§22.1τὰ δὲ Σαβίνων οὕτω διακριθέντα τῷ μετοικισμῷ τῶν ἀνδρῶν, οὐκ εἴασαν οἱ δημαγωγοῦντες ἀτρεμῆσαι καί καταστῆναι, σχετλιάζοντες εἰ Κλαῦσος ἃ παρὼν οὐκ ἔπεισε διαπράξεται φυγὰς γενόμενος καί πολέμιος, μὴ δοῦναι δίκην Ῥωμαίους ὧν ὑβρίζουσιν.
サビニ側の状況は、男たちの移住によってこのように引き裂かれたが、民衆指導者たちは(事態が)静まり落ち着くことを許さなかった。 彼らは、クラウススがそこに留まっていた時には説得できなかったことを、亡命して敵となることによって成し遂げ、ローマ人たちがその非道に対して罰を受けないということに憤慨したのである。
ἄραντες οὖν στρατῷ μεγάλῳ περὶ Φιδήνας κατηυλίσαντο, καί τινα λόχον θέμενοι πρὸ τῆς Ῥώμης ἐν χωρίοις συνηρεφέσι καί κοίλοις δισχιλίους ὁπλίτας, ἔμελλον ἅμʼ ἡμέρᾳ φανερῶς ὀλίγοις ἱππεῦσι λείαν ἐλαύνειν.
そこで彼らは大軍を率いて出発し、フィデナエの周辺に陣を敷いた。 そして、ローマの前に、樹木の生い茂った窪んだ地に二千人の重装歩兵の伏兵を配置し、夜明けとともに、少数の騎兵で公然と略奪品を追い立てるつもりであった。
§22.2εἴρητο δʼ αὐτοῖς, ὅταν τῇ πόλει προσελάσωσιν, ὑποφεύγειν ἕως ἐμβάλωσιν εἰς τὴν ἐνέδραν τοὺς πολεμίους·
そして彼らには、市に近づいたときには、敵を伏兵の中に引き込むまで退却を装って逃げ続けるように、という指令が下されていた。
ταῦθʼ ὁ Ποπλικόλας αὐθημερὸν πυθόμενος παρʼ αὐτομόλων ταχὺ διηρμόσατο πρὸς πάντα καί διένειμε τὴν δύναμιν.
これらのことをポプリコラは同日に脱走兵から聞き知って、速やかにすべてに対処を整え、自軍を分散配置した。
Ποστούμιος μὲν γὰρ Βάλβος ὁ γαμβρὸς αὐτοῦ τρισχιλίοις ὁπλίταις ἑσπέρας ἔτι προελθὼν καί καταλαβὼν τοὺς ἀκρολόφους, ὑφʼ οἷς ἐνήδρευον οἱ Σαβῖνοι, παρεφύλαττεν·
すなわち、彼の婿ポストゥミウス・バルブスは、まだ夕方のうちに進出して、その下でサビニ人が待ち伏せしている丘の頂を三千の重装歩兵とともに占領し、上から監視していた。
§22.3ὁ δὲ συνάρχων Λουκρήτιος ἔχων τὸ κουφότατον ἐν τῇ πόλει καί γενναιότατον ἐτάχθη τοῖς ἐλαύνουσι τὴν λείαν ἱππεῦσιν ἐπιχειρεῖν, αὐτὸς δὲ τὴν ἄλλην ἀναλαβὼν στρατιὰν κύκλῳ περιῆλθε τοὺς πολεμίους, καὶ κατὰ τύχην ὁμίχλης βαθείας ἐπιπεσούσης, περὶ ὄρθρον ἅμα Ποστούμιός τε τοὺς ἐνεδρεύοντας ἐμβοήσας ἔβαλεν ἀπὸ τῶν ἄκρων, καί τοῖς προϊππασαμένοις ἐφῆκε τοὺς περὶ αὑτὸν ὁ Λουκρήτιος, καί Ποπλικόλας προσέβαλε τοῖς στρατοπέδοις τῶν πολεμίων.
一方、同僚執政官のルクレティウスは、市内で最も身軽で最も勇敢な者たちを率いて、略奪品を追い立てる騎兵たちを攻撃するように配置された。 彼自身は、残りの軍勢を率いて、敵を迂回して包囲した。 そして幸いにも深い霧が立ち込めたので、夜明けのころに一斉に、ポストゥミウスは鬨の声を上げて待ち伏せしている者たちに丘の頂から攻撃を加え、ルクレティウスは自身の周りの者たちを、前方を進んでいた騎兵たちに襲いかからせ、ポプリコラは敵の陣営を攻撃した。
§22.4πάντη μὲν οὖν ἐκακοῦτο τ ὰ Σαβίνων καί διεφθείρετο·
こうしてサビニ側の形勢はいたるところで悪化し、破滅していった。
τοὺς δʼ ἐνταῦθα μηδʼ ἀμυνομένους, ἀλλὰ φεύγοντας, εὐθὺς ἔκτεινον οἱ Ῥωμαῖοι, τῆς ἐλπίδος αὐτοῖς ὀλεθριωτάτης γενομένης.
ローマ人たちは、そこにいて防戦もせず逃げ惑う者たちをただちに殺戮した。 彼らの(抱いた)希望が、最も致命的なものとなったからである。
σῴζεσθαι γὰρ οἰόμενοι τοὺς ἑτέρους οἱ ἕτεροι τῷ μάχεσθαι καί μένειν οὐ προσεῖχον, ἀλλʼ οἱ μὲν ἐκ τῶν ἐρυμάτων πρὸς τοὺς ἐνεδρεύοντας, §22.5οἱ δὲ πάλιν ὡς ἐκείνους εἰς τὸ στρατόπεδον θέοντες ἐναντίοι φεύγουσιν ἐνέπιπτον πρὸς οὓς ἔφευγον καί βοηθείας δεομένοις οὓς ἤλπιζον αὐτοῖς βοηθήσειν.
というのも、彼らはお互いが救ってくれると考えて、戦うことやとどまることに注意を向けず、ある者たちは陣地から待ち伏せしていた者たちの方へ逃げ、また他方の者たちは逆に、あちらの者たちのところへ、陣営を目指して走って、逆方向に逃げる者たちと衝突し、自分たちが逃げている先で、助けが必要な状態で、自分たちを助けてくれると期待していた者たちに衝突したのであった。
τὸ δὲ μὴ πάντας ἀπολέσθαι τοὺς Σαβίνους, ἀλλὰ καί περιγενέσθαι τινάς ἡ Φιδηνατῶν πόλις ἐγγὺς οὖσα παρέσχε, καί μάλιστα τοῖς ἐκ τῶν στρατοπέδων, ὅθʼ ἡλίσκετο, διεκπίπτουσιν.
サビニ人が全員滅びることはなく、一部が生き残ることができたのは、フィデナエの市が近くにあったことがこれをもたらしたからであり、特に、陣営が攻略されたときに、そこから逃げ出した者たちにとって(近くの市が逃げ場となった)。
ὅσοι δὲ Φιδηνῶν διήμαρτον διεφθάρησαν ἢ ζῶντες ἀπήχθησαν ὑπὸ τῶν λαβόντων.
フィデナエにたどり着けなかった者たちは全員、殺されるか、捕らえた者たちによって生きたまま連れ去られた。