§17.1ἐπικειμένου δὲ Πορσίνα τῇ πόλει καί λιμὸς ἥπτετο τῶν Ῥωμαίων, καί Τυρρηνῶν ἕτερος στρατὸς αὐτὸς καθʼ αὑτὸν εἰς τὴν χώραν ἐνέβαλε.
ポルセナが都市に迫る中、飢饉もローマ人たちを襲い、さらにエトルリア人の別の軍勢がそれ自体で領土へと侵入した。
Ποπλικόλας δὲ τὸ τρίτον ὑπατεύων Πορσίνᾳ μὲν ἀτρεμῶν καί φυλάττων τὴν πόλιν ᾤετο δεῖν ἀντέχειν, τοῖς δὲ Τυρρηνοῖς ἐπεξῆλθε καί συμβαλὼν ἐτρέψατο καί πεντακισχιλίους αὐτῶν ἀνεῖλε.
しかしポプリコラは三度目の執政官を務めており、ポルセナに対しては静観して都市を守りながら持ちこたえるべきだと考える一方、他方のエトルリア人たちに対しては出撃して交戦し、彼らを敗走させてそのうちの五千人を討ち取った。
τὸ δὲ περὶ Μούκιον εἴρηται μὲν ὑπὸ πολλῶν καὶ διαφόρως, λεκτέον δὲ ᾗ μάλιστα πιστεύεται καί ἡμῖν.
ムキウスに関する出来事は多くの人々によって様々に語られているが、我々にとっても最も信頼されている説に従って語るべきであろう。
§17.2ἦν ἀνὴρ εἰς πᾶσαν ἀρετὴν ἀγαθός, ἐν δὲ τοῖς πολεμικοῖς ἄριστος·
彼はあらゆる徳において優れた人物であり、軍事においては最も秀でていた。
ἐπιβουλεύων δὲ τὸν Πορσίναν ἀνελεῖν παρεισῆλθεν εἰς τὸ στρατόπεδον Τυρρηνίδα φορῶν ἐσθῆτα καί φωνῇ χρώμενος ὁμοία περιελθὼν δὲ τὸ βῆμα τοῦ βασιλέως καθεζομένου, καί σαφῶς μὲν αὑτὸν οὐκ εἰδώς, ἐρέσθαι δὲ περὶ αὐτοῦ δεδιώς, ἐν ᾠήθη μάλιστα τῶν συγκαθεζομένων ἐκεῖνον εἶναι σπασάμενος τὸ ξίφος ἀπέκτεινεν.
彼はポルセナを暗殺することを目論み、エトルリアの衣類を身につけ、同じ言葉を使いながら陣営に忍び込んだ。 そして、王が座している演壇の周りを巡ったが、はっきりと王が誰であるかを知らず、また王について尋ねることを恐れたため、そこに並んで座っている者たちのうち、自分が最もあの王であると思った者を、剣を抜いて殺害した。
§17.3ἐπὶ τούτῳ δὲ συλληφθεὶς ἀνεκρίνετο·
このことで彼は捕らえられて尋問された。
καί τινος ἐσχαρίδος πῦρ ἐχούσης μέλλοντι τῷ Πορσίνᾳ θύειν κεκομισμένης, ὑπερσχὼν τὴν δεξιὰν χεῖρα καιομένης τῆς σαρκὸς εἱστήκει πρὸς τὸν Πορσίναν ἀποβλέπων ἰταμῷ καί ἀτρέπτῳ τῷ προσώπῳ, μέχρι οὗ θαυμάσας ἀφῆκεν αὑτὸν καί τὸ ξίφος ἀποδιδοὺς ὤρεξεν ἀπὸ τοῦ βήματος·
そして、いけにえを捧げようとしているポルセナのために火の入った火鉢が運ばれてくると、彼はその上に右手を差し伸べ、肉が焼かれる間、大胆で動じない表情でポルセナを見つめながら立ち尽くした。 ついに、ポルセナは感嘆して彼を解放し、剣を返して演壇から差し出した。
ὁ δὲ τὴν εὐώνυμον προτείνας ἐδέξατο.
彼は左手を差し出してそれを受け取った。
καί διὰ τοῦτό φασιν αὐτῷ γενέσθαι τὸν Σκαιόλαν ἐπίκλησιν, ὅπερ ἐστὶ Λαιόν.
このため、人々は彼にスカエウォラというあだ名がついたと言っており、これは「左利きの」という意味である。
§17.4ἔφη δὲ τὸν φόβον τοῦ Πορσίνα νενικηκὼς ἡττᾶσθαι τῆς ἀρετῆς, καί χάριτι μηνύειν ἃ πρὸς ἀνάγκην οὐκ ἂν ἐξηγόρευσε.
彼は、ポルセナへの恐怖に打ち勝ったことでその徳に屈したのだと言い、強要されては決して打ち明けなかったであろうことを、好意によって明かすのだと語った。
τριακόσιοι γὰρ Ῥωμαίων,
ἔφη,
τὴν αὐτὴν ἐμοὶ γνώμην ἔχοντες ἐν τῷ στρατοπέδῳ σου πλανῶνται καιρὸν ἐπιτηροῦντες·
「なぜなら、三百人のローマ人が」と彼は言った。 「私と同じ志を抱き、機会をうかがいながらあなたの陣営を徘徊しているからだ。
ἐγὼ δὲ κλήρῳ λαχὼν καί προεπιχειρήσας οὐκ ἄχθομαι τῇ τύχῃ, διαμαρτὼν ἀνδρὸς ἀγαθοῦ καί φίλου μᾶλλον ἢ πολεμίου §17.5Ῥωμαίοις εἶναι πρέποντος
ταῦθʼ ὁ Πορσίνας ἀκούσας ἐπίστευσε καί πρὸς τὰς διαλύσεις ἥδιον ἔσχεν, οὐ τοσοῦτό, μοι δοκεῖ, φόβῳ τῶν τριακοσίων, ὅσον ἀγασθεὶς καί θαυμάσας τὸ φρόνημα, καὶ τὴν ἀρετὴν τῶν Ῥωμαίων.
私はくじに当たり、最初に企てを実行に移したが、優れた、そして敵というよりはむしろ友である方がふさわしい人物を仕留め損ねたものの、自らの運命に不満はない、」「ローマ人にとって。 」ポルセナはこれを聞いて信じ、和議に対してより好意的になった。 それは、私の思うに、三百人への恐怖からというよりはむしろ、ローマ人の気概と徳に感じ入り、感嘆したからであった。
τοῦτον τὸν ἄνδρα Μούκιον ὁμοῦ τι πάντων καὶ Σκαιόλαν καλούντων Ἀθηνόδωρος ὁ Σάνδωνος ἐν τῷ πρὸς Ὀκταουίαν τὴν Καίσαρος ἀδελφὴν καὶ Ὀψίγονον ὠνομάσθαι φησίν.
ほぼすべての人がこの人物をムキウス、またスカエウォラと呼んでいるが、サンドンの子アテノドロスは、カイサルの姉妹オクタウィアに宛てた書簡の中で、彼がオプシゴノスとも名付けられていたと述べている。