Humanitext Reader

プルタルコス · プブリコラ伝 §9.1-9.7

ブルートゥスの戦死とウァレリウスの凱旋式

9 / 23 箇所 · ギリシア語

要旨

タルクィニウスを擁するエトルリア軍とローマ軍との間で激しい戦闘が勃発し、前哨戦でアッルンスとブルートゥスが相打ちとなる。勝敗未決のまま嵐で休戦となった夜、森からローマの勝利を告げる神の声が響き、エトルリア軍は敗走する。執政官ウァレリウスはローマ史上初の四頭立て戦車による凱旋式を執り行い、戦死した同僚ブルートゥスのために追悼演説を行う。

§9.1Ταρκύνιον δὲ τὴν ἐκ προδοσίας ἀπογνόντα τῆς ἀρχῆς ἀνάληψιν ἐδέξαντο Τυρρηνοὶ προθύμως καὶ μεγάλῃ δυνάμει κατῆγον.
タルクィニウスが裏切りによる支配権の奪還を諦めると、エトルリア人たちは彼を熱心に迎え、大軍をもって復帰させようとした。
ἀντεξῆγον δὲ τοὺς Ῥωμαίους οἱ ὕπατοι, καὶ παρέταξαν ἐν χωρίοις ἱεροῖς, ὧν τὸ μὲν Ἄρσιον ἄλσος, τὸ δὲ Αἰσούειον λειμῶνα προσαγορεύουσιν.
執政官たちはローマ人たちを率いてそれに対抗して出陣し、神聖な場所、一方はアルシウムの森、他方はアイスイウムの草原と呼ばれる場所に陣を敷いた。
ἀρχομένων δὲ αὑτῶν συνάγειν εἰς χεῖρας Ἄρρων ὁ Ταρκυνίου παῖς καὶ Βροῦτος ὁ Ῥωμαίων ὕπατος οὐ κατὰ τύχην ἀλλήλοις περιπεσόντες, ἀλλʼ ὑπʼ ἔχθους καὶ ὀργῆς, §9.2ὁ μὲν ὡς ἐπὶ τύραννον καὶ πολέμιον τῆς πατρίδος, ὁ δὲ τῆς φυγῆς ἀμυνόμενος, ὥρμησαν ὁμόσε τοῖς ἵπποις.
彼らが白兵戦を始めようとした時、タルクィニウスの息子アッルンスとローマの執政官ブルートゥスは、偶然にではなく、憎しみと怒りによって互いに出くわし、一方は僭主であり祖国の敵である者に向かって、他方は自身の追放への復讐のために、馬を駆って互いに突進した。
θυμῷ δὲ μᾶλλον ἢ λογισμῷ προσμίξαντες ἠφείδησαν αὑτῶν καὶ συναπέθανον ἀλλήλοις.
理性にではなく、むしろ激情に駆られて激突した彼らは、自らの命を顧みず、相打ちとなって共に死んだ。
οὕτω δὲ δεινοῦ γενομένου τοῦ προάγωνος οὐκ ἔσχεν ὁ ἀγὼν τέλος ἐπιεικέστερον, ἀλλὰ καὶ δράσαντες ἴσα καὶ παθόντες οἱ στρατοὶ διεκρίθησαν ὑπὸ χειμῶνος.
このように前哨戦が凄惨なものとなったため、本戦もそれより穏やかな結末を迎えることはなく、双方の軍勢は等しく打撃を与え、また受け、嵐によって引き分けとなった。
§9.3ἦν οὖν ἐν ἀπόροις ὁ Οὐαλλέριος, οὐκ εἰδὼς τὸ τῆς μάχης πέρας, ἀλλὰ τοὺς στρατιώτας ὁρῶν τοῖς μὲν αὑτῶν νεκροῖς ἀθυμοῦντας, ἐπαιρομένους δὲ τοῖς τῶν πολεμίων οὕτως ἄκριτος ἦν καὶ παράλληλος ὑπὸ πλήθους ὁ φόνος, οὐ μὴν ἀλλʼ ἑκατέροις ἐγγύθεν ὁρώμενα τὰ οἰκεῖα μᾶλλον ἐβεβαίου τὴν ἧτταν ἢ τὴν νίκην εἰκαζόμενα τὰ τῶν πολεμίων.
それゆえウァレリウスは、戦いの結末が分からず、途方に暮れていた。 ただ自軍の兵たちが自分たちの死者を見て落胆する一方で、敵の死者を見て奮い立つのを目にしていた。 死者の数が非常に多く、殺戮はきわめて勝敗が不分明で、かつ互角であったからである。 しかしながら、双方にとって間近に見える自軍の状況は敗北を確信させるものであり、推測するしかない敵の状況は勝利を思わせるものであった。
§9.4ἐπελθούσης δὲ νυκτὸς οἵαν εἰκὸς οὕτω μεμαχημένοις, καὶ γενομένων ἐν ἡσυχίᾳ τῶν στρατοπέδων, λέγουσι σεισθῆναι τὸ ἄλσος, ἐκ δʼ αὐτοῦ φωνὴν ἐκπεσεῖν μεγάλην φράζουσαν ὡς ἑνὶ πλείους ἐν τῇ μάχῃ τεθνήκασι Τυρρηνῶν ἢ Ῥωμαίων, ἦν δʼ ἄρα θεῖόν τι τὸ φθεγξάμενον εὐθύς τε γὰρ ὑπʼ αὐτοῦ τοῖς μὲν ἀλαλάξαι παρέστη μέγα καὶ θαρρσαλέον, οἱ δὲ Τυρρηνοὶ περίφοβοι γενόμενοι καὶ συνταραχθέντες ἐξέπεσον ἐκ τοῦ στρατοπέδου καὶ διεσπάρησαν οἱ πλεῖστοι·
このように戦った者たちにふさわしい夜が訪れ、両陣営が静まり返った時、人々は森が揺れ動き、その中から大きな声が響き渡って、戦いで倒れた者はエトルリア人の方がローマ人よりも一人多い、と告げたと人々は言っている。 声を上げたのはやはり神的なものであった。 というのも、その声によって直ちに、一方には大声で雄叫びをあげる勇気が湧き起こり、エトルリア人たちは恐怖に陥り、混乱して陣営から逃げ出し、その大部分が散り散りになったからである。
§9.5τοὺς δὲ καταλειφθέντας ὀλίγῳ πεντακισχιλίων ἐλάσσους ἐπελθόντες εἷλον οἱ Ῥωμαῖοι, καὶ τἆλλα διήρπασαν.
後に残された5000人に少し満たない者たちをローマ人たちが襲って捕らえ、その他の物資を略奪した。
οἱ δὲ νεκροὶ διαριθμηθέντες εὑρέθησαν τριακόσιοι μὲν ἐπὶ χιλίοις καὶ μυρίοις οἱ τῶν πολεμίων, οἱ δὲ Ῥωμαίων παρʼ ἕνα τοσοῦτοι.
死者を数え上げたところ、敵の死者は11300人であり、ローマ人の死者はそれより一人少ないだけであった。
ταύτην τὴν μάχην λέγουσι γενέσθαι πρὸ μιᾶς καλανδῶν Μαρτίων, ἐθριάμβευσε δʼ ἀπʼ αὐτῆς Οὐαλλέριος εἰσελάσας τεθρίππῳ πρῶτος ὑπάτων.
この戦いは3月のカレンダエの前日に起こったと言われており、ウァレリウスはこれによって、執政官として初めて四頭立ての戦車に乗って凱旋式を挙行した。
§9.6καὶ τὸ πρᾶγμα σεμνὴν καὶ μεγαλοπρεπῆ παρέσχεν ὄψιν, οὐκ ἐπίφθονον οὐδʼ ἀνιάσασαν, ὡς ἔνιοι λέγουσι, τοὺς ὁρῶντας·
そしてその光景は厳かで壮麗なものとなり、一部の人々が言うように、見る人々の嫉妬を招いたり不快にさせたりすることはなかった。
οὐ γὰρ ἂν ἔσχε ζῆλον τοσοῦτον οὐδὲ φιλοτιμίαν εἰς ἔτη πάμπολλα διαμένουσαν.
さもなければ、何年にもわたって長く続くような憧れや名誉心の対象となることはなかったであろうから。
ἀπεδέξαντο δὲ τοῦ Οὐαλλερίου καὶ τὰς εἰς τὸν συνάρχοντα τιμάς, αἷς ἐκκομιζόμενον καὶ θαπτόμενον ἐκόσμησε·
また人々は、ウァレリウスが同僚執政官に施した栄誉をも好意的に受け入れた。 彼は葬列と埋葬において同僚を飾り立て、彼のために追悼演説を行った。
§9.7καὶ λόγον ἐπʼ αὐτῷ διεξῆλθεν ἐπιτάφιον, ὃς οὕτως ὑπὸ Ῥωμαίων ἠγαπήθη καὶ τοσαύτην ἔσχε χάριν ὥστε πᾶσι τοῖς ἀγαθοῖς καὶ μεγάλοις ὑπάρχειν ἐξ ἐκείνου τελευτήσασιν ὑπὸ τῶν ἀρίστων ἐγκωμιάζεσθαι.
それはローマ人たちに非常に愛され、大きな好意をもって迎えられたため、それ以来、亡くなったすべての善良かつ偉大な人々が最良の者たちによって称賛されることが慣行となった。
λέγεται δὲ καὶ τῶν Ἑλληνικῶν ἐπιταφίων ἐκεῖνος γενέσθαι πρεσβύτερος, εἴγε μὴ καὶ τοῦτο Σόλωνός ἐστιν, ὡς Ἀναξιμένης ὁ ῥήτωρ ἱστόρηκεν.
また、この追悼演説はギリシアの追悼演説よりも古いと言われている。 ただし、弁論家アナクシメネスが記録しているように、追悼演説という制度自体がソロンによるものであるとすれば話は別だが。

語釈・文法注

  1. 9.3οὐ μὴν ἀλλʼ ἑκατέροις ἐγγύθεν ὁρώμενα τὰ οἰκεῖα μᾶλλον ἐβεβαίου τὴν ἧτταν ἢ τὴν νίκην εἰκαζόμενα τὰ τῶν πολεμίων — 主語は A 群「見えている身内の損害 (τὰ οἰκεῖα ὁρώμενα)」と B 群「推測される敵の損害 (τὰ τῶν πολεμίων εἰκαζόμενα)」。動詞 ἐβεβαίου(未完了過去「確信させた」)は A 群に対して τὴν ἧτταν(敗北)を直接の目的語として取り、後半の B 群に対しては τὴν νίκην(勝利)を対比的に結びつけている。全体として「敵の損害が(勝利を)想像させることよりも、身内の損害が(敗北を)確信させることの方が、双方(ἑκατέροις)にとって上回っていた」という二重の対比構造を成す。
  2. 9.4ἐπελθούσης δὲ νυκτὸς οἵαν εἰκὸς οὕτω μεμαχημένοις — 文頭の ἐπελθούσης δὲ νυκτὸς は属格独立格(「夜が訪れた時」)。οἵαν は関係代名詞 οἷος の対格女性単数で、関係節内での省略された不定詞 εἶναι の主語(あるいは補語)として機能し、先行詞 νύξ(あるいは引き込まれて νυκτὸς)に一致して「〜にふさわしいような(夜)」の意。与格の οὕτω μεμαχημένοις(「そのように戦った人々にとって」)は非人称表現である形容詞 εἰκός(「ふさわしい、自然な」)に係る。

この箇所を引用する

プルタルコス, プブリコラ伝 §9.1-9.7. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0007.tlg008.humanitext-grc2:9.1-9.7

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。