτο τὸ παράπαν ὅπως ἠφανίσθη.
弗拉米尼乌斯本人展现出许多勇敢和强壮的举动后战死,他周围最英勇的人也随之倒下;其余的人败退时,发生了惨烈的大屠杀,一万五千人被斩杀,另有同等数量的人被俘。 汉尼拔因敬重弗拉米尼乌斯的英勇,极想找到他的尸体予以埋葬和祭奠,但在死者中未能找到,它究竟是如何消失的,完全不得而知。
§3.4τὴν μὲν οὖν ἐπὶ τοῦ Τρεβίου γενομένην ἧτταν οὔθʼ ὁ γράψας στρατηγὸς οὔθʼ ὁ πεμφθεὶς ἄγγελος ἀπʼ εὐθείας ἔφρασεν, ἀλλʼ ἐψεύσατο τὴν νίκην ἐπίδικον αὐτοῖς καὶ ἀμφίδοξον γενέσθαι·
至于在特雷比亚河所遭受的失败,无论是写信的将军还是派去的使者,都没有直截了当地说明,而是谎称胜利对他们来说是未决且可疑的。
περὶ δὲ ταύτης ὡς πρῶτον ἤκουσεν ὁ στρατηγὸς Πομπώνιος, συναγαγὼν εἰς ἐκκλησίαν τὸν δῆμον οὐ περιπλοκὰς οὐδὲ παραγωγὰς ἀλλʼ ἄντικρυς ἔφη προσελθών
Νενικήμεθα, ὦ ἄνδρες Ῥωμαῖοι, μεγάλῃ μάχῃ, καὶ διέφθαρται τὸ στρατόπεδον, καὶ Φλαμίνιος ὕπατος ἀπόλωλεν.
但当法务官蓬波尼乌斯一听到这次的失败,便召集民众举行大会,他没有绕圈子也没有托词,而是直接走上前说道:“罗马人啊,我们在一次重大的战役中被击败了,军队被消灭了,执政官弗拉米尼乌斯也牺牲了。
ἀλλὰ βουλεύεσθε περὶ σωτηρίας αὑτῶν καὶ ἀσφαλείας.
所以,请为你们自己的生存与安全商议对策吧。
§3.5οὗτος μὲν οὖν ὥσπερ πνεῦμα τὸν λόγον ἐμβαλὼν εἰς πέλαγος τοσούτου δῆμου συνετάραξε τὴν πόλιν, οὐδʼ ἑστάναι πρὸς τοσαύτην ἔκπληξιν οἱ λογισμοὶ καὶ διαμένειν ἐδύναντο.
” 他这一番话,犹如狂风卷入如此庞大的人海,震动了整个城市,在如此巨大的惊恐面前,人们的理智根本无法保持镇定和维持。
πάντες δʼ εἰς μίαν γνώμην συνήχθησαν ἀνυπευθύνου δεῖσθαι τὰ πράγματα μοναρχίας, ἣν δικτατορίαν καλοῦσι, καὶ τοῦ μεταχειριουμένου ταύτην ἀθρύπτως καὶ ἀδεῶς ἀνδρός·
大家一致达成一个共识:国家事务需要一个不受追责的君主权力,即他们所称的独裁官职,以及一个能坚定且无所畏惧地执掌此权的人。
§3.6εἶναι δὲ τοῦτον ἕνα Φάβιον Μάξιμον, ἰσόρροπον ἔχοντα, τῷ μεγέθει τῆς ἀρχῆς τὸ φρόνημα καὶ τὸ ἀξίωμα τοῦ ἤθους, ἡλικίας τε κατὰ τοῦτο γεγενημένον ἐν ᾧ συνέστηκεν ἔτι πρὸς τὰ τῆς ψυχῆς βουλεύματα τὸ σῶμα τῇ ῥώμῃ καὶ συγκέκραται τῷ φρονίμῳ τὸ θαρραλέον.
而他们认为这个人唯有法比乌斯·马克西穆斯,他的气魄与品格的尊严与这一职权之伟大相称,且他的年龄正处于肉体仍有力量支持心灵之谋划,而勇气又与慎重相调和的阶段。