Humanitext Reader

普鲁塔克 · 普布利科拉传 §22.1-22.5

萨宾军设伏与波普利科拉的反击

第 22 段,共 23 段 · 希腊语

内容简介

萨宾人的领袖对阿庇乌斯·克劳苏斯的出奔感到愤怒,向罗马派去大军并企图设伏。波普利科拉预先识破了这一计谋,通过反伏击和合围战术彻底击溃了萨宾军队。

§22.1τὰ δὲ Σαβίνων οὕτω διακριθέντα τῷ μετοικισμῷ τῶν ἀνδρῶν, οὐκ εἴασαν οἱ δημαγωγοῦντες ἀτρεμῆσαι καί καταστῆναι, σχετλιάζοντες εἰ Κλαῦσος ἃ παρὼν οὐκ ἔπεισε διαπράξεται φυγὰς γενόμενος καί πολέμιος, μὴ δοῦναι δίκην Ῥωμαίους ὧν ὑβρίζουσιν.
萨宾人的局势因这些人的迁移而如此分裂,但那些煽动民众者不许其保持平静和安定,他们愤恨于克劳苏斯作为一个流亡者和敌人,竟将完成他在场时未能说服的事情,而罗马人不会为其暴行付出代价。
ἄραντες οὖν στρατῷ μεγάλῳ περὶ Φιδήνας κατηυλίσαντο, καί τινα λόχον θέμενοι πρὸ τῆς Ῥώμης ἐν χωρίοις συνηρεφέσι καί κοίλοις δισχιλίους ὁπλίτας, ἔμελλον ἅμʼ ἡμέρᾳ φανερῶς ὀλίγοις ἱππεῦσι λείαν ἐλαύνειν.
于是,他们率大军出发,在斐狄奈附近安营扎寨;并在罗马城前树木茂密而低洼的地方部署了两千名重装步兵的伏兵,打算在天亮时,公然用少数骑兵去驱赶掠夺物。
§22.2εἴρητο δʼ αὐτοῖς, ὅταν τῇ πόλει προσελάσωσιν, ὑποφεύγειν ἕως ἐμβάλωσιν εἰς τὴν ἐνέδραν τοὺς πολεμίους·
他们被命令,当他们迫近城市时,要假装逃跑,直到把敌人引入伏击圈。
ταῦθʼ ὁ Ποπλικόλας αὐθημερὸν πυθόμενος παρʼ αὐτομόλων ταχὺ διηρμόσατο πρὸς πάντα καί διένειμε τὴν δύναμιν.
波普利科拉当天从逃兵处得知这些情况,迅速对一切作好部署,并分配了兵力。
Ποστούμιος μὲν γὰρ Βάλβος ὁ γαμβρὸς αὐτοῦ τρισχιλίοις ὁπλίταις ἑσπέρας ἔτι προελθὼν καί καταλαβὼν τοὺς ἀκρολόφους, ὑφʼ οἷς ἐνήδρευον οἱ Σαβῖνοι, παρεφύλαττεν· §22.3ὁ δὲ συνάρχων Λουκρήτιος ἔχων τὸ κουφότατον ἐν τῇ πόλει καί γενναιότατον ἐτάχθη τοῖς ἐλαύνουσι τὴν λείαν ἱππεῦσιν ἐπιχειρεῖν, αὐτὸς δὲ τὴν ἄλλην ἀναλαβὼν στρατιὰν κύκλῳ περιῆλθε τοὺς πολεμίους, καὶ κατὰ τύχην ὁμίχλης βαθείας ἐπιπεσούσης, περὶ ὄρθρον ἅμα Ποστούμιός τε τοὺς ἐνεδρεύοντας ἐμβοήσας ἔβαλεν ἀπὸ τῶν ἄκρων, καί τοῖς προϊππασαμένοις ἐφῆκε τοὺς περὶ αὑτὸν ὁ Λουκρήτιος, καί Ποπλικόλας προσέβαλε τοῖς στρατοπέδοις τῶν πολεμίων.
因为他的女婿波斯图米乌斯·巴尔布斯,在傍晚时分就带领三千名重装步兵前进,占领了萨宾人埋伏其下的山丘,并居高临下地监视着;而他的同事卢克莱修则率领城中最轻装和最勇敢的战士,被派去袭击那些驱赶掠夺物的骑兵,他自己则率领其余的军队,绕道合围了敌人。 又恰逢大雾弥漫,黎明时分,波斯图米乌斯大喊着从高处袭击了那些埋伏的人,卢克莱修也将手下放向那些向前奔驰的骑兵,波普利科拉则进攻了敌人的营地。
§22.4πάντη μὲν οὖν ἐκακοῦτο τ ὰ Σαβίνων καί διεφθείρετο· τοὺς δʼ ἐνταῦθα μηδʼ ἀμυνομένους, ἀλλὰ φεύγοντας, εὐθὺς ἔκτεινον οἱ Ῥωμαῖοι, τῆς ἐλπίδος αὐτοῖς ὀλεθριωτάτης γενομένης.
因此,萨宾人的局势在各处都变得恶劣并走向毁灭;对于在那里甚至不作抵抗而只顾逃跑的人,罗马人立即予以杀戮,因为他们的希望对他们而言成了最致命的毒药。
σῴζεσθαι γὰρ οἰόμενοι τοὺς ἑτέρους οἱ ἕτεροι τῷ μάχεσθαι καί μένειν οὐ προσεῖχον, ἀλλʼ οἱ μὲν ἐκ τῶν ἐρυμάτων πρὸς τοὺς ἐνεδρεύοντας, §22.5οἱ δὲ πάλιν ὡς ἐκείνους εἰς τὸ στρατόπεδον θέοντες ἐναντίοι φεύγουσιν ἐνέπιπτον πρὸς οὓς ἔφευγον καί βοηθείας δεομένοις οὓς ἤλπιζον αὐτοῖς βοηθήσειν.
因为他们以为彼此可以救助,便无心战斗和坚守,反而有的人从防线逃往设伏者那里,而另一些人又朝那些人的方向奔向营地,与反方向逃跑的人相撞,迎面撞上了他们本要逃往的那些人,而且在需要帮助的情况下,撞上了他们本指望能帮助自己的人。
τὸ δὲ μὴ πάντας ἀπολέσθαι τοὺς Σαβίνους, ἀλλὰ καί περιγενέσθαι τινάς ἡ Φιδηνατῶν πόλις ἐγγὺς οὖσα παρέσχε, καί μάλιστα τοῖς ἐκ τῶν στρατοπέδων, ὅθʼ ἡλίσκετο, διεκπίπτουσιν.
而萨宾人没有全军覆没、甚至有人得以幸存,是由于斐狄奈城就在附近,尤其是对那些在营地被攻占时逃离出来的人。
ὅσοι δὲ Φιδηνῶν διήμαρτον διεφθάρησαν ἢ ζῶντες ἀπήχθησαν ὑπὸ τῶν λαβόντων.
而所有未能到达斐狄奈的人,都被消灭或被俘虏他们的人活活带走。

词汇与语法注释

  1. 22.1σχετλιάζοντες εἰ — “愤恨于……”。连接词 εἰ 在此处并不引导条件从句,而是接在表示情感的分词(此处为 σχετλιάζοντες)之后,引导表示情感原因或事实的从句。
  2. 22.1μὴ δοῦναι δίκην Ῥωμαίους — “罗马人不会付出代价”。否定词 μὴ 修饰不定式 δίκην δοῦναι(付出代价/受罚),其逻辑主语为宾格的 Ῥωμαίους。该不定式结构与前面的 εἰ 从句相关联,或者作为表示结果或目的的不定式,依附于动词 διαπράξεται。
  3. 22.5βοηθείας δεομένοις οὓς ἤλπιζον αὐτοῖς βοηθήσειν — “在需要帮助的情况下,(撞上了)他们本指望能帮助自己的人”。现在分词与格复数 δεομένοις(需要……)修饰逃跑者们,并作为动词 ἐνέπιπτον(撞上)的与格补语。关系代词 οὓς 的先行词是他们撞上的对象,而与格代词 αὐτοῖς 则指代逃跑者自身,作为不定式 βοηθήσειν(帮助)的宾语。

引用这一段

普鲁塔克, 普布利科拉传 §22.1-22.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg008.humanitext-grc2:22.1-22.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。