§8.1ταῦτα δὲ ὁ Νομᾶς ἐπʼ εὐνοίᾳ καὶ χάριτι τοῦ δήμου πολιτευσάμενος εὐθὺς ἐπεχείρει τὴν πόλιν, ὥσπερ σίδηρον, ἐκ σκληρᾶς καὶ πολεμικῆς μαλακωτέραν ποιῆσαι καὶ δικαιοτέραν.
ヌマは民衆の好意と感謝を得るためにこれらの方策を行って政治を執ると、直ちに、都市をまるで鉄のように、硬く好戦的な状態から、より柔軟でより正義にかなったものへと作り変えようと試みた。
ἀτεχνῶς γὰρ ἣν Πλάτων ἀποκαλεῖ φλεγμαίνουσαν πόλιν ἐκείνη τότʼ ἦν, συστᾶσα μὲν εὐθὺς ἐξ ἀρχῆς τόλμῃ τινὶ καὶ παραβόλῳ θρασύτητι τῶν θρασυτάτων καὶ μαχιμωτάτων ἐκεῖ πανταχόθεν ὠσαμένων, §8.2ταῖς δὲ πολλαῖς στρατείαις καὶ τοῖς συνεχέσι πολέμοις τροφῇ χρησαμένη καὶ αὐξήσει τῆς δυνάμεως, καὶ καθάπερ τὰ καταπηγνύμενα τῷ σείεσθαι μᾶλλον ἑδράζεται, ῥώννυσθαι δοκοῦσα διὰ τῶν κινδύνων, οὕτω δὴ μετέωρον καὶ τετραχυμένον δῆμον οὐ μικρᾶς οὐδὲ φαύλης οἰόμενος εἶναι πραγματείας μεταχειρίσασθαι καὶ μετακοσμῆσαι πρὸς εἰρήνην, ἐπηγάγετο τὴν ἀπὸ τῶν θεῶν βοήθειαν,
というのも、実に当時のその都市は、プラトンが「炎症を起こした都市」と呼ぶものそのものであったからである。 それは当初から、あらゆる場所からそこへ押し寄せた最も大胆で最も戦闘的な人々による、ある種の大胆さと無謀な不敵さによって構成されており、しかも多くの遠征と絶え間ない戦争を、その勢力の養分とし増強として利用し、打ち込まれた杭が揺さぶられることによってむしろ固く固定されるように、危険を通じて強固になるかのように見えていた。 このように興奮し荒れ狂った民衆を、平和へと導き、秩序を改めることは、小さくも容易でもない仕事であると考えた彼は、神々からの助けを呼び寄せた。
§8.3τὰ μὲν πολλὰ θυσίαις καὶ πομπαῖς καὶ χορείαις, ἃς αὐτὸς ὠργίασε καὶ κατέστησεν, ἅμα σεμνότητι διαγωγὴν ἐπίχαριν καὶ φιλάνθρωπον ἡδονὴν ἐχούσαις, δημαγωγῶν καὶ τιθασεύων τὸ θυμοειδὲς καὶ φιλοπόλεμον ἔστι δ’ ὅτε καὶ φόβους τινὰς ἀπαγγέλλων παρὰ τοῦ θεοῦ καὶ φάσματα δαιμόνων ἀλλόκοτα καὶ φωνὰς οὐκ εὐμενεῖς, ἐδούλου καὶ ταπεινὴν ἐποίει τὴν διάνοιαν αὐτῶν ὑπὸ δεισιδαιμονίας.
彼は大部分において、自ら主催し制定した犠牲式、行列、舞踏――それらは厳粛さとともに、魅力的な娯楽と人間的な喜びを伴うものであったが――によって、彼らの激しい気性と戦争を好む性質をなだめ、手懐けた。 時にはまた、神からのある種の恐怖、精霊の不気味な幻影、不吉な声を告げることによって、迷信を通じて彼らの精神を屈従させ、謙虚にさせた。
§8.4ἐξ ὧν καὶ μάλιστα λόγον ἔσχεν ἡ σοφία καὶ ἡ παίδευσις τοῦ ἀνδρός, ὡς Πυθαγόρᾳ συγγεγονότος.
このことから、この男の知恵と教養は、ピュタゴラスの弟子であったという評判をとりわけ得るようになった。
μέγα γὰρ ἦν μέρος, ὡς ἐκείνῳ τῆς φιλοσοφίας, καὶ τούτῳ τῆς πολιτείας ἡ περὶ τὸ θεῖον ἁγιστεία καὶ διατριβή.
なぜなら、あちらにとって哲学の大きな部分であったものが、この男にとっても政治の大きな部分であったからである。 すなわち、神的なものに関する神聖な儀礼と専念がそれであった。
λέγεται δὲ καὶ τὸν ἔξωθεν ὄγκον καὶ σχηματισμὸν ἀπὸ τῆς αὐτῆς Πυθαγόρᾳ διανοίας περιβαλέσθαι.
また、外面的な威厳や身なりも、ピュタゴラスと同じ意図から身にまとったと言われている。
§8.5καὶ γάρ ἐκεῖνος ἀετόν τε δοκεῖ πραῦναι, φωναῖς τισιν ἐπιστήσας καὶ καταγαγὼν ὑπεριπτάμενον, τόν τε μηρὸν ὑποφῆναι χρυσοῦν Ὀλυμπίασι διαπορευόμενος τὴν πανήγυριν·
というのも、あのピュタゴラスも、上空を飛んでいた鷲をある種の声によって呼び止めて降下させ、手懐けたと思われており、オリュンピアの祭典を通りかかる際に、自分の太ももが黄金であることを密かに示したとされるからである。
ἄλλας τε τερατώδεις μηχανὰς αὐτοῦ καὶ πράξεις ἀναγγέλλουσιν, ἐφʼ αἷς καὶ Τίμων ὁ Φλιάσιος ἔγραψε·
彼らは彼の他の奇妙な策略や行為についても報告しており、それらについてフリウスのティモンも次のように書いている。
"
Πυθαγόρην δὲ γόητας ἀποκλίνοντʼ ἐπὶ δόξας
θήρῃ ἐπʼ ἀνθρώπων, σεμνηγορίης ὀαριστὴν
" §8.6τῷ δὲ Νομᾷ δρᾶμα θεᾶς τινος ἢ νύμφης ὀρείας ἔρως ἦν καὶ συνουσία πρὸς αὐτὸν ἀπόρρητος, ὥσπερ εἴρηται, καὶ κοιναὶ μετὰ Μουσῶν διατριβαί.
「そして、人間を狩るために、魔術的な評判へと傾倒し、厳かな説法の語り手となったピュタゴラスを」一方、ヌマにとっては、ある女神あるいは山のニンフとの恋愛の芝居、そして彼女と彼との秘密の交わりが、すでに述べたようにあり、ムーサイとの共同の営みがあった。
τὰ γὰρ· πλεῖστα τῶν μαντευμάτων εἰς Μούσας ἀνῆγε, καὶ μίαν Μοῦσαν ἰδίως καὶ διαφερόντως ἐδίδαξε σέβεσθαι τοὺς Ῥωμαίους, Τακίταν προσαγορεύσας, οἷον σιωπηλὴν ἢ ἐνεάν·
なぜなら、彼は自らの神託の大部分をムーサイに帰し、ローマ人たちに、ある一人のムーサを格別に、また他とは違って崇拝することを教え、彼女を「タキタ」(沈黙、あるいは口のきけない者という意味)と名付けたからである。
ὅπερ εἶναι δοκεῖ τὴν Πυθαγόρειον ἀπομνημονεύοντος ἐχεμυθίαν καὶ τιμῶντος.
これは、彼がピュタゴラス派の「沈黙の戒」を想起し、重んじていたことを示すと思われる。
§8.7ἔστι δὲ καὶ τὰ περὶ τῶν ἀφιδρυμάτων νομοθετήματα παντάπασιν ἀδελφὰ τῶν Πυθαγόρου δογμάτων, οὔτε γὰρ ἐκεῖνος αἰσθητὸν ἢ παθητόν, ἀόρατον δὲ καὶ ἄκτιστον καὶ νοητὸν ὑπελάμβανεν εἶναι τὸ πρῶτον, οὗτός τε διεκώλυσεν ἀνθρωποειδῆ καὶ ζῳόμορφον εἰκόνα θεοῦ Ῥωμαίους νομίζειν.
また、神像に関する彼の制度も、ピュタゴラスの教義と完全に軌を一にしている。 なぜなら、ピュタゴラスは、第一の原理を感覚され得るものや受動的なものではなく、不可視で未創造かつ知性によってのみ把握されるものと考えており、ヌマもまた、ローマ人たちが神の像を人間や動物の形をしたものとみなすことを禁じたからである。
οὐδʼ ἦν παρʼ αὑτοῖς οὔτε γραπτὸν οὔτε πλαστὸν εἶδος θεοῦ πρότερον,
実際、それ以前は彼らの間に描かれた、あるいは型作られた神の姿は存在しなかった。
§8.8ἀλλʼ ἐν ἑκατὸν ἑβδομήκοντα τοῖς πρώτοις ἔτεσι ναοὺς μὲν οἰκοδομού μεν οι καὶ καλιάδας ἱερὰς ἱστῶντες, ἄγαλμα δὲ οὐδὲν ἔμμορφον ποιούμενοι διετέλουν, ὡς οὔτε ὅσιον ἀφομοιοῦν τὰ βελτίονα τοῖς χείροσιν οὔτε ἐφάπτεσθαι θεοῦ δυνατὸν ἄλλως ἢ νοήσει, κομιδῆ δὲ καὶ τὰ τῶν θυσιῶν ἔχεται τῆς Πυθαγορικῆς ἁγιστείας·
むしろ、最初の170年間、彼らは神殿を建て、神聖な祠を築きながらも、形のある像は一切作ることなく過ごした。 より優れたものをより劣ったものに似せるのは敬虔でなく、また思考による以外に神に触れることは不可能であると考えていたからである。 さらに、犠牲式に関してもピュタゴラスの儀礼と密接に結びついている。
ἀναίμακτοι γάρ ἦσαν αἵ γε πολλαί, διʼ ἀλφίτου καὶ σπονδῆς καὶ τῶν εὐτελεστάτων πεποιημέναι.
なぜなら、その大部分は血を流さないものであり、大麦の粉、献酒、および最も安価なものによって行われていたからである。
§8.9χωρὶς δὲ τούτων ἑτέροις ἔξωθεν ἐπαγωνίζονται τεκμηρίοις οἱ τὸν ἄνδρα τῷ ἀνδρὶ συνοικειοῦντες.
これらとは別に、この男をあの男に結びつけようとする人々は、外部からの他の証拠を付け加えて主張している。
ὧν ἓν μέν ἐστιν ὅτι Πυθαγόραν Ῥωμαῖοι τῇ πολιτείᾳ προσέγραψαν, ὡς ἱστόρηκεν Ἐπίχαρμος ὁ κωμικὸς ἔν τινὶ λόγῳ πρὸς Ἀντήνορα γεγραμμένῳ, παλαιὸς ἀνήρ καὶ τῆς Πυθαγορικῆς διατριβῆς μετεσχηκώς ἕτερον δὲ ὅτι τεσσάρων υἱῶν βασιλεῖ Νομᾷ γενομένων ἕνα Μάμερκον ἐπὶ τῷ Πυθαγόρου παιδὶ προσηγόρευσεν.
その一つは、ローマ人がピュタゴラスに市民権を与えたということである。 これは喜劇作家エピカルモスがアンテノルに宛てて書いた著作の中で伝えていることであり、彼は古い時代の人物で、ピュタゴラスの学派に参加していた。 もう一つは、ヌマ王に4人の息子が生まれたとき、そのうちの一人をピュタゴラスの息子にちなんでマメルクスと名付けたということである。
§8.10ἀπʼ ἐκείνου δὲ καὶ τὸν Αἰ μιλίων οἶκον ἀναμιχθέντα τοῖς πατρικίοις ὀνομασθῆναί φασιν, οὕτως ὑποκοριζομένου τοῦ βασιλέως τὴν ἐν τοῖς λόγοις τοῦ ἀνδρὸς αἱμυλίαν καὶ χάριν, αὐτοὶ δ’ ἀκηκόαμεν πολλῶν ἐν Ῥώμῃ διεξιόντων ὅτι χρησμοῦ ποτε Ῥωμαίοις γενομένου τὸν φρονιμώτατον καὶ τὸν ἀνδρειότατον Ἑλλήνων ἱδρύσασθαι παρʼ αὑτοῖς, ἔστησαν ἐπὶ τῆς ἀγορᾶς εἰκόνας χαλκᾶς δύο, τὴν μὲν Ἀλκιβιάδου, τὴν δὲ Πυθαγόρου.
そして、このマメルクスから、後に貴族に加わったアイミリウス家が名付けられたと言われている。 これは、王がピュタゴラスの言葉における「愛嬌」と「優雅さ」をそのように愛称として呼んだからである。 私自身、ローマで多くの人々が次のように詳しく話すのを聞いたことがある。 かつてローマ人に「ギリシア人の中で最も賢い者と最も勇敢な者を自らの国に祀るべし」という神託が下されたとき、彼らはフォーラムに2つの青銅像を建てたが、一つはアルキビアデスのもの、もう一つはピュタゴラスのものであった。
ταῦτα μὲν οὖν ἀμφισβητήσεις ἔχοντα πολλὰς καὶ τὸ κινεῖν διὰ μακροτέρων καὶ τὸ πιστοῦσθαι μειρακιώδους ἔστι φιλονεικίας.
しかし、これらの事柄は多くの異論をはらんでおり、それらを長々と追求することも、あるいは証明しようとすることも、子供じみた負けず嫌いに属することである。