Humanitext Reader

普鲁塔克 · 费边·马克西姆斯传 §12.1-12.4

法比乌斯救援米努基乌斯与汉尼拔的撤退

第 12 段,共 27 段 · 希腊语

内容简介

法比乌斯察觉到米努基乌斯的危局,亲率军队前往救援并击退敌军。汉尼拔见法比乌斯勇猛进军,便鸣金收兵,并在撤退时将法比乌斯比作带来暴风雨的乌云。

§12.1ἐν τοσούτῳ δὲ κακῷ τῶν Ῥωμαίων ὄντων οὐκ ἔλαθεν ὁ κίνδυνος τὸν Φάβιον, ἀλλὰ καὶ τὸ μέλλον, ὡς ἔοικεν, ἤδη προειληφώς τήν τε δύναμιν συντεταγμένην εἶχεν ἐπὶ τῶν ὅπλων καὶ τὰ πραττόμενα γινώσκειν ἐφρόντιζεν οὐ διʼ ἀγγέλων, ἀλλʼ αὐτὸς ἔχων κατασκοπὴν πρὸ τοῦ χάρακος.
当罗马人陷入如此困境时,法比乌斯并非没有察觉到这一危险。 不仅如此,正如其所表现的那样,他似乎早已预料到将要发生的事,因而让自己的军队全副武装、严阵以待,并且他并非通过使者,而是亲自在营垒前设立哨所,以掌握正在发生的情况。
ὡς οὖν κατεῖδε κυκλούμενον καὶ ταραττόμενον τὸ στράτευμα, καὶ κραυγὴ προσέπιπτεν οὐ μενόντων, ἀλλʼ ἤδη πεφοβημένων καὶ τρεπομένων, §12.2μηρόν τε πληξάμενος καὶ στενάξας μέγα πρὸς μὲν τοὺς παρόντας εἶπεν ὮἩράκλεις, ὡς τάχιον μὲν ἢ ἐγὼ προσεδόκων, βράδιον δʼ ἢ αὐτὸς ἔσπευδε Μινούκιος ἑαυτὸν ἀπολώλεκε, τὰς·
因此,当他看到军队被包围且陷入混乱,并传来那不是坚守阵地、而是已经惊恐万状并开始溃逃之人的呼喊声时,他拍着大腿,深深叹息,对在场的人说:“赫拉克勒斯啊,米努基乌斯毁灭自己,虽然比我预料的要快,却比他自己急于求成的速度要慢。
δὲ σημαίας ἐκφέρειν κατὰ τάχος καὶ τὸν στρατὸν ἕπεσθαι κελεύσας ἀνεβόησε· νῦν τις, ὦ στρατιῶται, Μάρκου Μινουκίου μεμνημένος ἐπειγέσθω·
”随后,他下令火速抬出军旗,命军队跟从,并大声呼喊道:“战士们,现在每个人都要心系马克乌斯·米努基乌斯,奋勇向前!
λαμπρὸς γὰρ ἁνὴρ καὶ φιλόπατρις, εἰ δέ τι σπεύδων ἐξελάσαι τοὺς πολεμίους ἥμαρτεν, αὖθις αἰτιασόμεθα.
因为他是一个杰出且热爱祖国的人。 如果他因急于驱逐敌人而犯了什么错,我们以后再作责备。
§12.3πρῶτον μὲν οὖν ἐπιφανεὶς τρέπεται καὶ διασκίδνησι τοὺς ἐν τῷ πεδίῳ περιελαύνοντας Νομάδας· εἶτα πρὸς τοὺς μαχομένους καὶ κατὰ νώτου τῶν Ῥωμαίων ὄντας ἐχώρει καὶ τοὺς ἐμποδὼν ἔκτεινεν, οἱ δὲ λοιποί, πρὶν ἀποληφθῆναι καὶ γενέσθαι περιπετεῖς οἷς αὐτοὶ τοὺς Ῥωμαίους ἐποίησαν, ἐγκλίναντες ἔφυγον.
” 于是,他首先一现身,就击退并驱散了在平原上四处游骑的努米底亚人;接着,他向那些正在交战并处于罗马人后方的敌军推进,斩杀了拦路之人,而其余的人在退路被切断、落得和他们先前对罗马人施加的同样下场之前,便纷纷转身逃跑。
§12.4ὁρῶν δʼ ὁ Ἀννίβας τήν μεταβολὴν καὶ τὸν Φάβιον εὐρώστως παρʼ ἡλικίαν διὰ τῶν μαχομένων ὠθούμενον ἄνω πρὸς τὸν Μινούκιον εἰς τὸν όφον, ἐπέσχε τήν μάχην, καὶ τῇ σάλπιγγι σημήνας ἀνάκλησιν ἀπῆγεν εἰς τὸν χάρακα τοὺς Καρχηδονίους, ἀσμένως καὶ τῶν Ῥωμαίων ἀποτρεπομένων, λέγεται δʼ αὐτὸν ἀπιόντα περὶ τοῦ Φαβίου πρὸς τοὺς φίλους εἰπεῖν τι τοιοῦτον μετὰ παιδιᾶς·
汉尼拔看到局势扭转,又见法比乌斯虽年事已高却精力充沛,正穿过交战的人群,向上朝着山丘上的米努基乌斯冲去,便中止了战斗,并用军号吹响撤退信号,将迦太基人带回营垒,而罗马人也欣然退回。
οὐκ ἐγὼ μέντοι προὔλεγον ὑμῖν πολλάκις τήν ἐπὶ τῶν ἄκρων ταύτην καθημένην νεφέλην, ὅτι μετὰ ζάλης ποτὲ καὶ καταιγίδων ὄμβρον ἐκρήξει;
据说他在撤退时,对朋友们开玩笑地说了关于法比乌斯的这样一番话:“我难道不是经常对你们预言,这朵盘踞在山顶上的乌云,终有一天会伴随着狂风暴雨倾泻下豪雨吗? ”

词汇与语法注释

  1. 12.1οὐκ ἔλαθεν ... τὸν Φάβιον — 动词 λανθάνω 支配宾格(τὸν Φάβιον),意为“未被……察觉”。此处通过双重否定“危险并未瞒过法比乌斯”来强调法比乌斯早已敏锐地察觉到了危险。
  2. 12.2βράδιον δʼ ἢ αὐτὸς ἔσπευδε — 比较级 βράδιον 与连词 ἤ(比……)的结合。从句 αὐτὸς ἔσπευδε(他自己急于……)暗示米努基乌斯如同急于自灭般鲁莽冲锋,表达了法比乌斯的讽刺:“虽比他自己走向毁灭的急切要慢,却比我预料的要快”。
  3. 12.3γενέσθαι περιπετεῖς οἷς αὐτοὶ τοὺς Ῥωμαίους ἐποίησαν — 关系代名词 οἷς 紧跟在支配与格的 περιπετεῖς(陷入……境地)之后。在关系从句中,动词 ἐποίησαν 本应支配双宾格(即 τοὺς Ῥωμαίους 以及关系代词所代指的被省略的宾格先行词),但此处由于格吸引(attraction),关系代词被同化为与格的 οἷς。
  4. 12.4παρʼ ἡλικίαν — 介词 παρά 支配宾格,在此处作比喻性用法,意为“违反”或“超出”。因此 παρʼ ἡλικίαν 意为“与其年龄不符”(即“尽管年事已高”),用以描绘年迈的法比乌斯如何像年轻人一样勇猛作战。

引用这一段

普鲁塔克, 费边·马克西姆斯传 §12.1-12.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg013.humanitext-grc2:12.1-12.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。