§10.1ἀλλὰ διʼ ἐκεῖνα μᾶλλον ἤχθοντο τῷ Οὐαλλερίῳ καὶ προσέκρουον, ὅτι Βροῦτος μέν, ὃν πατέρα τῆς ἐλευθερίας ἐνόμιζεν ὁ δῆμος, οὐκ ἠξίωσε μόνος ἄρχειν, ἀλλὰ καὶ πρῶτον αὐτῷ συνάρχοντα προσείλετο καὶ δεύτερον
οὑτοσὶ δʼ,
ἔφασαν,
εἰς αὐτόν ἅπαντα συνενεγκάμενος οὐκ ἔστι τῆς Βρούτου κληρονόμος ὑπατείας μηδὲν αὐτῷ προσηκούσης, ἀλλὰ τῆς Ταρκυνίου τυραννίδος.
然而,人们因为别的原因更怨恨并排斥瓦莱里乌斯。 因为他们认为,被民众奉为自由之父的布鲁图斯尚且不愿独揽大权,而是首先为自己选了一位同僚,接着又选了第二位。 “而这人,” 他们说, “把一切权力都集中于自身,他根本不是布鲁图斯那与他毫无关系的执政官职位的继承人,而是塔尔温僭主政治的继承人。
§10.2καίτοι τί δεῖ λόγῳ μὲν Βροῦτον ἐγκωμιάζειν, ἔργῳ δὲ μιμεῖσθαι Ταρκύνιον, ὑπὸ ῥάβδοις ὁμοῦ πάσαις καὶ πελέκεσι κατιόντα μόνον ἐξ οἰκίας τοσαύτης τὸ μέγεθος ὅσην οὐ καθεῖλε τὴν τοῦ βασιλέως;
” “然而,口头上赞美布鲁图斯,行动上却模仿塔尔温,独自一人在所有束棒和斧头的簇拥下,从一座规模大到连国王那座被拆除的宫殿都无法企及的豪宅里走下来,这有何必要?
καὶ γὰρ ὄντως ὁ Οὐαλλέριος ᾤκει τραγικώτερον ὑπὲρ τὴν καλουμένην Οὐελίαν οἰκίαν ἐπικρεμαμένην τῇ ἀγορᾷ καὶ καθ ο ρ ῶς αν ἐξ ὕψους ἅπαντα, δυσπρόσοδον δὲ πελάσαι καὶ χαλεπὴν ἔξωθεν, ὥστε καταβαίνοντος αὐτοῦ τὸ σχῆμα μετέωρον εἶναι καὶ βασιλικὸν τῆς προπομπῆς τὸν ὄγκον.
” 事实上,瓦莱里乌斯的住所确实有些过于张扬,它位于所谓的维里亚山丘之上,俯瞰着广场,从高处可以看清一切,但从外面看却难以接近且地势险陡,以至于当他走下山时,他的姿态显得居高临下,而随从队列的规模也如同君王一般。
§10.3ὅσον οὖν ἐν ἀρχῇ καὶ πράγμασι μεγάλοις ἀγαθὸν ἦν ἔχειν ὦτα παρρησίαν ἀντὶ κολακείας προσιέμενα καὶ λόγους ἀληθεῖς, ἔδειξεν.
因此,他展示了在掌握政权和处理重大事务时,拥有一双乐于接受直言而非奉承的耳朵以及能倾听真话是多么重要。
ἀκούσας γὰρ ὅτι τοῖς πολλοῖς ἁμαρτάνειν ἐδόκει τῶν φίλων διεξιόντων, οὐκ ἐφιλονείκησεν, οὐδʼ ἠγανάκτησεν, ἀλλὰ ταχὺ πολλοὺς συναγαγὼν τεχνίτας ἔτι νυκτὸς οὔσης κατέβαλε τὴν οἰκίαν καὶ κατέσκαψεν εἰς ἔδαφος πᾶσαν,
因为他从朋友们口中得知,大众认为他犯了错误,他既没有争辩,也没有发怒,而是迅速在深夜召集了许多工匠,将整座房屋拆毁并夷为平地。
§10.4ὥστε μεθʼ ἡμέραν τούς Ῥωμαίους ὁρῶντας καὶ συνισταμένους τοῦ μὲν ἀνδρὸς ἀγαπᾶν καὶ θαυμάζειν τὴν μεγαλοφροσύνην, ἄχθεσθαι δὲ τῆς οἰκίας καὶ ποθεῖν τὸ μέγεθος καὶ τὸ κάλλος, ὥσπερ ἀνθρώπου, διὰ φθόνον οὐ δικαίως καταλελυμένης, τοῦ δὲ ἄρχοντος, ὥσπερ ἀνεστίου, παρʼ ἑτέροις οἰκοῦντος.
以至于第二天,罗马人看到并聚集在一起时,他们既钦佩和赞叹这位男子的宽宏大度,又为那座房子感到痛惜,惋惜其规模和美观,仿佛它是一个因嫉妒而被不公地摧毁的人一样;同时,他们也为他们的执政官像个无家无归的人一样住在别人家里感到难过。
ἐδέχοντο γὰρ οἱ φίλοι τὸν Οὐαλλέριον ἄχρι οὗ τόπον ἔδωκεν ὁ δῆμος αὐτῷ καὶ κατεσκεύασεν οἰκίαν ἐκείνης μετριωτέραν, ὅπου νῦν ἱερόν ἐστιν Οὐίκας Πότας ὀνομαζό μενον.
因为朋友们款待了瓦莱里乌斯,直到民众赐予他一块土地并建造了一座比原来那座更朴素的房子,那地方如今建有被称为维卡·波塔的神庙。
§10.5βουλόμενος δὲ μὴ μόνον ἑαυτὸν, ἀλλὰ καὶ τὴν ἀρχὴν ἀντὶ φοβερᾶς χειροήθη καὶ προσφιλῆ ποιεῖν τοῖς πολλοῖς, τούς τε πελέκεις ἀπέλυσε τῶν ῥάβδων, αὐτάς τε τὰς ῥάβδους εἰς ἐκκλησίαν παριὼν ὑφῆκε τῷ δήμῳ καὶ κατέκλινε, μέγα ποιῶν τὸ πρόσχημα τῆς δημοκρατίας, καὶ τοῦτο μέχρι νῦν διαφυλάττουσιν οἱ ἄρχοντες.
他希望不仅让自己,也让自己的职位在民众眼中变得温和亲切而非令人畏惧,于是他从束棒中去掉了斧头,并且在进入公民大会时,将束棒本身向民众放低并倾斜,以此极大地彰显了民主的姿态;而执政官们至今仍保留着这一习惯。
§10.6ἐλάνθανε δὲ τούς πολλοὺς οὐχ ἑαυτὸν, ὡς ᾤοντο, ποιῶν ταπεινόν, ἀλλὰ τὸν φθόνον τῇ μετριότητι ταύτῃ καθαιρῶν καὶ κολούων, αὐτῷ δὲ προστιθεὶς τοσοῦτον μέγεθος δυνάμεως ὅσον ἀφαιρεῖν ἐδόκει τῆς ἐξουσίας, ὑποδυομένου μεθʼ ἡδονῆς αὐτῷ τοῦ δήμου καὶ φέροντος ἑκουσίως, ὥστε καὶ Ποπλικόλαν ἀνηγόρευσεν αὐτόν σημαίνει δὲ τοὔνομα δημοκηδῆ· καὶ τοῦτο μᾶλλον ἴσχυσε τῶν ἀρχαίων ὀνομάτων, ᾧ καὶ ἡμεῖς χρησόμεθα τὸν λοιπὸν βίον τοῦ ἀνδρὸς ἱστοροῦντες.
但他其实并非像大众所想的那样在贬低自己,而是通过这种谦逊的方式,消除并削弱了人们的嫉妒心,并且在看似削减自身威权的同时,实际上为自己增添了同样巨大的实权,因为民众怀着愉悦的心情顺从他并心甘情愿地接受他的统治,甚至称他为“波普利科拉”。 这个名字的意思是“关怀民众者”;这个名字比他以前的名字更为通用,我们此后在叙述这位男子余下的生平时也将使用这个名字。