§21.1τῷ δʼ ἑξῆς ἔτει πάλιν ὑπάτευε Ποπλικόλας τὸ τέταρτον·
翌年、ポプリコラは再び四度目の執政官に就任した。
ἦν δὲ προσδοκία πολέμου Σαβίνων καί Λατίνων συνισταμένων.
サビニ人とラティウム人が同盟を結び、戦争が予想されていた。
καί τις ἅμα δεισιδαιμονία τῆς πόλεως ἥψατο·
同時に、ある迷信が都市に取り憑いた。
πᾶσαι γὰρ αἱ κυοῦσαι τότε γυναῖκες ἐξέβαλλον ἀνάπηρα, καί τέλος οὐδεμία γένεσις ἔσχεν.
当時、妊娠していた女性たちが皆、障害のある子を流産するか、あるいは不完全に産み落とし、ついに何一つ誕生に至らなかったのである。
ὅθεν ἐκ τῶν Σιβυλλείων ὁ Ποπλικόλας ἱλασάμενος τῷ Ἅιδῃ καί τινας ἀγῶνας πυθοχρήστους ἀναλαβὼν καί ταῖς ἐλπίσι πρὸς τὸ θεῖον ἡδίονα καταστήσας τὴν πόλιν, ἤδη τοῖς ἀπʼ ἀνθρώπων φοβεροῖς προσεῖχε.
そこでポプリコラはシビュラの書に基づき、ハデスを宥めて神託に従う競技を再興し、神への希望によって都市をより穏やかに落ち着かせると、今や人間から来る恐るべき脅威へと目を向けた。
μεγάλη γὰρ ἐφαίνετο κατασκευὴ τῶν πολεμίων καί σύστασις.
敵の軍備と団結は強大であるように見えたからである。
§21.2ἦν οὖν Ἄππιος Κλαῦσος ἐν Σαβίνοις, ἀνὴρ χρήμασί τε δυνατὸς καί σώματος ῥώμῃ πρὸς ἀλκὴν ἐπιφανής, ἀρετῆς δὲ δόξῃ μάλιστα καί λόγου δεινότητι πρωτεύων, ὃ δὲ πᾶσι συμβαίνει τοῖς μεγάλοις οὐ διέφυγε παθεῖν, ἀλλʼ ἐφθονεῖτο·
サビニ人の中にアッピウス・クラウススという、財力に富み、身体の強健さにおいて武勇に秀で、特に徳の評判と弁舌の巧みさにおいて第一等である男がいた。 しかし、彼もすべての大人物に起こることを免れず、嫉妬された。
καὶ τοῖς φθονοῦσιν αἰτίαν παρέσχε καταπαύων τὸν πόλεμον αὔξειν τὰ Ῥωμαίων, ἐπὶ τυραννίδι καί δουλώσει τῆς πατρίδος.
そして嫉妬する者たちに対して、戦争を阻止してローマの勢力を伸ばそうとしており、祖国を僭主支配と隷属に陥れようとしているという非難の口実を与えた。
§21.3αἰσθόμενος δὲ τοὺς λόγους τούτους βουλομένῳ τῷ πλήθει λεγομένους, καί προσκρούοντα τοῖς πολεμοποιοῖς καί στρατιωτικοῖς ἑαυτόν, ἐφοβεῖτο τὴν κρίσιν, ἑταιρείαν δὲ καί δύναμιν φίλων καί οἰκείων ἔχων ἀμύνουσαν περὶ αὑτὸν ἐστασίαζε.
彼は、民衆が好んでこの噂を語っていること、および自身が主戦派や軍部と衝突していることに気づき、裁判を恐れたが、自分の周りに自分を防御してくれる友人や親族の結社と勢力を持っていたので、内紛を起こした。
καί τοῦτʼ ἦν τοῦ πολέμου διατριβὴ καί μέλλησις τοῖς Σαβίνοις.
そして、このことがサビニ人たちにとって戦争の遅延と引き延ばしとなった。
§21.4ταῦτʼ οὖν ὁ Ποπλικόλας οὐ μόνον εἰδέναι ποιούμενος ἔργον, ἀλλὰ καί κινεῖν καί συνεξορμᾶν τὴν στάσιν, εἶχεν ἄνδρας ἐπιτηδείους οἳ τῷ Κλαύσῳ διελέγοντο παρʼ αὑτοῦ τοιαῦτα, ὡς ὁ Ποπλικόλας ἄνδρα σε χρηστὸν ὄντα καί δίκαιον οὐδενὶ κακῷ δεῖν οἴεται τοὺς σεαυτοῦ πολίτας ἀμύνεσθαι, καίπερ ἀδικούμενον·
そこでポプリコラは、これを知ることを自らの務めとするだけでなく、内紛を刺激してさらに駆り立てることを目指し、親しい者たちを送り、彼らを通じてクラウススに以下のような自身の言葉を伝えさせた。 「ポプリコラは、あなたが優れた正しい人であるのに、いかに不当な扱いを受けているとはいえ、同胞からいかなる悪をもってしても報復されるべきではないと考えている。
εἰ δὲ βούλοιο σῴζων ἑαυτὸν μεταστῆναι καί φυγεῖν τοὺς μισοῦντας, ὑποδέξεταί σε δημοσίᾳ καί ἰδίᾳ τῆς τε σῆς ἀρετῆς ἀξίως καί τῆς Ῥωμαίων λαμπρότητος.
もし身を守るために移住し、あなたを憎む者たちから逃れたいと思うならば、彼は公的にも私的にも、あなたの徳にふさわしく、またローマ人の栄光にふさわしく、あなたを歓迎するであろう」。
§21.5ταῦτα πολλάκις ἀνασκοποῦντι τῷ Κλαύσῳ βέλτιστα τῶν ἀναγκαίων ἐφαίνετο, καί τοὺς φίλους συμπαρακαλῶν, ἐκείνων τε πολλοὺς ὁμοίως συναναπειθ όντων, πεντακισχιλίους οἴκους ἀναστήσας μετὰ παίδων καί γυναικῶν, ὅπερ ἦν ἐν Σαβίνοις ἀθόρυβον μάλιστα καί βίου πρᾴου καί καθεστῶτος οἰκεῖον, εἰς Ῥώμην ἦγε, προειδότος τοῦ Ποπλικόλα καί δεχομένου φιλοφρόνως καί προθύμως ἐπὶ πᾶσι δικαίοις.
この提案を何度も熟考したクラウススにとって、それは避けがたい状況において最善の策と思われた。 彼は友人たちにも協力を呼びかけ、彼らの多くも同様に説得に応じたので、五千世帯を率いて――彼らはサビニ人の中でも最も穏やかで、平穏で安定した生活を送る人々であったが――ローマに向けて出発した。 ポプリコラはこれを事前に察知し、あらゆる正当な権利を約束して、親切かつ熱意をもって彼らを迎えた。
§21.6τοὺς μὲν γὰρ οἴκους εὐθὺς ἀνέμιξε τῷ πολιτεύματι, καί χώραν ἀπένειμεν ἑκάστῳ δυεῖν πλέθρων περὶ τὸν Ἀνίωνα ποταμόν, τῷ δὲ Κλαύσῳ πλέθρα πέντε καί εἴκοσι γῆς ἔδωκεν, αὑτὸν δὲ τῇ βουλῇ προσέγραψεν, ἀρχὴν πολιτείας λαμβάνοντα ταύτην, ᾗ χρώμενος ἐμφρόνως ἀνέδραμεν εἰς τὸ πρῶτον ἀξίωμα καί δύναμιν ἔσχε μεγάλην, καί γένος οὐδενὸς ἀμαυρότερον ἐν Ῥώμῃ τὸ Κλαυδίων ἀφʼ αὑτοῦ κατέλιπε.
すなわち、彼はその世帯を直ちに市民共同体に組み入れ、アニオ川沿いに各々に二プレトロンの土地を割り当てた。 またクラウススには二十五プレトロンの土地を与え、さらに彼を元老院に登録した。 クラウススはこの地位から国政への関与を始め、それを賢明に用いて第一等の尊厳へと上り詰め、多大な権力を手にした。 そしてローマにおいて他のいかなるものにも劣らず輝かしいクラウディウス氏族を、自らから始まる家系として残した。