§13.1Ταρκυνίου δὲ Ῥωμαίοις δεύτερον πόλεμον ἐν Τυρρηνίᾳ κινοῦντος μέγα σημεῖον λέγεται γενέσθαι·
タルクィニウスがトゥッレニア(エトルリア)においてローマ人に対して第二の戦争を起こしていた時、大きな前兆が現れたと言われている。
βασιλεύων γὰρ ἔτι καὶ τὸν νεὼν τοῦ Καπιτωλίου Διὸς ἔχων ὁ Ταρκύνιος ὅσον οὔπω συντετελεσμένον, εἴτε μαντείας γενομένης εἴτʼ αὐτῷ δόξαν ἄλλως, ἅρμα κατὰ κορυφὴν ἐπιστῆσαι κεραμεοῦν ἐξέδωκε Τυρρηνοῖς τισιν ἐξ Οὐηίων δημιουργοῖς, εἶτʼ ὀλίγον ὕστερον ἐξέπεσε τῆς ἀρχῆς.
というのは、タルクィニウスがまだ王位にあり、カピトーリウムのユピテル神殿をほぼ完成しかけた状態で所有していた時、託宣があったためか、あるいは彼に何か別の考えが生じたためか、神殿の頂上に据えるための粘土製の戦車を、ウェイイ出身のエトルリア人のある職人たちに発注したのだが、その後間もなくして、彼は支配の座から追放されたのである。
§13.2τῶν δὲ Τυρρηνῶν διαπεπλασμένον τὸ τέθριππον ἐμβαλόντων εἰς κάμινον, οὐκ ἔπαθεν ἃ προσήκει πάσχειν πηλὸν ἐν πυρί, πυκνοῦσθαι καὶ συνιζάνειν, ἐκτηκομένης τῆς ὑγρότητος, ἀλλʼ ἐξέστη καὶ ᾤδησε καὶ μέγεθος ἔσχεν ἅμα ῥώμῃ καὶ σκληρότητι τοσοῦτον ὥστε μόλις ἐξαιρεθῆναι τὴν ὀροφὴν ἀπ σκευασα μὲν ων τῆς καμίνου καὶ τῶν τοίχων περιαιρεθέντων.
そのエトルリア人たちが、型取られた四頭立て戦車を窯に入れたところ、火の中の粘土が被るのが当然であるようなこと、すなわち水分が蒸発するにつれて凝縮し収縮することを被らなかった。 かえって、それは膨張して膨らみ、強固さと硬さを伴った非常に大きなサイズとなったため、人々が窯の天井を取り払い、壁を取り壊して、ようやく取り出せるほどであった。
§13.3ὡς οὖν ἐδόκει τοῖς μάντεσι θεῖον εἶναι σημεῖον εὐτυχίας καὶ δυνάμεως παρʼ οἷς ἔσοιτο τὸ τέθριππον, ἔγνωσαν οἱ Οὐήιοι μὴ προέσθαι τοῖς Ῥωμαίοις ἀπαιτοῦσι, καὶ ἀπεκρίναντο τοῦτο Ταρκυνίοις, οὐ τοῖς Ταρκυνίους ἐκβαλοῦσι προσήκειν.
そこで、予言者たちには、これが、その四頭立て戦車を所有する者たちに幸運と権力をもたらす神聖な兆候であると思われた。 そのため、ウェイイの人々はこれを要求するローマ人たちに引き渡さないことを決定し、これはタルクィニウスに属するものであって、タルクィニウスを追放した者たちに属するのではない、と返答した。
ὀλίγαις δʼ ὕστερον ἡμέραις ἦσαν ἵππων ἀγῶνες αὐτοῖς.
しかし、数日後彼らの間で競馬が開催された。
καὶ τὰ μὲν ἄλλα θέαν καὶ σπουδὴν εἰωθυῖαν παρεῖχε, τὸ δὲ νικῆσαν τέθριππον ὁ μὲν ἡνίοχος ἐξήλαυνε τοῦ ἱπποδρόμου σχέδην ἐστεφανωμένος,
他の競技はいつもの見世物と熱狂を提供したが、勝利した四頭立て戦車の御者は、花冠を授けられて、競技場からゆっくりと退場しようとしていた。
§13.4οἱ δὲ ἵπποι πτοηθέντες ἀπʼ οὐδεμιᾶς ἐμφανοῦς προφάσεως, ἀλλὰ κατά τι δαιμόνιον ἢ τύχην ἵεντο παντὶ τάχει πρὸς τὴν Ῥωμαίων πόλιν, ἔχοντες τὸν ἡνίοχον, ὡς οὐδὲν ἦν ἔργον αὐτοῦ κατατείνοντος οὐδὲ παρηγοροῦντος, ἀλλʼ ἥρπαστο, δόντα τῇ ῥύμῃ καὶ φερόμενον, ἄχρι οὗ τῷ Καπιτωλίῳ προσμίξαντες ἐξέβαλον αὐτὸν ἐνταῦθα παρὰ τὴν πύλην ἣν νῦν Ῥατουμέναν καλοῦσι.
ところが、馬たちは何ら明らかな原因もないのに怯え、何か神的な力か運命によって、全速力でローマの街へと突進していった。 御者を乗せたまま、彼が手綱を引き絞ったりなだめたりしても何の役にも立たず、むしろ彼はその勢いに身を任せて運ばれ、さらわれていった。 そしてついに馬たちはカピトーリウムに達し、現在ラトゥメナと呼ばれている門の傍らで彼を放り出した。
γενομένου δὲ τούτου θαυμάσαντες οἱ Οὐήιοι καὶ φοβηθέντες ἐπέτρεψαν ἀποδοῦναι τὸ ἅρμα τοῖς τεχνίταις.
このことが起こると、ウェイイの人々は驚き、また恐れて、戦車を職人たちに引き渡すことを認めた。