§1.1τοιούτῳ δὴ γενομένῳ τῷ Σόλωνι τὸν Ποπλικόλαν παραβάλλομεν, ᾧ τοῦτο μὲν ὕστερον ὁ Ῥωμαίων δῆμος ἐξεῦρεν ἐπὶ τιμῇ τοὔνομα, πρὸ τοῦ δὲ Πόπλιος Οὐαλλέριος ἐκαλεῖτο, Οὐαλλερίου δοκῶν ἀπόγονος εἶναι τῶν παλαιῶν ἀνδρὸς αἰτιωτάτου γενομένου Ῥωμαίους καὶ Σαβίνους ἐκ πολεμίων ἕνα γενέσθαι δῆμον·
このような人物であったソロンに対して、私たちはプブリコラを比較する。 ローマの民衆は後に名誉として彼にこの名前を考案したが、それ以前はプブリウス・ウァレリウスと呼ばれており、ローマ人とサビニ人が敵対関係から一つの民となることに最もあずかって力あった、あの古きウァレリウスの子孫であると考えられていた。
ὁ γὰρ μάλιστα τοὺς βασιλεῖς εἰς ταὐτὸ πείσας συνελθεῖν καὶ διαλλάξας ἐκεῖνός ἐστι.
王たちを一つの場所に集まるよう説得し、和解させたのは、とりわけあの彼であったからである。
§1.2τούτῳ δὴ κατὰ γένος προσήκων ὁ Οὐαλλέριος, ὥς φασι, βασιλευομένης μὲν ἔτι τῆς Ῥώμης ἐπιφανὴς ἦν διὰ λόγον καὶ πλοῦτον, ὧν τῷ μὲν ὀρθῶς καὶ μετὰ παρρησίας ἀεὶ χρώμενος ὑπὲρ τῶν δικαίων, ἀφʼ οὗ δὲ τοῖς δεομένοις ἐλευθερίως καὶ φιλανθρώπως ἐπαρκῶν, δῆλος ἦν εὐθύς, εἰ γένοιτο δημοκρατία, πρωτεύσων.
彼に血統においてつながっていたこのウァレリウスは、伝えるところによれば、ローマがまだ王政であった頃、雄弁と富によって傑出していた。 彼は言葉については常に正義のために正しく、また率直に用い、富については困窮している人々に対して寛大かつ人道的に分け与えて援助していた。 そのため、もし共和政になれば、彼が第一人者になるであろうことは、ただちに明らかであった。
§1.3ἐπεὶ δὲ Ταρκύνιον Σούπερβον οὔτε λαβόντα τὴν ἀρχήν καλῶς, ἀλλʼ ἀνοσίως καὶ παρανόμως, οὔτε χρώμενον αὐτῇ βασιλικῶς, ἀλλʼ ὑβρίζοντα καὶ τυραννοῦντα, μισῶν ὁ δῆμος καὶ βαρυνόμενος, ἀρχήν ἀποστάσεως ἔλαβε τὸ Λουκρητίας πάθος αὑτὴν ἐπὶ τῷ βιασθῆναι διεργασαμένης, καὶ Λεύκιος Βροῦτος ἁπτόμενος τῶν πραγμάτων τῆς μεταβολῆς ἐπὶ πρῶτον ἦλθε τὸν Οὐαλλέριον καὶ χρησάμενος αὐτῷ προθυμοτάτῳ συνεξέβαλε τοὺς βασιλεῖς,
しかし、タルクィニウス・スペルブスが、支配権を立派に獲得したのではなく不敬かつ不法に獲得し、またそれを王らしく用いたのではなく傲慢に、また僭主的に用いたことに対して、民衆が憎み、また重荷に感じていたところ、ルクレティアが陵辱されたために自ら命を絶ったという出来事が反乱の端緒となった。 そしてルキウス・ブルトゥスが国政の変革に着手するにあたり、まずウァレリウスのもとを訪れ、彼を最も熱心な協力者として得て、ともに王たちを追放した。
§1.4μέχρι μὲν ἐπίδοξος ἦν ὁ δῆμος ἕνα χειροτονήσειν ἀντὶ τοῦ βασιλέως στρατηγόν, ἡσυχίαν ἦγεν ὁ Οὐαλλέριος, ὡς τῷ Βρούτῳ μᾶλλον ἄρχειν προσῆκον ἡγεμόνι τῆς ἐλευθερίας γεγενημένῳ·
民衆が王の代わりに一人の将軍を選出する見込みであった間は、ウァレリウスは平穏を保っていた。 自由の指導者となったブルトゥスの方に支配権がふさわしいと考えたからである。
δυσχεραινομένου δὲ τοῦ τῆς μοναρχίας ὀνόματος, καὶ δοκοῦντος ἂν ἀλυπότερον τοῦ δήμου μερισθεῖσαν ὑπομεῖναι τὴν ἀρχήν καὶ δύο προβαλλομένου καὶ καλοῦντος, ἐλπίζων μετὰ τὸν Βροῦτον αἱρεθήσεσθαι καὶ συνυπατεύσειν διήμαρτεν.
しかし、君主制の名が忌み嫌われ、民衆にとっては権力を分割して耐える方が苦痛が少ないであろうと考えられ、二人の将軍を提案し、また求めるようになると、彼はブルトゥスの次に自分が選ばれて共同執政官になるであろうと期待していたが、その期待は外れた。
§1.5ᾑρέθη γὰρ ἄκοντι τῷ Βρούτῳ συνάρχων ἀντὶ τοῦ Οὐαλλερίου Ταρκύνιος Κολλατῖνος, ὁ Λουκρητίας ἀνήρ, οὐδὲν ἀρετῇ Οὐαλλερίου διαφέρων, ἀλλʼ οἱ δυνατοί δεδιότες τοὺς βασιλεῖς ἔτι πολλὰ πειρῶντας ἔξωθεν καὶ μαλάσσοντας τὴν πόλιν, ἐβούλοντο τὸν ἐντονώτατον αὐτοῖς ἐχθρὸν ἔχειν στρατηγὸν ὡς οὐχ ὑφησόμενον.
というのも、ブルトゥスの意に反して、ウァレリウスの代わりにルクレティアの夫であるタルクィニウス・コッラティヌスが共同執政官に選ばれたからである。 彼は徳においてウァレリウスに勝っていたわけではなかったが、有力者たちは、王たちがなお外部から多くの試みを企てて市を懐柔しようとしているのを恐れており、妥協することのない最も激しい敵を将軍として持っていたいと望んだのである。