Humanitext Reader

普鲁塔克 · 普布利科拉传 §9.1-9.7

布鲁图斯战死与瓦莱里乌斯的凯旋式

第 9 段,共 23 段 · 希腊语

内容简介

支持塔尔温的第勒尼安军与罗马军爆发惨烈战斗,前哨战中阿伦斯与布鲁图斯同归于尽。在风暴打断了胜负未分的战斗后,夜间树林中传来神之声宣告罗马获胜,导致第勒尼安人溃逃。执政官瓦莱里乌斯举行了罗马历史上首次四马战车凯旋式,并为战死的同僚布鲁图斯发表了悼词。

§9.1Ταρκύνιον δὲ τὴν ἐκ προδοσίας ἀπογνόντα τῆς ἀρχῆς ἀνάληψιν ἐδέξαντο Τυρρηνοὶ προθύμως καὶ μεγάλῃ δυνάμει κατῆγον.
在塔尔温放弃通过背叛夺回政权的希望后,第勒尼安人热情地接待了他,并以强大的兵力护送他复位。
ἀντεξῆγον δὲ τοὺς Ῥωμαίους οἱ ὕπατοι, καὶ παρέταξαν ἐν χωρίοις ἱεροῖς, ὧν τὸ μὲν Ἄρσιον ἄλσος, τὸ δὲ Αἰσούειον λειμῶνα προσαγορεύουσιν.
执政官们率领罗马人迎战,并在神圣的土地上列阵,其中一处被称为阿尔西亚树林,另一处被称为埃苏维亚草地。
ἀρχομένων δὲ αὑτῶν συνάγειν εἰς χεῖρας Ἄρρων ὁ Ταρκυνίου παῖς καὶ Βροῦτος ὁ Ῥωμαίων ὕπατος οὐ κατὰ τύχην ἀλλήλοις περιπεσόντες, ἀλλʼ ὑπʼ ἔχθους καὶ ὀργῆς, §9.2ὁ μὲν ὡς ἐπὶ τύραννον καὶ πολέμιον τῆς πατρίδος, ὁ δὲ τῆς φυγῆς ἀμυνόμενος, ὥρμησαν ὁμόσε τοῖς ἵπποις.
当他们开始交战时,塔尔温的儿子阿伦斯和罗马执政官布鲁图斯相遇,这并非偶然,而是出于仇恨和愤怒,一个视对方为僭主和祖国之敌,另一个则为了报复流放之仇,驾马互相对冲。
θυμῷ δὲ μᾶλλον ἢ λογισμῷ προσμίξαντες ἠφείδησαν αὑτῶν καὶ συναπέθανον ἀλλήλοις.
他们凭着激情而非理智交锋,毫不顾惜自身,相杀而同死。
οὕτω δὲ δεινοῦ γενομένου τοῦ προάγωνος οὐκ ἔσχεν ὁ ἀγὼν τέλος ἐπιεικέστερον, ἀλλὰ καὶ δράσαντες ἴσα καὶ παθόντες οἱ στρατοὶ διεκρίθησαν ὑπὸ χειμῶνος.
由于这场前哨战如此惨烈,随后的战斗也没有更温和的结局,双方军队给予和承受了同等的伤害,最终被风暴分开。
§9.3ἦν οὖν ἐν ἀπόροις ὁ Οὐαλλέριος, οὐκ εἰδὼς τὸ τῆς μάχης πέρας, ἀλλὰ τοὺς στρατιώτας ὁρῶν τοῖς μὲν αὑτῶν νεκροῖς ἀθυμοῦντας, ἐπαιρομένους δὲ τοῖς τῶν πολεμίων οὕτως ἄκριτος ἦν καὶ παράλληλος ὑπὸ πλήθους ὁ φόνος, οὐ μὴν ἀλλʼ ἑκατέροις ἐγγύθεν ὁρώμενα τὰ οἰκεῖα μᾶλλον ἐβεβαίου τὴν ἧτταν ἢ τὴν νίκην εἰκαζόμενα τὰ τῶν πολεμίων.
因此,瓦莱里乌斯处于困境之中,不知道战斗的结果如何,而只是看到士兵们因自己一方的死者而气馁,因敌人的死者而振奋;因为死伤如此难以分清,且因人数众多而势均力敌,然而对双方而言,近在眼前的己方损失更让他们确信失败,而只能推测的敌方损失则让他们设想胜利。
§9.4ἐπελθούσης δὲ νυκτὸς οἵαν εἰκὸς οὕτω μεμαχημένοις, καὶ γενομένων ἐν ἡσυχίᾳ τῶν στρατοπέδων, λέγουσι σεισθῆναι τὸ ἄλσος, ἐκ δʼ αὐτοῦ φωνὴν ἐκπεσεῖν μεγάλην φράζουσαν ὡς ἑνὶ πλείους ἐν τῇ μάχῃ τεθνήκασι Τυρρηνῶν ἢ Ῥωμαίων, ἦν δʼ ἄρα θεῖόν τι τὸ φθεγξάμενον εὐθύς τε γὰρ ὑπʼ αὐτοῦ τοῖς μὲν ἀλαλάξαι παρέστη μέγα καὶ θαρρσαλέον, οἱ δὲ Τυρρηνοὶ περίφοβοι γενόμενοι καὶ συνταραχθέντες ἐξέπεσον ἐκ τοῦ στρατοπέδου καὶ διεσπάρησαν οἱ πλεῖστοι·
当经历过这样战斗的人们迎来了理所当然的夜晚,营地归于寂静时,据说树林震动了,从中传出了一个巨大的声音,宣告第勒尼安人在战斗中死去的比罗马人多一人。 这声音果然是神灵发出的;因为一听到这声音,一方就直截了当地发出了巨大而勇敢的欢呼,而第勒尼安人则变得极度恐惧和惊慌失措,逃离了营地,大多数人四散而去。
§9.5τοὺς δὲ καταλειφθέντας ὀλίγῳ πεντακισχιλίων ἐλάσσους ἐπελθόντες εἷλον οἱ Ῥωμαῖοι, καὶ τἆλλα διήρπασαν.
罗马人袭击并俘获了剩下的人(比五千人稍微少一点),并掠夺了其余的财物。
οἱ δὲ νεκροὶ διαριθμηθέντες εὑρέθησαν τριακόσιοι μὲν ἐπὶ χιλίοις καὶ μυρίοις οἱ τῶν πολεμίων, οἱ δὲ Ῥωμαίων παρʼ ἕνα τοσοῦτοι.
当死者被清点时,发现敌人的死者为一万一千三百人,而罗马人的死者仅比此数少一人。
ταύτην τὴν μάχην λέγουσι γενέσθαι πρὸ μιᾶς καλανδῶν Μαρτίων, ἐθριάμβευσε δʼ ἀπʼ αὐτῆς Οὐαλλέριος εἰσελάσας τεθρίππῳ πρῶτος ὑπάτων.
据说这场战斗发生在三月卡兰德的前一天,瓦莱里乌斯为此举行了凯旋式,成为执政官中第一个驾着四马战车进城的人。
§9.6καὶ τὸ πρᾶγμα σεμνὴν καὶ μεγαλοπρεπῆ παρέσχεν ὄψιν, οὐκ ἐπίφθονον οὐδʼ ἀνιάσασαν, ὡς ἔνιοι λέγουσι, τοὺς ὁρῶντας· οὐ γὰρ ἂν ἔσχε ζῆλον τοσοῦτον οὐδὲ φιλοτιμίαν εἰς ἔτη πάμπολλα διαμένουσαν.
这一盛况呈现出庄严而宏伟的景象,并不像某些人所说的那样引起旁观者的嫉妒或痛苦;否则,它就不会激发如此持久、绵延多年的向往和荣誉感。
ἀπεδέξαντο δὲ τοῦ Οὐαλλερίου καὶ τὰς εἰς τὸν συνάρχοντα τιμάς, αἷς ἐκκομιζόμενον καὶ θαπτόμενον ἐκόσμησε· §9.7καὶ λόγον ἐπʼ αὐτῷ διεξῆλθεν ἐπιτάφιον, ὃς οὕτως ὑπὸ Ῥωμαίων ἠγαπήθη καὶ τοσαύτην ἔσχε χάριν ὥστε πᾶσι τοῖς ἀγαθοῖς καὶ μεγάλοις ὑπάρχειν ἐξ ἐκείνου τελευτήσασιν ὑπὸ τῶν ἀρίστων ἐγκωμιάζεσθαι.
人们也接受了瓦莱里乌斯对他的同僚所表达的敬意,他在葬礼和安葬中为同僚饰以荣光;并为他发表了悼词,这篇悼词非常受罗马人喜爱,并获得了极大的好评使得此后所有去世的贤能和伟大之人都由最杰出的人来赞颂成为惯例。
λέγεται δὲ καὶ τῶν Ἑλληνικῶν ἐπιταφίων ἐκεῖνος γενέσθαι πρεσβύτερος, εἴγε μὴ καὶ τοῦτο Σόλωνός ἐστιν, ὡς Ἀναξιμένης ὁ ῥήτωρ ἱστόρηκεν.
据说这甚至比希腊的悼词还要古老,除非这确实如修辞学家阿那克西米尼所记载的那样,也是梭伦的创制。

词汇与语法注释

  1. 9.3οὐ μὴν ἀλλʼ ἑκατέροις ἐγγύθεν ὁρώμενα τὰ οἰκεῖα μᾶλλον ἐβεβαίου τὴν ἧτταν ἢ τὴν νίκην εἰκαζόμενα τὰ τῶν πολεμίων — 主语是两个对比结构:即“亲眼目睹的己方伤亡”(τὰ οἰκεῖα ὁρώμενα)与“推测出的敌方伤亡”(τὰ τῶν πολεμίων εἰκαζόμενα)。动词 ἐβεβαίου(意为“使确信”)在前半句中直接支配“失败”(τὴν ἧτταν),在后半句中也省略地(或暗示性地)支配“胜利”(τὴν νίκην)。整句意为,对双方(ἑκατέροις)而言,近在眼前的己方损失带来的战败感,远比推测敌方损失所带来的胜利感来得更加强烈。
  2. 9.4ἐπελθούσης δὲ νυκτὸς οἵαν εἰκὸς οὕτω μεμαχημένοις — 句首的 ἐπελθούσης δὲ νυκτὸς 是属格独立结构(意为“当夜幕降临时”)。关系代词 οἵαν 是阴性单数宾格形式,修饰先行词 νύξ(夜),在省略了不定式 εἶναι 的关系从句中作表语或主语,表示“(像这样一类)的夜晚”。与格的 οὕτω μεμαχημένοις(意为“对于这样战斗过的人们”)受无人称形容词 εἰκός(意为“合乎情理的、自然的”)支配。

引用这一段

普鲁塔克, 普布利科拉传 §9.1-9.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg008.humanitext-grc2:9.1-9.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。