Humanitext Reader

普鲁塔克 · 普布利科拉传 §21.1-21.6

阿庇乌斯·克劳苏斯投奔罗马

第 21 段,共 23 段 · 希腊语

内容简介

波普利科拉第四次担任执政官,面临萨宾人战争威胁,城邦也因流产等灾异而举行宗教祭祀。萨宾权贵阿庇乌斯·克劳苏斯因主张和平在国内被排挤,在波普利科拉说服下率领五千户人投奔罗马,成为显赫的克劳狄乌斯氏族的始祖。

§21.1τῷ δʼ ἑξῆς ἔτει πάλιν ὑπάτευε Ποπλικόλας τὸ τέταρτον·
第二年,波普利科拉第四次出任执政官。
ἦν δὲ προσδοκία πολέμου Σαβίνων καί Λατίνων συνισταμένων.
当时人们预料到萨宾人与拉丁人联合起来的战争。
καί τις ἅμα δεισιδαιμονία τῆς πόλεως ἥψατο· πᾶσαι γὰρ αἱ κυοῦσαι τότε γυναῖκες ἐξέβαλλον ἀνάπηρα, καί τέλος οὐδεμία γένεσις ἔσχεν.
与此同时,某种迷信笼罩了城邦;因为当时所有怀孕的妇女都流产或产下畸胎,最终没有任何正常的生育。
ὅθεν ἐκ τῶν Σιβυλλείων ὁ Ποπλικόλας ἱλασάμενος τῷ Ἅιδῃ καί τινας ἀγῶνας πυθοχρήστους ἀναλαβὼν καί ταῖς ἐλπίσι πρὸς τὸ θεῖον ἡδίονα καταστήσας τὴν πόλιν, ἤδη τοῖς ἀπʼ ἀνθρώπων φοβεροῖς προσεῖχε.
因此,波普利科拉根据西比拉书籍祭祀了哈迪斯,并重办了神谕指示的竞技会,通过对神明寄予更美好的希望而使城邦安定下来,随后便专注于应对来自人世的威胁。
μεγάλη γὰρ ἐφαίνετο κατασκευὴ τῶν πολεμίων καί σύστασις.
因为敌人的动员和联合显得十分强大。
§21.2ἦν οὖν Ἄππιος Κλαῦσος ἐν Σαβίνοις, ἀνὴρ χρήμασί τε δυνατὸς καί σώματος ῥώμῃ πρὸς ἀλκὴν ἐπιφανής, ἀρετῆς δὲ δόξῃ μάλιστα καί λόγου δεινότητι πρωτεύων, ὃ δὲ πᾶσι συμβαίνει τοῖς μεγάλοις οὐ διέφυγε παθεῖν, ἀλλʼ ἐφθονεῖτο·
当时在萨宾人中有一位名叫阿庇乌斯·克劳苏斯的人,他财力雄厚,体魄健壮且勇武过人,尤其在美德的声望和辩才上独占头筹;但他未能免除发生在所有大人物身上的遭遇,而是遭人嫉妒。
καὶ τοῖς φθονοῦσιν αἰτίαν παρέσχε καταπαύων τὸν πόλεμον αὔξειν τὰ Ῥωμαίων, ἐπὶ τυραννίδι καί δουλώσει τῆς πατρίδος.
他给那些嫉妒他的人留下了口实,因为他试图平息战争以使罗马人强盛,这被指控为企图对祖国实行僭主统治并奴役祖国。
§21.3αἰσθόμενος δὲ τοὺς λόγους τούτους βουλομένῳ τῷ πλήθει λεγομένους, καί προσκρούοντα τοῖς πολεμοποιοῖς καί στρατιωτικοῖς ἑαυτόν, ἐφοβεῖτο τὴν κρίσιν, ἑταιρείαν δὲ καί δύναμιν φίλων καί οἰκείων ἔχων ἀμύνουσαν περὶ αὑτὸν ἐστασίαζε.
他察觉到这些话正被乐意倾听的民众四处传播,且自己与主战派和军方发生了冲突,因而害怕受到审判;但他拥有一大群保护自己的朋友和亲属的党羽,从而引发了内讧。
καί τοῦτʼ ἦν τοῦ πολέμου διατριβὴ καί μέλλησις τοῖς Σαβίνοις.
这成了萨宾人延宕和推迟战争的原因。
§21.4ταῦτʼ οὖν ὁ Ποπλικόλας οὐ μόνον εἰδέναι ποιούμενος ἔργον, ἀλλὰ καί κινεῖν καί συνεξορμᾶν τὴν στάσιν, εἶχεν ἄνδρας ἐπιτηδείους οἳ τῷ Κλαύσῳ διελέγοντο παρʼ αὑτοῦ τοιαῦτα, ὡς ὁ Ποπλικόλας ἄνδρα σε χρηστὸν ὄντα καί δίκαιον οὐδενὶ κακῷ δεῖν οἴεται τοὺς σεαυτοῦ πολίτας ἀμύνεσθαι, καίπερ ἀδικούμενον· εἰ δὲ βούλοιο σῴζων ἑαυτὸν μεταστῆναι καί φυγεῖν τοὺς μισοῦντας, ὑποδέξεταί σε δημοσίᾳ καί ἰδίᾳ τῆς τε σῆς ἀρετῆς ἀξίως καί τῆς Ῥωμαίων λαμπρότητος.
因此,波普利科拉不仅将了解这些情况视为自己的任务,而且还企图煽动并协助激化这一内讧,他派出合适的人,代表自己对克劳苏斯进行游说,大意如下:“波普利科拉认为,你作为一个正直且正义的人,即使受到委屈,也不应当受到你同胞的任何伤害;但如果你为了保全自己,想要迁移并逃离那些仇恨你的人,他将在公私两方面接纳你,其规格将配得上你的美德以及罗马人的光辉。
§21.5ταῦτα πολλάκις ἀνασκοποῦντι τῷ Κλαύσῳ βέλτιστα τῶν ἀναγκαίων ἐφαίνετο, καί τοὺς φίλους συμπαρακαλῶν, ἐκείνων τε πολλοὺς ὁμοίως συναναπειθ όντων, πεντακισχιλίους οἴκους ἀναστήσας μετὰ παίδων καί γυναικῶν, ὅπερ ἦν ἐν Σαβίνοις ἀθόρυβον μάλιστα καί βίου πρᾴου καί καθεστῶτος οἰκεῖον, εἰς Ῥώμην ἦγε, προειδότος τοῦ Ποπλικόλα καί δεχομένου φιλοφρόνως καί προθύμως ἐπὶ πᾶσι δικαίοις.
” 克劳苏斯反复权衡这些建议,认为这是无可奈何之中的最佳出路,他便号召朋友们共同行动。 在许多朋友同样被说服的情况下,他带领五千户人家以及他们的妻子儿女——这在萨宾人中是最为安分、习惯于温和与安定生活的人群——前往罗马。 波普利科拉预先知晓此事,并在承诺给予一切正当权利的情况下,热诚而慷慨地接纳了他们。
§21.6τοὺς μὲν γὰρ οἴκους εὐθὺς ἀνέμιξε τῷ πολιτεύματι, καί χώραν ἀπένειμεν ἑκάστῳ δυεῖν πλέθρων περὶ τὸν Ἀνίωνα ποταμόν, τῷ δὲ Κλαύσῳ πλέθρα πέντε καί εἴκοσι γῆς ἔδωκεν, αὑτὸν δὲ τῇ βουλῇ προσέγραψεν, ἀρχὴν πολιτείας λαμβάνοντα ταύτην, ᾗ χρώμενος ἐμφρόνως ἀνέδραμεν εἰς τὸ πρῶτον ἀξίωμα καί δύναμιν ἔσχε μεγάλην, καί γένος οὐδενὸς ἀμαυρότερον ἐν Ῥώμῃ τὸ Κλαυδίων ἀφʼ αὑτοῦ κατέλιπε.
因为他随即把这些家庭融入到公民共同体中,并在阿尼奥河畔为每户分配了两普勒特隆的土地,而给克劳苏斯分配了二十五普勒特隆的土地,并将他登记入元老院。 克劳苏斯以此作为他政治生涯的起点,明智地运用这一地位跃升至第一等的尊严,并获得了巨大的权力,并在罗马留下了因他而起的、不亚于任何显赫家族的克劳狄乌斯氏族。

词汇与语法注释

  1. 21.1ἐξέβαλλον ἀνάπηρα — 动词 ἐκβάλλω 在此处意为“流产”或“早产”。形容词形式的 ἀνάπηρα(畸形的、不健全的)作为宾语补足语(谓语性宾格),表示产下或流出的是畸形或发育不全的胎儿。
  2. 21.2ὃ δὲ πᾶσι συμβαίνει τοῖς μεγάλοις — 由关系代词 ὅ 引导的关系从句,起到插入语的作用,意思是“这是发生在所有大人物身上的事”,其先行词指代随后被嫉妒(ἐφθονεῖτο)的这一普遍事实。
  3. 21.4εἰδέναι ποιούμενος ἔργον — 不定式 εἰδέναι 与分词 ποιούμενος(以及名词 ἔργον)结合。ἔργον ποιεῖσθαί τι 是一种惯用表达,意为“将某事视为自己的任务/职责”,此处指波普利科拉“不仅将了解这些情况视为自己的任务”。

引用这一段

普鲁塔克, 普布利科拉传 §21.1-21.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg008.humanitext-grc2:21.1-21.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。