§10.1τὸν δὲ Μινούκιον ἐπὶ τὰς αὐτὰς τῷ δικτάτορι πράξεις ἀποδείξαντες ᾤοντο κεκολοῦσθαι καὶ γεγονέναι ταπεινὸν παντάπασιν ἐκεῖνον, οὐκ ὀρθῶς στοχαζόμενοι τοῦ ἀνδρός.
他们通过任命米努基乌斯担任与独裁官相同的职务,以为那个人已经被击垮并彻底变得卑下,但这并非对那个人的正确推测。
οὐ γὰρ αὑτοῦ συμφορὰν ἡγεῖτο τὴν ἐκείνων ἄγνοιαν, ἀλλʼ ὥσπερ Διογένης ὁ σοφός, εἰπόντος τινὸς πρὸς αὐτόν· οὗτοι σοῦ καταγελῶσιν,
ἀλλʼ ἐγώ
εἶπεν,
οὐ καταγελῶμαι,
μόνους ἡγούμενος καταγελᾶσθαι τοὺς ἐνδιδόντας καὶ πρὸς τὰ τοιαῦτα διαταραττομένους.
因为他并不认为民众的愚昧是自己的不幸,而是像贤者第欧根尼一样,当有人对他说 “这些人正在嘲笑你” 时,他回答道: “但我” “并没有被嘲笑”,因为他认为只有那些屈服并因此类事情而心神不宁的人才算是被嘲笑了。
§10.2οὕτω Φάβιος ἔφερεν ἀπαθῶς καὶ ῥᾳδίως ὅσον ἐπʼ αὐτῷ τὰ γινόμενα, συμβαλλόμενος ἀπόδειξιν τῶν φιλοσόφων τοῖς ἀξιοῦσι μήτε ὑβρίζεσθαι μήτε ἀτιμοῦσθαι τὸν ἀγαθὸν ἄνδρα καὶ σπουδαῖον.
这样,法比乌斯平心气和且从容地承受了发生在他身上的一切,为那些主张贤德之人既不会受到侮辱也不会蒙受耻辱的哲学家们提供了实证。
ἠνία δʼ αὐτὸν ἡ τῶν πολλῶν ἀβουλία διὰ τὰ κοινά, δεδωκότων ἀφορμὰς ἀνδρὸς οὐχ ὑγιαινούσῃ φιλοτιμίᾳ πρὸς τὸν πόλεμον.
然而,为了国家大事,大众的无谋却令他痛苦,因为他们给了一个抱有不健康虚荣心的人以战争的契机。
§10.3καὶ δεδοικὼς μὴ παντάπασιν ἐκμανεὶς ὑπὸ κενῆς δόξης καὶ ὄγκου φθάσῃ τι κακὸν ἀπεργασάμενος, λαθὼν ἅπαντας ἐξῆλθε καὶ παραγενόμενος εἰς τὸ στρατόπεδον καὶ καταλαβὼν τὸν Μινούκιον οὐκέτι καθεκτόν, ἀλλὰ βαρὺν καὶ τετυφωμένον καὶ παρὰ μέρος ἄρχειν ἀξιοῦντα, τοῦτο μὲν οὐ συνεχώρησε, τὴν δὲ δύναμιν διενείματο πρὸς αὐτόν, ὡς μέρους μόνος ἄρξων βέλτιον ἢ πάντων παρὰ μέρος.
他因担心那个人在虚荣和虚骄的驱使下彻底发狂,从而抢先做出什么坏事来,便不让任何人知道地离开了。 他来到军营,发现米努基乌斯已经无法控制,而是傲慢自负,并要求轮流指挥,于是他虽没有应允此事,却与他瓜分了军队,因为他认为独自指挥一部分比轮流指挥全体更好。
§10.4καὶ τὸ μὲν πρῶτον τῶν ταγμάτων καὶ τέταρτον αὐτὸς ἔλαβε, τὸ δὲ δεύτερον καὶ τρίτον ἐκείνῳ παρέδωκεν, ἐπίσης καὶ τῶν συμμαχικῶν διανεμηθέντων.
他自己领了第一和第四军团,将第二和第三军团交给了对方,同盟军也同样进行了对半瓜分。
σεμνυνομένου δὲ τοῦ Μινουκίου καὶ χαίροντος ἐπὶ τῷ τὸ πρόσχημα τῆς ἀκροτάτης καὶ μεγίστης ἀρχῆς ὑφεῖσθαι καὶ προπεπηλακίσθαι διʼ αὐτόν, ὑπεμίμνῃσκεν ὁ Φάβιος ὡς οὐκ ὄντος μὲν αὐτῷ πρὸς Φάβιον, ἀλλʼ, εἰ σωφρονεῖ, πρὸς Ἀννίβαν τοῦ ἀγῶνος· §10.5εἰ δὲ καὶ πρὸς τὸν συνάρχοντα φιλονεικεῖ, σκοπεῖν ὅπως τοῦ νενικημένου καὶ καθυβρισμένου παρὰ τοῖς πολίταις ὁ τετιμημένος καὶ νενικηκὼς οὐ φανεῖται μᾶλλον ὀλιγωρῶν τῆς σωτηρίας αὐτῶν καὶ ἀσφαλείας.
当米努基乌斯因最高且最大的官职威严因他而被削弱和践踏而感到自豪并欣喜时,法比乌斯提醒他,他的斗争并非针对法比乌斯,而是—— 如果他聪明的话——针对汉尼拔;但如果他还要与同僚争胜的话,他就应当注意,不要让那个在公民中获得尊荣并取胜的人,显得比那个遭到挫败和侮辱的人更加轻视他们的安全和保障。