§26.1αὖθις οὖν καθʼ ἑτέραν ὁδὸν ἀπαντῶν ὁ Φάβιος τῷ Σκηπίωνι κατεκώλυε τοὺς ὁρμωμένους αὐτῷ συστρατεύεσθαι τῶν νέων καὶ κατεῖχεν, ἔν τε ταῖς βουλαῖς καὶ ταῖς ἐκκλησίαις βοῶν ὡς οὐκ αὐτὸς Ἀννίβαν ἀποδιδράσκοι μόνος ὁ Σκηπίων, ἀλλὰ καὶ τὴν ὑπόλοιπον ἐκπλέοι λαβὼν δύναμιν ἐκ τῆς Ἰταλίας, δημαγωγῶν ἐλπίσι τοὺς νέους καὶ ἀναπείθων ἀπολιπεῖν γονέας καὶ γυναῖκας καὶ πόλιν, ἧς ἐν θύραις ἐπικρατῶν καὶ ἀήττητος ὁ πολέμιος κάθηται.
そこでファビウスは、再び別の方法でスキピオに対抗し、若者たちのうち彼とともに従軍しようと熱望する者たちを妨げて引き留め、元老院や民衆集会において、スキピオ自身がハンニバルから逃亡しているだけではなく、イタリアに残された軍勢をも率いて船出し、甘い言葉で若者たちに希望を抱かせて、門口で無敗の敵が支配し居座っているというのに、彼らに親や妻、そして祖国を捨て去るよう説得しているのだ、と大声で叫び立てた。
καὶ μέντοι ταῦτα λέγων ἐφόβησε τοὺς Ῥωμαίους,
そして実際、このように語ることで彼はローマ人たちを恐怖に陥れた。
§26.2καὶ μόνοις αὐτὸν ἐψηφίσαντο χρῆσθαι τοῖς ἐν Σικελίᾳ, στρατεύμασι καὶ τῶν ἐν Ἰβηρίᾳ γεγονότων μετʼ αὐτοῦ τριακοσίους ἄγειν, οἷς ἐχρῆτο πιστοῖς.
その結果、彼らはシチリアにある軍勢だけをスキピオに用いることを決議し、またイベリアで彼のもとにいた者たちのうちから、彼が信頼できる者として用いていた三百人だけを連れていくことを許した。
ταῦτα μὲνοὖν ἐδόκει πολιτεύεσθαι πρὸς τὴν ἑαυτοῦ φύσιν ὁ Φάβιος.
ファビウスのこのような策動は、彼自身の本性に従ったものと思われた。
ἐπεὶ δὲ Σκηπίωνος εἰς Λιβύην διαβάντος εὐθὺς ἔργα θαυμαστὰ καὶ πράξεις ὑπερήφανοι τὸ μέγεθος καὶ τὸ κάλλος εἰς Ῥώμην ἀπηγγέλλοντο, καὶ μαρτυροῦντα ταῖς φήμαις εἵπετο λάφυρα πολλὰ, §26.3καὶ βασιλεὺς ὁ Νομάδων αἰχμάλωτος, καὶ δύο στρατοπέδων ὑφʼ ἕνα καιρὸν ἐμπρήσεις καὶ φθορά πολλῶν μὲν ἀνθρώπων, πολλῶν δʼ ὅπλων καὶ ἵππων ἐν αὐτοῖς συγκατακεκαυμένων, καὶ πρεσβεῖαι πρὸς Ἀννίβαν ἐπέμποντο παρὰ Καρχηδονίων καλούντων καὶ δεομένων ἐάσαντα τὰς ἀτελεῖς ἐκείνας ἐλπίδας οἴκαδε βοηθεῖν,
しかし、スキピオがリビアに渡ると、直ちに驚くべき偉業や、その規模と見事さにおいて比類なき行動がローマに報告され、その噂を裏付ける多くの戦利品がそれに続き、ヌミディア人の王が捕虜となり、一時に二つの陣営が放火されて、多くの人間と、彼らとともに焼き尽くされた多くの武器や馬が滅ぼされ、さらにカルタゴ人からハンニバルのもとへ使節が送られて、あの実りのない希望を捨てて本国を救援しに戻るよう召喚し懇願していることが伝えられると、ローマでは誰もがこの成功のためにスキピオを口々に称賛していたが、ファビウスはスキピオに後継者を送るべきだと主張した。
§26.4ἐν δὲ Ῥώμῃ πάντων ἐχόντων τὸν Σκηπίωνα διὰ στόματος ἐπὶ τοῖς κατορθώμασι, Φάβιος ἠξίου πέμπεσθαι Σκηπίωνι διάδοχον, ἄλλην μὲν οὐκ ἔχων πρόφασιν, εἰπὼν δὲ τὸ μνημονευόμενον, ὡς ἐπισφαλές ἐστι πιστεύειν ἀνδρὸς ἑνὸς τύχῃ τηλικαῦτα πράγματα, χαλεπὸν γὰρ ἀεὶ εὐτυχεῖν τὸν αὐτόν, οὕτω προσέκρουσεν ἤδη πολλοῖς, ὡς δύσκολος ἀνὴρ καὶ βάσκανος ἢ πάμπαν ὑπὸ γήρως ἄτολμος γεγονὼς καὶ δύσελπις, περαιτέρω τε τοῦ μετρίου κατατεθαμβημένος τὸν Ἀννίβαν.
彼はほかにこれといった口実も持たず、ただ語り草となっている「一人の人間の運にこれほど重大な事柄を委ねることは極めて危険である、なぜなら同じ人間が常に幸運であり続けることは困難だからである」という言葉を述べるだけであったため、彼はすでに多くの人々から、気難しく嫉妬深い男であるとか、あるいは老齢のために完全に臆病になり希望を失ってしまい、度を越してハンニバルに畏怖している者であるとして、反感を買うことになった。
§26.5οὐδὲ γὰρ ἐκπλεύσαντος αὐτοῦ μετὰ τῶν δυνάμεων ἐξ Ἰταλίας εἴασε τὸ χαῖρον καὶ τεθαρρηκὸς τῶν πολιτῶν ἀθόρυβον καὶ βέβαιον, ἀλλὰ τότε δὴ μάλιστα τὰ πράγματα τῇ πόλει θεούσῃ παρὰ τὸν ἔσχατον κίνδυνον ἐπισφαλῶς ἔχειν ἔλεγε βαρύτερον γὰρ ἐν Λιβύῃ πρὸ Καρχηδόνος αὐτοῖς Ἀννίβαν ἐμπεσεῖσθαι, καὶ στρατὸν ἀπαντήσειν Σκηπίωνι πολλῶν ἔτι θερμὸν αὐτοκρατόρων αἵματι καὶ δικτατόρων καὶ ὑπάτων·
なぜなら、ハンニバルが軍勢を引き連れてイタリアから船出したときでさえ、彼は市民たちの喜びと自信を、平静で確かなものとして喜ばせることはせず、むしろその時こそ、国家が究極の危険に向かって突き進んでおり、事態は極めて危機的な状況にあるのだと語ったからである。 すなわち、リビアにおいてカルタゴの目の前で、彼らにハンニバルがいっそう激しく襲いかかるであろうし、いまだ多くの将軍や独裁官、執政官たちの血で温かい軍勢がスキピオに立ちはだかるだろう、というのである。
ὥστε τὴν πόλιν αὖθις ὑπὸ τῶν λόγων τούτων ἀναταράττεσθαι, καὶ τοῦ πολέμου μεθεστῶτος εἰς Λιβύην ἐγγυτέρω τῆς Ῥώμης οἴεσθαι γεγονέναι τὸν φόβον.
その結果、市はこれらの言葉によって再び動揺させられ、戦争がリビアに移ったというのに、恐怖がローマにより近づいたかのように思われた。