§10.1τὸν δὲ Μινούκιον ἐπὶ τὰς αὐτὰς τῷ δικτάτορι πράξεις ἀποδείξαντες ᾤοντο κεκολοῦσθαι καὶ γεγονέναι ταπεινὸν παντάπασιν ἐκεῖνον, οὐκ ὀρθῶς στοχαζόμενοι τοῦ ἀνδρός.
民衆はミヌキウスを独裁官と同じ職務に任命することで、あの男が打ちひしがれ、完全に卑屈になったと考えたが、彼らのその男に対する推し量りは正しくなかった。
οὐ γὰρ αὑτοῦ συμφορὰν ἡγεῖτο τὴν ἐκείνων ἄγνοιαν, ἀλλʼ ὥσπερ Διογένης ὁ σοφός, εἰπόντος τινὸς πρὸς αὐτόν· οὗτοι σοῦ καταγελῶσιν,
ἀλλʼ ἐγώ
εἶπεν,
οὐ καταγελῶμαι,
μόνους ἡγούμενος καταγελᾶσθαι τοὺς ἐνδιδόντας καὶ πρὸς τὰ τοιαῦτα διαταραττομένους.
なぜなら、ファビウスは市民たちの無知を自分自身の不幸とはみなさず、むしろ賢者ディオゲネスがある人から「これらはあなたを嘲笑っている」と言われたときに、「だが私は」と彼が言い、「嘲笑われてはいない」と答えたように、屈服する者たちやそのようなことに対して動揺する者たちだけが嘲笑われているのだと考えたからである。
§10.2οὕτω Φάβιος ἔφερεν ἀπαθῶς καὶ ῥᾳδίως ὅσον ἐπʼ αὐτῷ τὰ γινόμενα, συμβαλλόμενος ἀπόδειξιν τῶν φιλοσόφων τοῖς ἀξιοῦσι μήτε ὑβρίζεσθαι μήτε ἀτιμοῦσθαι τὸν ἀγαθὸν ἄνδρα καὶ σπουδαῖον.
このようにファビウスは、自身に関する限りにおいて起こる事柄を平然と、かつ容易に受け流し、善く気高き人は侮辱されることも不名誉を被ることもないとする哲学者たちの主張に自ら実証を与えていた。
ἠνία δʼ αὐτὸν ἡ τῶν πολλῶν ἀβουλία διὰ τὰ κοινά, δεδωκότων ἀφορμὰς ἀνδρὸς οὐχ ὑγιαινούσῃ φιλοτιμίᾳ πρὸς τὸν πόλεμον.
しかし、国家の諸事のために大衆が思慮を欠いていることは彼を苦しめていた。 彼らは、不健全な名誉心を持つ男に、戦争に関する好機を与えてしまっていたからである。
§10.3καὶ δεδοικὼς μὴ παντάπασιν ἐκμανεὶς ὑπὸ κενῆς δόξης καὶ ὄγκου φθάσῃ τι κακὸν ἀπεργασάμενος, λαθὼν ἅπαντας ἐξῆλθε καὶ παραγενόμενος εἰς τὸ στρατόπεδον καὶ καταλαβὼν τὸν Μινούκιον οὐκέτι καθεκτόν, ἀλλὰ βαρὺν καὶ τετυφωμένον καὶ παρὰ μέρος ἄρχειν ἀξιοῦντα, τοῦτο μὲν οὐ συνεχώρησε, τὴν δὲ δύναμιν διενείματο πρὸς αὐτόν, ὡς μέρους μόνος ἄρξων βέλτιον ἢ πάντων παρὰ μέρος.
そして、彼が虚栄と慢心によって完全に狂気じみて、何か破滅的なことを先んじて仕出かしはしないかと恐れ、ファビウスは誰にも気づかれずに都を出発した。 具体的には陣営に到着し、ミヌキウスがもはや抑えがきず、傲慢で自惚れており、交互に指揮を執ることを要求しているのを目にすると、このことは認めなかったが、軍を彼と分割した。 すべてを交互に指揮するよりも、一部を単独で指揮する方が良いと考えたからである。
§10.4καὶ τὸ μὲν πρῶτον τῶν ταγμάτων καὶ τέταρτον αὐτὸς ἔλαβε, τὸ δὲ δεύτερον καὶ τρίτον ἐκείνῳ παρέδωκεν, ἐπίσης καὶ τῶν συμμαχικῶν διανεμηθέντων.
そして自身は第一および第四の軍団を取り、第二および第三の軍団を彼に引き渡し、同盟軍も同様に分割された。
σεμνυνομένου δὲ τοῦ Μινουκίου καὶ χαίροντος ἐπὶ τῷ τὸ πρόσχημα τῆς ἀκροτάτης καὶ μεγίστης ἀρχῆς ὑφεῖσθαι καὶ προπεπηλακίσθαι διʼ αὐτόν, ὑπεμίμνῃσκεν ὁ Φάβιος ὡς οὐκ ὄντος μὲν αὐτῷ πρὸς Φάβιον, ἀλλʼ, εἰ σωφρονεῖ, πρὸς Ἀννίβαν τοῦ ἀγῶνος·
ミヌキウスは、最高にして最大の権力の威光が、自分のせいで引き下げられ、踏みにじられたことを誇り、かつ喜んでいたが、ファビウスは、彼にとっての闘いはファビウスに対するものではなく、もし分別があるならば、ハンニバルに対するものであることを諭した。
§10.5εἰ δὲ καὶ πρὸς τὸν συνάρχοντα φιλονεικεῖ, σκοπεῖν ὅπως τοῦ νενικημένου καὶ καθυβρισμένου παρὰ τοῖς πολίταις ὁ τετιμημένος καὶ νενικηκὼς οὐ φανεῖται μᾶλλον ὀλιγωρῶν τῆς σωτηρίας αὐτῶν καὶ ἀσφαλείας.
しかし、もし同僚に対しても張り合おうとするなら、市民たちの前で敗北し侮辱された者よりも、名誉を与えられ勝利を収めた者の方が、彼らの救済と安全をより一層軽んじている、と見なされることのないよう注意すべきである(と諭した)。