§1.1τοιούτου δὲ τοῦ Περικλέους ἐν τοῖς ἀξίοις μνήμης γεγονότος, ὡς παρειλήφαμεν, ἐπὶ τὸν Φάβιον τὴν ἱστορίαν μεταγάγωμεν.
ペリクレスが、私たちの受け継ぐところによれば、このように記憶に値する人々の中で優れた人物であったことから、今度はファビウスへと歴史の叙述を移すことにしよう。
νυμφῶν μιᾶς λέγουσιν, οἱ δὲ γυναικὸς ἐπιχωρίας, Ἡρακλεῖ μιγείσης περὶ τὸν Θύμβριν ποταμὸν γενέσθαι Φάβιον, ἄνδρα πολὺ καὶ δόκιμον ἐν Ῥώμῃ τὸ Φαβίων γένος ἀφʼ αὐτοῦ παρασχόντα,
人々が言うには、ニンフの一人、あるいは他の一部の人々が言うには地元の女性が、ティベリス川の近くでヘラクレスと交わってファビウスを生み、彼が自らに由来するファビウス氏族をローマにおいて大いに名高く傑出したものにしたということである。
§1.2τινὲς δὲ τοὺς ἀπὸ τοῦ γένους τούτου πρώτους τῇ διʼ ὀρυγμάτων χρησαμένους ἄγρᾳ Φοδίους ἱστοροῦσιν ὀνομάζεσθαι τὸ παλαιόν οὕτω γὰρ ἄχρι νῦν αἱ διώρυχες φόσσαι καὶ φόδερε τὸ σκάψαι καλεῖται·
しかしある人々は、この氏族の最初の者たちが、落とし穴を用いた狩猟を行ったことから、古代にはフォディウスと呼ばれていたと伝えている。 というのも、今日に至るまで運河をフォッサエ、掘ることをフォデレと呼ぶからである。
χρόνῳ δὲ τῶν δυεῖν φθόγγων μεταπεσόντων Φάβιοι προσηγορεύθησαν.
そして時が経ち、二つの音が変化したことで、彼らはファビウスと呼ばれるようになった。
πολλοὺς δὲ καὶ μεγάλους τῆς οἰκίας ἐξενεγκαμένης ἄνδρας, ἀπὸ Ῥούλλου τοῦ μεγίστου καὶ διὰ τοῦτο Μαξίμου παρὰ Ῥωμαίοις ἐπονομασθέντος τέταρτος ἦν Φάβιος Μάξιμος, περὶ οὗ τάδε γράφομεν.
この家系が多くの偉大な人物を輩出した中で、ローマ人の間で最大なる者、それゆえマクシムスとあだ名されたルッルスから数えて四代目に、私たちがこれより記そうとするファビウス・マクシムスがいた。
§1.3ἦν δʼ αὐτῷ σωματικὸν μὲν παρωνύμιον ὁ Βερρούκωσος·
彼には身体的なあだ名としてウェッルコススというものがあった。
εἶχε γὰρ ἀκροχορδόνα μικρὰν ἐπάνω τοῦ χείλους ἐπιπεφυκυῖαν ὁ δὲ Ὀουικούλας σημαίνει μὲν τὸ προβάτων, ἐτέθη δὲ πρὸς τὴν πρᾳότητα καὶ βαρύτητα τοῦ ἤθους ἔτι παιδὸς ὄντος.
唇の上に小さな疣が生えていたからである。 また、オウィクラというあだ名は「小羊」を意味し、まだ子供であった頃の彼の穏やかさと性格の重厚さに対して付けられた。
τὸ γὰρ ἡσύχιον αὐτοῦ καὶ σιωπηλὸν καὶ μετὰ πολλῆς εὐλαβείας τῶν παιδικῶν ἁπτόμενον ἡδονῶν, βραδέως δὲ καὶ διαπόνως δεχόμενον τὰς μαθήσεις, εὔκολον δὲ πρὸς τοὺς συνήθεις καὶ κατήκοον ἀβελτερίας τινὸς καὶ νωθρότητος ὑπόνοιαν εἶχε παρὰ τοῖς ἐκτός·
というのも、彼の物静かで寡黙な様子や、子供らしい楽しみに対しても多大の慎重さをもって接すること、学びを遅くかつ労を伴って受け入れること、そして仲間たちに対して従順で素直なことが、部外者たちにはある種の愚鈍さや怠惰さという疑念を抱かせたからである。
ὀλίγοι δʼ ἦσαν οἱ τὸ δυσκίνητον ὑπὸ βάθους καὶ τὸ μεγαλόψυχον καὶ λεοντῶδες ἐν τῇ φύσει καθορῶντες αὐτοῦ.
彼の内にある、深みに裏打ちされた動きがたさと、気高さや獅子のような性質を見抜いていた者はごくわずかであった。
§1.4ταχὺ δὲ τοῦ χρόνου προϊόντος ὑπὸ τῶν πραγμάτων ἐγειρόμενος διεσήμαινε καὶ τοῖς πολλοῖς ἀπάθειαν μὲν οὖσαν τὴν δοκοῦσαν ἀπραγίαν, εὐβουλίαν δὲ τὴν εὐλάβειαν, τὸ δὲ πρὸς μηδὲν ὀξὺ μηδʼ εὐκίνητον ἐν πᾶσι μόνιμον καὶ βέβαιον, ὁρῶν δὲ καὶ τῆς πολιτείας τὸ μέγεθος καὶ τῶν πολέμων τὸ πλῆθος, ἤσκει τὸ μὲν σῶμα πρὸς τοὺς πολέμους, ὥσπερ ὅπλον σύμφυτον, τὸν δὲ λόγον ὄργανον πειθοῦς πρὸς τὸν δῆμον, εὖ μάλα πρεπόντως τῷ βίῳ κατακεκοσμημένον.
しかし、時がたちまち経ち、状況によって揺り起こされると、彼は多くの人々に対しても、怠惰と見えていたものが実は不動心であり、慎重さが思慮深さであり、何事に対しても性急に動かされないことが、あらゆる事柄における揺るぎなさと堅実さであることをはっきりと示した。 また、国家の偉大さと戦争の多さを見て、彼は体を、あたかも生まれ持った武器であるかのように戦争に向けて鍛え、言葉を、自らの生き方に非常によく調和するように整えられた、民衆に対する説得の道具として訓練した。
§1.5οὐ γὰρ ἐπῆν ὡραϊσμὸς οὐδὲ κενὴ καὶ ἀγοραῖος χάρις, ἀλλὰ νοῦς ἴδιον καὶ περιττὸν ἐν γνωμολογίαις σχῆμα καὶ βάθος ἔχων, ἃς μάλιστα ταῖς Θουκυδίδου προσεοικέναι λέγουσι.
そこには虚飾も、空虚で通俗的な愛想もなく、ただ格言の中に独自の際立った型と深みを備えた知性があり、人々は彼の格言を何よりもトゥキュディデスのものに酷似していると言う。
διασῴζεται γὰρ αὐτοῦ λόγος, ὃν εἶπεν ἐν τῷ δήμῳ, τοῦ παιδὸς αὐτοῦ μεθʼ ὑπατείαν ἀποθανόντος ἐγκώμιον.
事実、彼の演説が現在まで保存されているが、それは執政官の職を務めた後に亡くなった彼の息子のために、民衆の前で述べた弔辞である。