§10.1ἀλλὰ διʼ ἐκεῖνα μᾶλλον ἤχθοντο τῷ Οὐαλλερίῳ καὶ προσέκρουον, ὅτι Βροῦτος μέν, ὃν πατέρα τῆς ἐλευθερίας ἐνόμιζεν ὁ δῆμος, οὐκ ἠξίωσε μόνος ἄρχειν, ἀλλὰ καὶ πρῶτον αὐτῷ συνάρχοντα προσείλετο καὶ δεύτερον
οὑτοσὶ δʼ,
ἔφασαν,
εἰς αὐτόν ἅπαντα συνενεγκάμενος οὐκ ἔστι τῆς Βρούτου κληρονόμος ὑπατείας μηδὲν αὐτῷ προσηκούσης, ἀλλὰ τῆς Ταρκυνίου τυραννίδος.
しかし人々は、別の理由から、むしろウァレリウスを恨み、反感を持っていた。 すなわち、民衆が自由の父とみなしていたブルートゥスは、単独で統治することをよしとせず、まず第一の、次いで第二の同僚執政官を自ら選んだ。 「しかし、この男は、」と彼らは言った。 「すべてを自分一人に集中させ、自分には何の関係もないブルートゥスの執政官職の相続人ではなく、タルクィニウスの僭主政治の相続人となっている。
§10.2καίτοι τί δεῖ λόγῳ μὲν Βροῦτον ἐγκωμιάζειν, ἔργῳ δὲ μιμεῖσθαι Ταρκύνιον, ὑπὸ ῥάβδοις ὁμοῦ πάσαις καὶ πελέκεσι κατιόντα μόνον ἐξ οἰκίας τοσαύτης τὸ μέγεθος ὅσην οὐ καθεῖλε τὴν τοῦ βασιλέως;
」「それにしても、言葉ではブルートゥスを称賛しながら、行動ではタルクィニウスを模倣し、すべての束桿と斧を同時に従え、王の家さえも破壊しなかったほど巨大な邸宅から、ただ一人で下ってくる必要がどこにあろうか。
καὶ γὰρ ὄντως ὁ Οὐαλλέριος ᾤκει τραγικώτερον ὑπὲρ τὴν καλουμένην Οὐελίαν οἰκίαν ἐπικρεμαμένην τῇ ἀγορᾷ καὶ καθ ο ρ ῶς αν ἐξ ὕψους ἅπαντα, δυσπρόσοδον δὲ πελάσαι καὶ χαλεπὴν ἔξωθεν, ὥστε καταβαίνοντος αὐτοῦ τὸ σχῆμα μετέωρον εἶναι καὶ βασιλικὸν τῆς προπομπῆς τὸν ὄγκον.
」実際、ウァレリウスは、ウェリアと呼ばれる丘の上に、広場を見下ろしてそびえ立ち、外からは近づきがたく険しい、いささか大げさな邸宅に住んでいた。 そのため、彼が下ってくるとき、その姿は高いところにあり、従者の列の重々しさは王者のようであった。
§10.3ὅσον οὖν ἐν ἀρχῇ καὶ πράγμασι μεγάλοις ἀγαθὸν ἦν ἔχειν ὦτα παρρησίαν ἀντὶ κολακείας προσιέμενα καὶ λόγους ἀληθεῖς, ἔδειξεν.
それゆえ、権力の座や重大な職務において、へつらいの代わりに率直な発言を受け入れる耳と、真実の言葉を持つことがどれほど有益であるかを、彼は身をもって示した。
ἀκούσας γὰρ ὅτι τοῖς πολλοῖς ἁμαρτάνειν ἐδόκει τῶν φίλων διεξιόντων, οὐκ ἐφιλονείκησεν, οὐδʼ ἠγανάκτησεν, ἀλλὰ ταχὺ πολλοὺς συναγαγὼν τεχνίτας ἔτι νυκτὸς οὔσης κατέβαλε τὴν οἰκίαν καὶ κατέσκαψεν εἰς ἔδαφος πᾶσαν,
すなわち、多くの友人が語るのを聞いて、自分が多くの人々に対して過ちを犯していると思われていることを知ると、彼は反論もせず、憤慨もせず、まだ夜が明けないうちに急いで多くの職人を集め、邸宅を取り壊し、地面と等しくなるまで完全に解体してしまった。
§10.4ὥστε μεθʼ ἡμέραν τούς Ῥωμαίους ὁρῶντας καὶ συνισταμένους τοῦ μὲν ἀνδρὸς ἀγαπᾶν καὶ θαυμάζειν τὴν μεγαλοφροσύνην, ἄχθεσθαι δὲ τῆς οἰκίας καὶ ποθεῖν τὸ μέγεθος καὶ τὸ κάλλος, ὥσπερ ἀνθρώπου, διὰ φθόνον οὐ δικαίως καταλελυμένης, τοῦ δὲ ἄρχοντος, ὥσπερ ἀνεστίου, παρʼ ἑτέροις οἰκοῦντος.
そのため、翌日になってこれを見て集まったローマ人たちは、彼の気高さに驚嘆しつつも、邸宅の大きさと美しさを惜しみ、まるで生きている人間が嫉妬によって不当に滅ぼされたかのように嘆いた。 また、執政官がまるで家なき人のように、他人の家に身を寄せていることを残念に思った。
ἐδέχοντο γὰρ οἱ φίλοι τὸν Οὐαλλέριον ἄχρι οὗ τόπον ἔδωκεν ὁ δῆμος αὐτῷ καὶ κατεσκεύασεν οἰκίαν ἐκείνης μετριωτέραν, ὅπου νῦν ἱερόν ἐστιν Οὐίκας Πότας ὀνομαζό μενον.
ウァレリウスは、民衆が彼に土地を与え、あの家よりも控えめな家を建ててくれるまで、友人たちの家に身を寄せているいた。 そこには現在、ウィカ・ポタと呼ばれる神殿がある。
§10.5βουλόμενος δὲ μὴ μόνον ἑαυτὸν, ἀλλὰ καὶ τὴν ἀρχὴν ἀντὶ φοβερᾶς χειροήθη καὶ προσφιλῆ ποιεῖν τοῖς πολλοῖς, τούς τε πελέκεις ἀπέλυσε τῶν ῥάβδων, αὐτάς τε τὰς ῥάβδους εἰς ἐκκλησίαν παριὼν ὑφῆκε τῷ δήμῳ καὶ κατέκλινε, μέγα ποιῶν τὸ πρόσχημα τῆς δημοκρατίας, καὶ τοῦτο μέχρι νῦν διαφυλάττουσιν οἱ ἄρχοντες.
彼は自分自身だけでなく、その権力をも、恐ろしいものではなく、民衆にとって従順で親しみやすいものにしたいと望み、束桿から斧を取り外し、民会に臨む際には、その束桿自体を民衆に対して引き下げ、お辞儀をさせた。 こうして、民主政の体裁を大いに高めたのであるが、この習慣を執政官たちは今日まで守り続けている。
§10.6ἐλάνθανε δὲ τούς πολλοὺς οὐχ ἑαυτὸν, ὡς ᾤοντο, ποιῶν ταπεινόν, ἀλλὰ τὸν φθόνον τῇ μετριότητι ταύτῃ καθαιρῶν καὶ κολούων, αὐτῷ δὲ προστιθεὶς τοσοῦτον μέγεθος δυνάμεως ὅσον ἀφαιρεῖν ἐδόκει τῆς ἐξουσίας, ὑποδυομένου μεθʼ ἡδονῆς αὐτῷ τοῦ δήμου καὶ φέροντος ἑκουσίως, ὥστε καὶ Ποπλικόλαν ἀνηγόρευσεν αὐτόν σημαίνει δὲ τοὔνομα δημοκηδῆ·
しかし民衆は気づいていなかったが、彼は、人々が思っていたように自分を卑下していたのではなく、この謙虚さによって嫉妬を和らげて取り除き、自ら権限を削っているように見せながら、実際にはそれと同等なほどに強大な実権を自分に付け加えていたのである。 民衆は喜びを抱いて彼の支配に服し、自発的にそれに従った。 そのため、人々は彼を「ポプリコラ」と呼んだ。 この名前は「民衆を思いやる者」を意味する。
καὶ τοῦτο μᾶλλον ἴσχυσε τῶν ἀρχαίων ὀνομάτων, ᾧ καὶ ἡμεῖς χρησόμεθα τὸν λοιπὸν βίον τοῦ ἀνδρὸς ἱστοροῦντες.
そして、この名前は彼の古い名前よりも広く用いられるようになり、私たちも彼の生涯の残りを記録するにあたって、この名前を用いることにする。