Humanitext Reader

プルタルコス · ヌマ伝 §4.1-4.8

エゲリアとの婚姻伝説と神人交合をめぐる考察

4 / 22 箇所 · ギリシア語

要旨

ヌマが隠遁生活を送る中でエゲリアとの婚姻伝説が生まれたことを契機に、神々と人間との交わりの可能性についての哲学的・神話的な議論が展開され、最後には統治者が宗教的権威を装う政治的効用についても言及される。

§4.1ὁ δὲ Νομᾶς ἐκλείπων τὰς ἐν ἄστει διατριβὰς ἀγραυλεῖν τὰ πολλὰ καὶ πλανᾶσθαι μόνος ἤθελεν, ἐν ἄλσεσι θεῶν καὶ λειμῶσιν ἱεροῖς καὶ τόποις ἐρήμοις ποιούμενος τὴν δίαιταν.
ヌマは都会での暮らしを離れ、その大半を野宿し、一人でさまようことを望み、神々の聖林や聖なる草原、また人気のない場所で日々を過ごした。
ὅθεν οὐχ ἥκιστα τὴν ἀρχὴν ὁ περὶ τῆς θεᾶς ἔλαβε λόγος, ὡς ἄρα Νομᾶς ἐκεῖνος οὐκ ἀδημονίᾳ τινὶ ψυχῆς καὶ πλάνῃ τὸν μετὰ ἀνθρώπων ἀπολέλοιπε βίον, §4.2ἀλλὰ σεμνοτέρας γεγευμένος ὁμιλίας καὶ γάμων θείων ἠξιωμένος, Ἠγερίᾳ δαίμονι συνὼν ἐρώσῃ καὶ συνδιαιτώμενος, εὐδαίμων ἀνήρ καὶ τὰ θεῖα πεπνυμένος γέγονεν.
それゆえ、かのヌマが人間との交わりを断ったのは、何らかの心の傷や彷徨のためではなく、むしろ、より厳かな交わりを味わい、神聖な婚姻を許されて、自分を愛する精霊エゲリアとともにあり、共に暮らすことによって、幸福で神的な智恵を備えた男になったのだ、という伝説が何よりも生まれたのである。
ὅτι μὲν οὖν ταῦτα πολλοῖς τῶν πάνυ παλαιῶν μύθων ἔοικεν, οὓς οἱ Φρύγες τε περὶ Ἄττεω καὶ Βιθυνοὶ περὶ Ἡροδότου καὶ περὶ Ἐνδυμίωνος Ἀρκάδες ἄλλοι τε περὶ ἄλλων εὐδαιμόνων δή τινων καὶ θεοφιλῶν γενέσθαι δοκούντων παραλαβόντες ἠγάπησαν, οὐκ ἄδηλόν ἔστι.
さて、これらの話が、フリュギア人がアッティスについて、ビテュニア人がヘロドトスについて、アルカディア人がエンデュミオンについて、またその他の人々が神に愛され幸福になったと思われる他の人々について、それぞれ受け継いで愛してきた多くの極めて古い神話に似ていることは、言うまでもなく明らかである。
§4.3καί που λόγον ἔχει τὸν θεόν, οὐ φίλιππον οὐδὲ φίλορνιν, ἀλλὰ φιλάνθρωπον ὄντα, τοῖς διαφερόντως ἀγαθοῖς ἐθέλειν συνεῖναι, καὶ μὴ δυσχεραίνειν μηδὲ ἀτιμάζειν ἀνδρὸς ὁσίου καὶ σώφρονος ὁμιλίαν.
そして、馬好きでも鳥好きでもなく人間好きである神が、とりわけ優れた善い人々と共にあることを望み、敬虔で思慮深い人間の交わりを嫌がったり軽んじたりしないということは、おそらく理にかなっている。
ὡς δὲ καὶ σώματος ἀνθρωπίνου καὶ ὥρας ἐστί τις θεῷ καὶ δαίμονι κοινωνία καὶ χάρις, ἔργον ἤδη καὶ τοῦτο πεισθῆναι.
しかし、神や精霊が、人間の身体や若々しい美しさに対して何らかの交わりや愛着を持つなどということは、これもまた容易に信じがたいことである。
§4.4καίτοι δοκοῦσιν οὐκ ἀπιθάνως Αἰγύπτιοι διαιρεῖν ὡς γυναικὶ μὲν οὐκ ἀδύνατον πνεῦμα πλησιάσαι θεοῦ καί τινας ἐντεκεῖν ἀρχὰς γενέσεως, ἀνδρὶ δὲ οὐκ ἔστι σύμμιξις πρὸς θεὸν οὐδὲ ὁμιλία σώματος.
もっとも、エジプト人たちは、女性に対して神の霊気が近づき、何らかの懐妊の端緒を植え付けることは不可能ではないが、男性に対しては神との交わりも身体的な接触もあり得ないと区別しており、これはもっともらしく思われる。
ἀγνοοῦσι δὲ ὅτι τὸ μιγνύμενον ᾧ μίγνυται τὴν ἴσην ἀνταποδίδωσι κοινωνίαν.
しかし彼らは、交わる側が交わられる相手に対して対等な相互の交わりをもたらすということを忘れている。
οὐ μὴν ἀλλὰ φιλίαν γε πρὸς ἄνθρωπον εἶναι θεῷ καὶ τὸν ἐπὶ ταύτῃ λεγόμενον ἔρωτα καὶ φυόμενον εἰς ἐπιμέλειαν ἤθους καὶ ἀρετῆς, πρέπον ἂν εἴη.
とはいえ、神にとって人間への友愛が存在すること、そして、この友愛に基づくと言われ、人間の品性や美徳を育むために向けられる愛が存在することは、極めてふさわしいことであろう。
§4.5καὶ οὐ πλημμελοῦσιν οἱ τὸν Φόρβαντα καὶ τὸν Ὑάκινθον καὶ τὸν Ἄδμητον ἐρωμένους Ἀπόλλωνος γεγονέναι μυθολογοῦντες, ὥσπερ αὖ καὶ τὸν Σικυώνιον Ἱππόλυτον, ᾧ δὴ καί φασιν, ὁσάκις τύχοι διαπλέων εἰς Κίρραν ἐκ Σικυῶνος, τὴν Πυθίαν, οἷον αἰσθανομένου τοῦ θεοῦ καὶ χαίροντος, ἀποθεσπίζειν τόδε τὸ ἡρῷον "καὶ δ’ αὖθʼ Ἱππολύτοιο φίλον κάρα εἰς ἅλα βαίνει. "
それゆえ、ポルバス、ヒュアキントス、アドメトスがアポロンの愛する者となったと神話で語る人々は、的を外してはいない。 同様に、シキュオンのヒッポリュトスについても同様である。 彼がシキュオンからキルラへと船で渡るたびに、まるで神がそれを察知して喜んでいるかのように、ピュティアが神託として次の英雄詩の一行を告げたと言われている。 「そして今また、ヒッポリュトスの愛すべき頭が海へと渡ってゆく。
§4.6Πινδάρου δὲ καὶ τῶν μελῶν ἐραστὴν γενέσθαι τὸν Πᾶνα μυθολογοῦσιν.
」また、パンがピンダロスとその歌を愛したとも神話で語られている。
ἀπέδωκε δέ τινα τιμὴν καὶ Ἀρχιλόχῳ καὶ Ἡσιόδῳ τελευτήσασι διὰ τὰς Μούσας τὸ δαιμόνιον.
さらに、神的な力は、アルキロコスとヘシオドスが亡くなった際、ムーサたちのゆえに、彼らにある種の栄誉を与えた。
Σοφοκλεῖ δὲ καὶ ζῶντι τὸν Ἀσκληπιὸν ἐπιξενωθῆναι λόγος ἐστὶ πολλὰ μέχρι δεῦρο διασώζων τεκμήρια, καὶ τελευτήσαντι τυχεῖν ταφῆς ἄλλος θεός, ὡς λέγεται, παρέσχεν.
またソポクレスに対しては、彼が生きているときにもアスクレピオスがその家に身を寄せたという伝説があり、今日に及ぶまで多くの証拠が残されている。 さらに彼が亡くなったときには、別の神がその埋葬を可能にしたと言われている。
§4.7ἆρα οὖν ἄξιὸν ἔστι, ταῦτα συγχωροῦντας ἐπὶ τούτων, ἀπιστεῖν εἰ Ζαλεύκῳ καὶ Μίνῳ καὶ Ζωροάστρῃ καὶ Νομᾷ καὶ Λυκούργῳ βασιλείας κυβερνῶσι καὶ πολιτείας διακοσμοῦσιν εἰς τὸ αὐτὸ ἐφοίτα τὸ δαιμόνιον, ἢ τούτοις μὲν εἰκὸς ἔστι καὶ σπουδάζοντας θεοὺς ὁμιλεῖν ἐπὶ διδασκαλίᾳ καὶ παραινέσει τῶν βελτίστων, ποιηταῖς δὲ καὶ λυρικοῖς μινυρίζουσιν, εἴπερ ρ ἄρα, χρῆσθαι παίζοντας;
それならば、これら(詩人たち)の例においてこれらのことを認めながら、ザレウコス、ミノス、ゾロアスター、ヌマ、リュクルゴスといった、王国を治め国家を秩序づける者たちのもとへ、同じ目的のために神的な力が頻繁に訪れたということを信じないのは筋が通るだろうか。 むしろ、これら(の政治家たち)に対しては、神々が真剣になって、最善の事柄の教示と勧告のために交わったと考える方が自然であり、他方、さえずるような詩人や叙情詩人たちに対しては、もし本当に交わることがあったとしても、戯れ半分に接したと考えるべきではないか。
§4.8εἰ δὲ λέγει τις ἄλλως, κατὰ Βακχυλίδην, πλατεῖα κέλευθος.
しかし、もし誰かがこれと異なる意見を持つのなら、バッキリデスの言うように、「道は広い」。
οὐδὲ γὰρ ἅτερος λόγος ἔχει τι φαῦλον, ὃν περὶ Λυκούργου καὶ Νομᾶ καὶ τοιούτων ἄλλων ἀνδρῶν λέγουσιν, ὡς δυσκάθεκτα καὶ δυσάρεστα πλήθη χειρούμενοι καὶ μεγάλας ς ἐπιφέροντες ταῖς πολιτείαις καινοτομίας, προσεποιήσαντο τὴν ἀπὸ τοῦ θεοῦ δόξαν, αὐτοῖς ἐκείνοις πρὸς οὓς ἐσχηματίζοντο σωτήριον οὖσαν.
なぜなら、リュクルゴスやヌマ、あるいはそのような他の男たちについて語られている、もう一つの説もまた、決して悪いものではないからである。 すなわち、彼らは御しがたく不満だらけの群衆を従わせ、国家に大きな改革をもたらすにあたって、神々からの承認(という権威)を装ったのであり、それは彼らが欺こうとしたまさにその群衆自身にとって、救いとなったという説である。

語釈・文法注

  1. §4.2ὅτι μὲν οὖν ταῦτα πολλοῖς τῶν πάνυ παλαιῶν μύθων ἔοικεν — この ὅτι 節(「これらのことが…に似ているということ」)は、後続の οὐκ ἄδηλόν ἔστι(「〜は明らかである」)の主語節として機能している。
  2. §4.3λόγον ἔχει τὸν θεὸν ... ἐθέλειν συνεῖναι — λόγον ἔχει(「道理にかなっている」)に対して、対格の τὸν θεόν を意味上の主語とする不定詞節(ἐθέλειν συνεῖναι「共にあることを望むこと」)が補足的に係っている。いわゆる対格不定詞(A.C.I.)構文である。
  3. §4.4δοκοῦσιν οὐκ ἀπιθάνως Αἰγύπτιοι διαιρεῖν — 非人称の δοκεῖ(「〜と思われる」)ではなく、主語 Αἰγύπτιοι(「エジプト人たち」)に一致させた個人的構文(personal construction)。「エジプト人たちは〜と区別しているように思われる」と訳す。
  4. §4.5ᾧ δὴ καί φασιν ... τὴν Πυθίαν ... ἀποθεσπίζειν — 関係詞 ᾧ に導かれる関係節のなかに φασιν(「彼らは言う」)が挿入され、その目的語として τὴν Πυθίαν を意味上の主語とする不定詞 ἀποθεσπίζειν が置かれる複雑な関係節内不定詞構文である。
  5. §4.8προσεποιήσαντο τὴν ἀπὸ τοῦ θεοῦ δόξαν, αὐτοῖς ἐκείνοις πρὸς οὓς ἐσχηματίζοντο σωτήριον οὖσαν — 分詞 οὖσαν(対格・女性・単数)は δόξαν にかかり、その性質を表す。また、関係詞節 πρὸς οὓς ἐσχηματίζοντο(「彼らが芝居を仕掛けた相手」)の先行詞は、すぐ前の与格の指示代名詞 αὐτοῖς ἐκείνοις(「まさにその人々」)である。

この箇所を引用する

プルタルコス, ヌマ伝 §4.1-4.8. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0007.tlg005.humanitext-grc2:4.1-4.8

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。