§27.1ἀλλὰ Σκηπίων μὲν οὐ μετὰ πολὺν χρόνον αὐτόν τε νικήσας μάχῃ κατὰ κράτος Ἀννίβαν καὶ καταβαλὼν τὸ φρόνημα καὶ καταπατήσας τῆς Καρχηδόνος ὑποπεσούσης, ἀπέδωκε μείζονα χαρὰν ἁπάσης ἐλπίδος τοῖς πολίταις, καὶ τὴν ἡγεμονίαν ὡς ἀληθῶς
πολλῷ σάλῳ σεισθεῖσαν ὤρθωσε πάλιν·
しかしスキピオは、ほどなくして戦闘において力づくでハンニバル自身を破り、その高慢さを挫き、屈服したカルタゴを踏みにじって、市民たちにあらゆる期待を超える大きな喜びをもたらし、そしてまさに、「大揺れに揺れた支配権を再び真っ直ぐに立て直した」。
Φάβιος δὲ Μάξιμος οὐ διήρκεσε τῷ βίῳ πρὸς τὸ τοῦ πολέμου τέλος, οὐδʼ ἤκουσεν Ἀννίβαν ἡττημένον, οὐδὲ τὴν μεγάλην καὶ βέβαιον εὐτυχίαν τῆς πατρίδος ἐπεῖδεν, ἀλλὰ περὶ ὃν χρόνον Ἀννίβας ἀπῆρεν ἐξ Ἰταλίας νόσῳ καμὼν ἐτελεύτησεν.
一方、ファビウス・マクシムスは戦争の結末まで生きながらえることはできず、ハンニバルが敗北したことを聞くことも、祖国の偉大で確実な幸福を目にすることもなく、ハンニバルがイタリアから退去したまさにその頃、病にかかって没した。
§27.2Ἐπαμεινώνδαν μὲν οὖν Θηβαῖοι δημοσίᾳ διὰ πενίαν, ἣν ἀπέλιπεν ὁ ἀνὴρ, ἔθαψαν οὐδὲν γὰρ οἴκοι τελευτήσαντος εὑρεθῆναι πλὴν ὀβελίσκον σιδηροῦν λέγουσι·
さて、テーバイ人たちはエパメイノンダスを、その男が残した貧しさゆえに公費で葬った。 彼が亡くなったとき、家には鉄の串一本のほかには何も見つからなかったと言われているからである。
Φάβιον δὲ Ῥωμαῖοι δημοσίᾳ μὲν οὐκ ἐκήδευσαν, ἰδίᾳ ὁ ἑκάστου τὸ σμικρότατον αὐτῷ τῶν νομισμάτων ἐπενεγκόντος, οὐχ ὡς διʼ ἔνδειαν προσαρκούντων, ἀλλʼ ὡς πατέρα τοῦ δήμου θάπτοντος, ἔσχε τιμὴν καὶ δόξαν ὁ θάνατος αὐτοῦ τῷ βίῳ πρέπουσαν.
一方、ローマ人たちはファビウスを公費で葬ることはしなかったが、個人として、各々が最も少額の貨幣を彼のために持ち寄り、それは貧しさのために援助するというのではなく、人民の父を葬る者としてであり、彼の死は、その生涯にふさわしい名誉と栄光を得たのである。