§2.1ἕβδομον ἐνιαυτὸν ἡ Ῥώμη καὶ τριακοστὸν ἤδη Ῥωμύλου βασιλεύοντος ᾠκεῖτο·
ローマはすでにロムルスが王として支配するなかで、その創建から37年目の年を営まれていた。
πέμπτῃ δὲ ἱσταμένου μηνός, ἣν νῦν ἡμέραν νώνας Καπρατίνας καλοῦσι, θυσίαν τινὰ δημοτελῆ πρὸ τῆς πόλεως ὁ Ῥωμύλος ἔθυε περὶ τὸ καλούμενον Αἰγὸς ἕλος, καὶ παρῆν ἥ τε βουλὴ καὶ τοῦ δήμου τὸ πλεῖστον.
この月の上旬の5日、現在人々が「カプラティナのノナエ」と呼んでいる日に、ロムルスは街の前、いわゆる「山羊の沼」のあたりで、公的な犠牲祭を執り行っていた。 そこには元老院と民衆の大部分が居合わせていた。
§2.2ἐξαίφνης δὲ μεγάλης περὶ τὸν ἀέρα τροπῆς γενομένης καὶ νέφους ἐπὶ τὴν γῆν ἐρείσαντος ἅμα πνεύματι καὶ ζάλῃ, τὸν μὲν ἄλλον ὅμιλον ἐκπλαγέντα συνέβη φυγεῖν καὶ σκεδασθῆναι, τὸν δὲ Ῥωμύλον ἀφανῆ γενέσθαι, καὶ μήτε αὐτὸν ἔτι μήτε σῶμα τεθνηκότος εὑρεθῆναι, χαλεπὴν δὲ τινʼ ὑπόνοιαν ἅψασθαι τῶν πατρικίων, καὶ ῥυῆναι λόγον ἐν τῷ δήμῳ κατʼ αὑτῶν ὡς πάλαι βαρυνόμενοι τὸ βασιλεύεσθαι καὶ μεταστῆσαι τὸ κράτος εἰς αὑτοὺς θέλοντες ἀνέλοιεν τὸν βασιλέα, καὶ γάρ ἐδόκει τραχύτερον ἤδη προσφέρεσθαι καὶ μοναρχικώτερον αὐτοῖς.
しかし、突然、大気の中に激しい異変が生じ、嵐と暴風を伴う雲が地上にのしかかったとき、他の群衆は驚き慌てて逃げ去り散り散りになることとなったが、ロムルスは姿を消し、彼自身も、また亡骸となったその遺体も、二度と見出されることはなかった。 そして、ある不穏な疑念がパトリキ(貴族たち)にまとわりつき、民衆の間で彼らに対する噂が流れた。 すなわち、彼らがかねてより王政を重荷に感じており、権力を自分たちの手に移したいと望んで王を亡き者にしたのだというものであった。 というのも、彼はすでに彼らに対してより厳しく、より独裁的に振る舞うようになっていると思われていたからである。
§2.3ἀλλὰ ταύτην μὲν τὴν ὑποψίαν ἐθεράπευον εἰς θεῶν τιμὰς ἀνάγοντες ὡς οὐ τεθνηκότα τὸν Ῥωμύλον, ἀλλὰ κρείττονος ὄντα μοίρας·
しかし、彼らは、ロムルスは死んだのではなく、より優れた運命を授かったのだとして、神々の誉れへと引き上げることによって、この疑念を鎮めようとした。
καὶ Πρόκλος, ἀνὴρ ἐπιφανής, διωμόσατο Ῥωμύλον ἰδεῖν εἰς οὐρανὸν σὺν τοῖς ὅπλοις ἀναφερόμενον, καὶ φωνῆς ἀκοῦσαι κελεύοντος αὐτὸν ὀνομάζεσθαι Κυρῖνον.
そして、名だたる人物であるプロクルスが、ロムルスが武具をまとったまま天へと上っていくのを見たこと、また、彼を「クィリヌス」と呼ぶよう命じる声を聴いたことを、厳粛に誓い立てた。
§2.4ἑτέρα δὲ ταραχὴ καὶ στάσις κατελάμβανε τὴν πόλιν ὑπὲρ τοῦ μέλλοντος ἀποδειχθήσεσθαι βασιλέως, οὔπω τῶν ἐπηλύδων κομιδῇ τοῖς πρώτοις συγκεκραμένων πολίταις, ἀλλʼ ἔτι τοῦ τε δήμου πολλὰ κυμαίνοντος ἐν ἑαυτῷ καὶ τῶν πατρικίων ἐν ὑποψίαις ἐκ τοῦ διαφόρου πρὸς ἀλλήλους ὄντων, οὐ μὴν ἀλλὰ βασιλεύεσθαι μὲν ἐδόκει πᾶσιν, ἤρισαν δὲ καὶ διέστησαν οὐχ ὑπὲρ ἀνδρὸς μόνον, ἀλλὰ καὶ γένους, ὁπότερον παρέξει τὸν ἡγεμόνα, καὶ γάρ οἱ μετὰ Ῥωμύλου· §2.5πρῶτοι συνοικίσαντες τὴν πόλιν οὐκ ἀνασχετὸν ἐποιοῦντο πόλεως καὶ χώρας τοὺς Σαβίνους μεταλαβόντας ἄρχειν βιάζεσθαι τῶν ἐπὶ ταῦτα δεξαμένων, καὶ τοῖς Σαβίνοις ἦν τις εὐγνώμων λόγος, ἐπεὶ Τατίου τοῦ βασιλέως αὑτῶν ἀποθανόντος οὐκ ἐστασίασαν πρὸς Ῥωμύλον, ἀλλʼ εἴασαν ἄρχειν μόνον, αὖθις ἀξιούντων τὸν ἄρχοντα γενέσθαι παρʼ αὑτῶν, οὔτε γάρ ἐκ ταπεινοτέρων κρείττοσι προσγενέσθαι, καὶ προσγενόμενοι πλήθει τε ῥῶσαι καὶ προαγαγεῖν εἰς ἀξίωμα πόλεως ἐκείνους μεθʼ ἑαυτῶν, ὑπὲρ μὲν οὖν τούτων ἐστασίαζον.
しかし、今度は新しく任命されるはずの王をめぐって、別の混乱と対立が都市を襲った。 新参者たちがまだ最初の市民たちと完全には融和しておらず、そればかりか、民衆はなお自分たちの間で大いに揺れ動いており、パトリキもまた、互いの利害の不一致から猜疑心を抱き合っていたためである。 とはいえ、王政を維持することについては全員の意見が一致していたが、どの男にするかという点だけでなく、どちらの民族が指導者を出すべきかという点についても争い、分裂した。 というのも、ロムルスとともに、最初に都市を共同で建設した人々は、都市と土地の分け前を与えられたサビニ人たちが、自分たちをその中に受け入れてやった側を支配しようと強要することを、到底容認できないことと考えていた。 他方、サビニ人たちにも、それなりの筋の通った主張があった。 すなわち、彼らの王タティウスが亡くなったとき、彼らはロムルスに対して反乱を起こさず、彼が単独で統治するのを認め、今や再び、支配者が自分たちの中から出されることを要求していたからである。 なぜなら、彼らは、より卑しい者としてより優れた者たちに合流したのではないし、合流したことによって、人口の面で彼らを強化し、自分たちとともに都市を尊厳へと高めたのだから、と。 こうして、彼らはこれらのことをめぐって対立していた。
§2.6ὅπως δὲ μὴ σύγχυσιν ἐκ τῆς ἀναρχίας ἡ στάσις ἀπεργάσεται, μετεώρου τοῦ πολιτεύματος ὄντος, ἔταξαν οἱ πατρίκιοι, πεντήκοντα καὶ ἑκατὸν ὄντων αὑτῶν, ἕκαστον ἐν μέρει τοῖς βασιλικοῖς παρασήμοις κοσμούμενον θύειν τε τοῖς θεοῖς τὰ νενομισμένα καὶ χρηματίζειν ἓξ μὲν ὥρας τῆς νυκτός, ἓξ δὲ τῆς ἡμέρας.
しかし、国制が不安定な状態にある中、この対立が無政府状態から混乱を生み出さないようにと、パトリキたちは、彼ら自身が150人いたが、各自が交代で、王の標章を身にまとって、神々に定められた犠牲を捧げ、夜に6時間、昼に6時間、国務を司るということを定めた。
§2.7καὶ γὰρ ἡ διανομὴ τῶν καιρῶν ἑκατέρου πρὸς ἱσότητα καλῶς ἔχειν ἐδόκει τοῖς ἄρχουσι, καὶ πρὸς τὸν δῆμον ἡ μεταβολὴ τῆς ἐξουσίας ἀφαιρεῖν τὸν φθόνον, ὁρῶντα τῆς αὐτῆς ἡμέρας καὶ νυκτὸς τὸν αὐτὸν ἰδιώτην ἐκ βασιλέως γινόμενον.
というのも、時間のこのように細かな配分は、統治者たち各自にとって平等の観点から都合がよいと思われたし、また、権力のこのような交代は、民衆に対する関係においても妬みを取り除くように思われたからである。 民衆は同じ昼夜のうちに、同じ人物が王から一市民へと戻るのを目にするからである。
τὸ δὲ σχῆμα τοῦτο τῆς ἀρχῆς μεσοβασιλείαν Ῥωμαῖοι καλοῦσιν.
この統治の形態を、ローマ人は「メソバシレイア」と呼んでいる。