§11.1ὑπατείαν μὲν γὰρ ἔδωκε μετιέναι καὶ παραγγέλλειν τοῖς βουλομένοις·
というのも、彼は望む者たちに執政官職を志して立候補することを認めたからである。
πρὸ δὲ τῆς καταστάσεως τοῦ συνάρχοντος οὐκ εἰδὼς τὸν γενησόμενον, ἀλλὰ δεδιὼς ἀντίπραξιν ὑπὸ φθόνου τινὸς ἢ ἀγνοίας, ἐχρήσατο τῇ μοναρχίᾳ πρὸς τὰ κάλλιστα καὶ μέγιστα τῶν πολιτευμάτων, πρῶτον μὲν γὰρ ἀνεπλήρωσε τὴν βουλὴν ὀλιγανδροῦσαν ἐτεθνήκεσαν γὰρ οἱ μὲν ὑπὸ Ταρκυνίου πρότερον, οἱ δὲ ἔναγχος ἐν τῇ μάχῃ.
しかし、同僚執政官が任命される前に、誰がそれになるかを知らず、また嫉妬や無知から生じるかもしれない妨害を恐れて、彼は自らの単独統治を、最も美しく最も重大な政治改革のために用いた。 まず第一に、彼は人数が少なくなっていた元老院を満たした。 なぜなら、ある者たちは以前にタルκィニウスによって殺され、他の者たちは先日の戦闘で命を落としていたからである。
§11.2τοὺς δʼ ἐγγραφέντας ὑπʼ αὐτοῦ λέγουσιν ἑκατὸν καὶ ἑξήκοντα τέσσαρας γενέσθαι.
彼によって新たに登録された元老院議員は164人に達したと言われている。
μετὰ δὲ ταῦτα νόμους ἔγραψεν, ὧν μάλιστα μὲν ἰσχυροὺς ἐποίησε τοὺς πολλοὺς ὁ τὸν δῆμον ἀπὸ τῶν ὑπάτων τῷ φεύγοντι δίκην ἐπικαλεῖσθαι διδούς·
この後、彼はいくつかの法律を制定した。 それらのうち、訴訟で被告となった者が執政官の決定に対して民衆に控訴することを認めた法律が、大衆の力を最も強固にした。
δεύτερος ὁ τοὺς ἀρχὴν ἀναλαβόντας, ἣν ὁ δῆμος οὐκ ἔδωκεν, ἀποθνῄσκειν κελεύων·
第二の法律は、民衆が与えなかった官職を不当に引き受ける者たちを死刑に処することを命じるものであった。
§11.3τρίτος δὲ μετὰ τούτους, ὃς ἐβοήθησε τοῖς πένησιν, ᾧ τάτελη τῶν πολιτῶν ἀφεῖλε καὶ προθυμότερον ἅπτεσθαι τῶν ἐργασιῶν ἐποίησεν ἅπαντας.
これらに続く第三の法律は、貧しい人々を助けたものであり、これによって彼は市民の諸税を免除し、すべての者がより自発的に生業に従事できるようにした。
ὁ δὲ γραφεὶς κατὰ τῶν ἀπειθούντων τοῖς ὑπάτοις οὐχ ἧττον ἔδοξε δημοτικὸς εἶναι, καὶ πρὸς τῶν πολλῶν μᾶλλον ἢ δυνατῶν γεγράφθαι.
また、執政官に従わない者たちに対して制定された法律も、劣らず民主的であると思われ、有力者たちよりもむしろ大衆の味方として書かれたと考えられた。
ζημίαν γὰρ ἀπειθείας ἔταξε βοῶν πέντε καὶ δυεῖν προβάτων ἀξίαν.
というのも、彼は不従順に対する罰金を、牛5頭と羊2頭の価値と定めたからである。
§11.4ἦν δὲ τιμὴ προβάτου μὲν ὀβολοὶ δέκα, βοὸς δὲ ἑκατόν, οὔπω νομίσματι χρωμένων πολλῷ τότε Ῥωμαίων, ἀλλὰ προβατείαις καὶ κτηνοτροφίαις εὐθηνούντων.
当時は羊1頭の価格が10オボロス、牛1頭が100オボロスであった。 当時のローマ人はまだ貨幣を多く用いておらず、羊の群れや家畜の飼育によって富んでいたからである。
διὸ καὶ τὰς οὐσίας ἄχρι νῦν ἀπὸ τῶν προβάτων πεκούλια καλοῦσι, καὶ τῶν νομισμάτων τοῖς παλαιοτάτοις βοῦν ἐπεχάραττον ἢ πρόβατον ἢ σῦν.
そのため、彼らは今日に至るまで、私財のことを羊(ペクス)にちなんで「ペクリア」と呼び、最も古い貨幣には牛や羊や豚を刻印していた。
ἐτίθεντο δὲ καὶ παισὶν αὑτῶν Συΐλλους καὶ Βουβούλκους καὶ Καπραρίους ὀνόματα καὶ Πορκίους·
また、自らの子どもにスィッルス、ブブルクス、カプラリウス、ポルキウスといった名前を付けた。
κάπρας μὲν τὰς αἶγας, πόρκους δὲ τοὺς χοίρους ὀνομάζοντες.
これは、彼らが山羊を「カプラエ」、豚を「ポルキ」と呼んでいたからである。