§18.1ὁ μέντοι Ποπλικόλας αὐτός, οὐχ οὕτω πολέμιον ὄντα τὸν Πορσίναν βαρὺν ἡγούμενος ὡς ἄξιον πολλοῦ τῇ πόλει φίλον γενέσθαι καὶ σύμμαχον, οὐκ ἔφευγεν ἐπʼ αὐτοῦ δίκῃ κριθῆναι πρὸς Ταρκύνιον, ἀλλʼ ἐθάρρει καὶ προὐκαλεῖτο πολλάκις ὡς ἐξελέγξων κάκιστον ἀνδρῶν καὶ δικαίως ἀφαιρεθέντα τὴν ἀρχήν, ἀποκριναμένου δὲ τὸν Ταρκυνίου τραχύτερον, οὐδένα ποιεῖσθαι δικαστήν, ἥκιστα δὲ Πορσίναν, εἰ σύμμαχος ὢν μεταβάλλεται, §18.2δυσχεράνας καὶ καταγνοὺς ὁ Πορσίνας, ἅμα δὲ τὸν παιδὸς Ἄρροντος δεομένου καὶ σπουδάζοντος ὑπὲρ τῶν Ῥωμαίων, κατελύσατο τὸν πόλεμον ἐξισταμένοις ἧς ἀπετέμοντο τῆς Τυρρηνίδος χώρας καὶ τοὺς αἰχμαλώτους ἀποπέμπουσι, κομιζομένοις δὲ τοὺς αὐτομόλους, ἐπὶ τούτοις ὁμήρους ἔδωκαν ἐξ εὐπατριδῶν περιπορφύρους δέκα καὶ παρθένους τοσαύτας, ὧν ἦν καὶ Ποπλικόλα θυγάτηρ Οὐαλλερία.
しかし、ポプリコラ自身は、ポルセナが敵であることを厄介に思うよりも、都市にとって大いに価値ある友や同盟者になるにふさわしい人物であると考え、ポルセナを審判としてタルクィニウスと裁判で争うことを避けなかったばかりか、自信に満ちて、彼が最も邪悪な男であり、正当に支配権を奪われた者であることを立証するつもりで、しばしば裁判を要求した。 しかし、タルクィニウスがより頑なに応答し、自分は誰も裁判官とは認めないし、とりわけポルセナが同盟者でありながら立場を変えるのであれば、なおさら認めないと述べたため、ポルセナはこれを不快に思って彼に不信感を抱き、同時に息子のアルンスがローマ人たちのために懇願し、尽力していたこともあって、ローマ人たちがかつて切り取ったエトルリアの領土を手放し、捕虜を送り返し、一方で脱走兵たちを引き取るという条件で、戦争を終わらせた。 これらの条件において、彼らは貴族の家柄から紫の縁取りの衣を着た少年十人と、同数の乙女たちを人質として与えたが、その中にはポプリコラの娘ウァレリアも含まれていた。