Humanitext Reader

普鲁塔克 · 费边·马克西姆斯传 §1.1-1.5

法比乌斯氏族的起源与马克西穆斯的少年期

第 1 段,共 27 段 · 希腊语

内容简介

作者将叙述从伯里克利转向罗马的法比乌斯,并阐述了其氏族的起源。他描述了法比乌斯·马克西穆斯童年时沉静的性格,而这种性格最初曾被误解为迟钝。

§1.1τοιούτου δὲ τοῦ Περικλέους ἐν τοῖς ἀξίοις μνήμης γεγονότος, ὡς παρειλήφαμεν, ἐπὶ τὸν Φάβιον τὴν ἱστορίαν μεταγάγωμεν.
既然如我们所知,伯里克利在值得纪念的人群中是如此杰出,现在就让我们将历史的叙述转向法比乌斯。
νυμφῶν μιᾶς λέγουσιν, οἱ δὲ γυναικὸς ἐπιχωρίας, Ἡρακλεῖ μιγείσης περὶ τὸν Θύμβριν ποταμὸν γενέσθαι Φάβιον, ἄνδρα πολὺ καὶ δόκιμον ἐν Ῥώμῃ τὸ Φαβίων γένος ἀφʼ αὐτοῦ παρασχόντα,
人们说,法比乌斯是赫拉克勒斯在台伯河畔与一位宁芙(或如其他人所说是当地的妇女)交合所生,他使源于自身的法比乌斯氏族在罗马变得极其显赫和著名。
§1.2τινὲς δὲ τοὺς ἀπὸ τοῦ γένους τούτου πρώτους τῇ διʼ ὀρυγμάτων χρησαμένους ἄγρᾳ Φοδίους ἱστοροῦσιν ὀνομάζεσθαι τὸ παλαιόν οὕτω γὰρ ἄχρι νῦν αἱ διώρυχες φόσσαι καὶ φόδερε τὸ σκάψαι καλεῖται·
但也有人记载,该氏族的第一批人因为在狩猎中采用挖掘陷阱的方法,在古代被称为“福迪伊”;因为直到今天,壕沟仍被称为 fossae,而挖掘被称为 fodere。
χρόνῳ δὲ τῶν δυεῖν φθόγγων μεταπεσόντων Φάβιοι προσηγορεύθησαν.
随着时间的推移,由于两个音素的演变,他们被称为了法比乌斯。
πολλοὺς δὲ καὶ μεγάλους τῆς οἰκίας ἐξενεγκαμένης ἄνδρας, ἀπὸ Ῥούλλου τοῦ μεγίστου καὶ διὰ τοῦτο Μαξίμου παρὰ Ῥωμαίοις ἐπονομασθέντος τέταρτος ἦν Φάβιος Μάξιμος, περὶ οὗ τάδε γράφομεν.
在这一家族培育出许多伟大人物的过程中,从最伟大的、并因此在罗马人中被冠以“马克西穆斯”之称的鲁路斯算起,第四代就是法比乌斯·马克西穆斯,我们现在写的正是关于他的事迹。
§1.3ἦν δʼ αὐτῷ σωματικὸν μὲν παρωνύμιον ὁ Βερρούκωσος·
他有一个关于身体特征的外号叫“维鲁科苏斯”,因为他在上唇上方长着一个不大的疣。
εἶχε γὰρ ἀκροχορδόνα μικρὰν ἐπάνω τοῦ χείλους ἐπιπεφυκυῖαν ὁ δὲ Ὀουικούλας σημαίνει μὲν τὸ προβάτων, ἐτέθη δὲ πρὸς τὴν πρᾳότητα καὶ βαρύτητα τοῦ ἤθους ἔτι παιδὸς ὄντος.
而“奥维库拉”一词意为“小羊”,这是因他尚在孩提时代便表现出的温和与稳重性格而得名的。
τὸ γὰρ ἡσύχιον αὐτοῦ καὶ σιωπηλὸν καὶ μετὰ πολλῆς εὐλαβείας τῶν παιδικῶν ἁπτόμενον ἡδονῶν, βραδέως δὲ καὶ διαπόνως δεχόμενον τὰς μαθήσεις, εὔκολον δὲ πρὸς τοὺς συνήθεις καὶ κατήκοον ἀβελτερίας τινὸς καὶ νωθρότητος ὑπόνοιαν εἶχε παρὰ τοῖς ἐκτός· ὀλίγοι δʼ ἦσαν οἱ τὸ δυσκίνητον ὑπὸ βάθους καὶ τὸ μεγαλόψυχον καὶ λεοντῶδες ἐν τῇ φύσει καθορῶντες αὐτοῦ.
因为他的安静与沉默,在对待孩童的娱乐时也极其谨慎,接受教导缓慢而费力,且对同伴和顺而听从,这些表现让外人怀疑他有些愚笨和迟钝;但极少有人能看出他天性中因深沉而表现出的难以动摇、以及他那宽宏大度和狮子般的性格。
§1.4ταχὺ δὲ τοῦ χρόνου προϊόντος ὑπὸ τῶν πραγμάτων ἐγειρόμενος διεσήμαινε καὶ τοῖς πολλοῖς ἀπάθειαν μὲν οὖσαν τὴν δοκοῦσαν ἀπραγίαν, εὐβουλίαν δὲ τὴν εὐλάβειαν, τὸ δὲ πρὸς μηδὲν ὀξὺ μηδʼ εὐκίνητον ἐν πᾶσι μόνιμον καὶ βέβαιον, ὁρῶν δὲ καὶ τῆς πολιτείας τὸ μέγεθος καὶ τῶν πολέμων τὸ πλῆθος, ἤσκει τὸ μὲν σῶμα πρὸς τοὺς πολέμους, ὥσπερ ὅπλον σύμφυτον, τὸν δὲ λόγον ὄργανον πειθοῦς πρὸς τὸν δῆμον, εὖ μάλα πρεπόντως τῷ βίῳ κατακεκοσμημένον.
然而随着时间的推移,他很快在事务的激发下,向大众表明了那看似无所作为的其实是沉着不动,谨慎其实是深谋远虑,而对任何事物都不急躁、不易动摇的性格,其实是在一切事务中的坚毅与稳固。 同时,他看到国家的宏大和战争的频繁,便锻炼身体以备战争,犹如一件与生俱来的武器,并训练言辞作为说服民众的工具,使其与自己的生活方式极其相称地装饰起来。
§1.5οὐ γὰρ ἐπῆν ὡραϊσμὸς οὐδὲ κενὴ καὶ ἀγοραῖος χάρις, ἀλλὰ νοῦς ἴδιον καὶ περιττὸν ἐν γνωμολογίαις σχῆμα καὶ βάθος ἔχων, ἃς μάλιστα ταῖς Θουκυδίδου προσεοικέναι λέγουσι.
因为其中没有雕琢之气,也没有空虚和市侩的媚态,而是有着独特的思想、以及在格言中表现出的非凡体裁与深度,人们说这些格言最像修昔底德的风格。
διασῴζεται γὰρ αὐτοῦ λόγος, ὃν εἶπεν ἐν τῷ δήμῳ, τοῦ παιδὸς αὐτοῦ μεθʼ ὑπατείαν ἀποθανόντος ἐγκώμιον.
事实上,他的一篇演说词至今仍保存着,那是他在他的儿子卸任执政官后去世时,在民众面前发表的一篇悼词。

词汇与语法注释

  1. 1.1τοιούτου δὲ τοῦ Περικλέους ἐν τοῖς ἀξίοις μνήμης γεγονότος — 独立属格(“伯里克利在值得纪念的人群中是如此杰出”),用作从前一篇传记(伯里克利传)过渡到本篇(法比乌斯传)的衔接句。
  2. 1.1Ἡρακλεῖ μιγείσης — “与赫拉克勒斯交合的”。与格 Ἡρακλεῖ 依附于被动分词 μιγείσης(源自 μίγνυμι),表示结合或伴随。
  3. 1.2φόδερε — 拉丁语动词不定式 *fodere*(挖掘)的希腊语转写。普鲁塔克在此借用拉丁语词汇来解释罗马人名的语源。
  4. 1.3τὸ γὰρ ἡσύχιον αὐτοῦ ... ὑπόνοιαν εἶχε — 由多个中性单数形容词和分词(τὸ ἡσύχιον, σιωπηλὸν, ἁπτόμενον, δεχόμενον, εὔκολον, κατήκοον)并列组成的长大主语结构,与单数动词 εἶχε 相应。
  5. 1.4ἀπάθειαν μὲν οὖσαν τὴν δοκοῦσαν ἀπραγίαν — 依附于动词 διεσήμαινε 的分词结构。该结构中,宾格短语 τὴν δοκοῦσαν ἀπραγίαν(看似无所作为)作主语,ἀπάθειαν(沉着/不动心)作表语,并由分词 οὖσαν 连接。

引用这一段

普鲁塔克, 费边·马克西姆斯传 §1.1-1.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg013.humanitext-grc2:1.1-1.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。