§12.1ἐν τοσούτῳ δὲ κακῷ τῶν Ῥωμαίων ὄντων οὐκ ἔλαθεν ὁ κίνδυνος τὸν Φάβιον, ἀλλὰ καὶ τὸ μέλλον, ὡς ἔοικεν, ἤδη προειληφώς τήν τε δύναμιν συντεταγμένην εἶχεν ἐπὶ τῶν ὅπλων καὶ τὰ πραττόμενα γινώσκειν ἐφρόντιζεν οὐ διʼ ἀγγέλων, ἀλλʼ αὐτὸς ἔχων κατασκοπὴν πρὸ τοῦ χάρακος.
ローマ兵たちがそのような苦境にある間、その危険はファビウスに気づかれぬままではなかった。 そればかりか、おそらくはすでに起こるべきことを前もって察知していたので、彼は自軍を武装させて整列させておき、行われていることを、使者を通じてではなく、自ら陣営の前に監視所を置いて知るよう努めていた。
ὡς οὖν κατεῖδε κυκλούμενον καὶ ταραττόμενον τὸ στράτευμα, καὶ κραυγὴ προσέπιπτεν οὐ μενόντων, ἀλλʼ ἤδη πεφοβημένων καὶ τρεπομένων, §12.2μηρόν τε πληξάμενος καὶ στενάξας μέγα πρὸς μὲν τοὺς παρόντας εἶπεν
ὮἩράκλεις, ὡς τάχιον μὲν ἢ ἐγὼ προσεδόκων, βράδιον δʼ ἢ αὐτὸς ἔσπευδε Μινούκιος ἑαυτὸν ἀπολώλεκε,
τὰς· δὲ σημαίας ἐκφέρειν κατὰ τάχος καὶ τὸν στρατὸν ἕπεσθαι κελεύσας ἀνεβόησε·
それゆえ彼が、軍が包囲され混乱しているのを目にし、また踏みとどまる者たちではなく、すでに恐怖に駆られて敗走しつつある者たちの叫び声が届いたとき、彼は太ももを叩き、大きくため息をついて、居合わせた者たちに向かって言った。 「おお、ヘラクレスよ、ミヌキウスは私が予想していたよりも早く、しかし彼自身が急いでいたよりは遅く、身を滅ぼしてしまった。 」そして、軍旗を大至急進めさせ、軍を従わせるよう命じてから、大声で叫んだ。
νῦν τις, ὦ στρατιῶται, Μάρκου Μινουκίου μεμνημένος ἐπειγέσθω·
「兵士たちよ、今こそ、マルクス・ミヌキウスを心に留めて急ぎ進め。
λαμπρὸς γὰρ ἁνὴρ καὶ φιλόπατρις, εἰ δέ τι σπεύδων ἐξελάσαι τοὺς πολεμίους ἥμαρτεν, αὖθις αἰτιασόμεθα.
彼は傑出した人物であり、祖国を愛する者だからだ。 たとえ、敵を追い払おうと急ぐあまりに何らかの過ちを犯したとしても、それを責めるのは後からにしよう。
§12.3πρῶτον μὲν οὖν ἐπιφανεὶς τρέπεται καὶ διασκίδνησι τοὺς ἐν τῷ πεδίῳ περιελαύνοντας Νομάδας·
」こうして彼がまず姿を現すと、平原を駆け巡っていたヌミディア兵たちを敗走させ、散り散りにした。
εἶτα πρὸς τοὺς μαχομένους καὶ κατὰ νώτου τῶν Ῥωμαίων ὄντας ἐχώρει καὶ τοὺς ἐμποδὼν ἔκτεινεν, οἱ δὲ λοιποί, πρὶν ἀποληφθῆναι καὶ γενέσθαι περιπετεῖς οἷς αὐτοὶ τοὺς Ῥωμαίους ἐποίησαν, ἐγκλίναντες ἔφυγον.
次いで、戦闘中で、ローマ兵たちの背後に回っていた者たちへと進撃し、行く手に立ちふさがる者たちを切り伏せた。 残りの者たちは、退路を断たれ、自分たちがローマ兵たちに対して行ったのと同じ目に遭う前に、身を翻して逃げ去った。
§12.4ὁρῶν δʼ ὁ Ἀννίβας τήν μεταβολὴν καὶ τὸν Φάβιον εὐρώστως παρʼ ἡλικίαν διὰ τῶν μαχομένων ὠθούμενον ἄνω πρὸς τὸν Μινούκιον εἰς τὸν όφον, ἐπέσχε τήν μάχην, καὶ τῇ σάλπιγγι σημήνας ἀνάκλησιν ἀπῆγεν εἰς τὸν χάρακα τοὺς Καρχηδονίους, ἀσμένως καὶ τῶν Ῥωμαίων ἀποτρεπομένων, λέγεται δʼ αὐτὸν ἀπιόντα περὶ τοῦ Φαβίου πρὸς τοὺς φίλους εἰπεῖν τι τοιοῦτον μετὰ παιδιᾶς·
ハンニバルは戦況の一変を目にし、そしてファビウスが、その年齢に似合わず精力的に、交戦する者たちの間をかき分けて、丘の上のミヌキウスの方へと上って突進してくるのを見て、戦闘を中止し、ラッパで退却を合図してカルタゴ兵たちを陣営へと退かせた。 ローマ兵たちも喜んで引き返した。 彼が退却する際、ファビウスについて友人たちに次のような冗談混じりの言葉を語ったと言われている。
οὐκ ἐγὼ μέντοι προὔλεγον ὑμῖν πολλάκις τήν ἐπὶ τῶν ἄκρων ταύτην καθημένην νεφέλην, ὅτι μετὰ ζάλης ποτὲ καὶ καταιγίδων ὄμβρον ἐκρήξει;
「私はかねてより、山頂に居座っているあの雲が、いつか嵐と暴風雨を伴って豪雨を降らせるだろうと、度々お前たちに警告していなかっただろうか。 」