§18.1ἥψατο δὲ καὶ τῆς περὶ τὸν οὐρανὸν πραγματείας οὔτε ἀκριβῶς οὔτε παντάπασιν ἀθεωρήτως.
また、彼は天の運行に関する探究にも着手したが、それは厳密を極めたわけでもなく、かといって全く理論的考察を欠いていたわけでもなかった。
Ῥωμύλου γὰρ βασιλεύοντος ἀλόγως ἐχρῶντο τοῖς μησὶ καὶ ἀτάκτως, τοὺς μὲν οὐδὲ εἴκοσιν ἡμερῶν, τοὺς δὲ πέντε καὶ τριάκοντα, τοὺς δὲ πλειόνων λογιζόμενοι, τῆς δὲ γινομένης ἀνωμαλίας περὶ τὴν σελήνην καὶ τὸν ἥλιον ἔννοιαν οὐκ ἔχοντες, ἀλλʼ ἓν φυλάττοντες μόνον, ὅπως ἑξήκοντα καὶ τριακοσίων ἡμερῶν ὁ ἐνιαυτὸς ἔσται.
というのも、ロムルスの統治下では、人々は月を不合理かつ無秩序に扱っており、ある月は二十日にも満たないとし、別の月は三十五日、さらに別の月はそれ以上の日数であると計算し、月と太陽の運行の間に生じる不一致について何ら理解を持たず、ただ、一年を三百六十日とすることだけを守っていたからである。
§18.2Νομᾶς δὲ τὸ παράλλαγμα τῆς ἀνωμαλίας ἡμερῶν ἕνδεκα γίνεσθαι λογιζόμενος, ὡς τοῦ μὲν σεληνιακοῦ τριακοσίας πεντήκοντα τέσσαρας ἔχοντος ἡμέρας, τοῦ δὲ ἡλιακοῦ τριακοσίας ἑξήκοντα πέντε, τὰς ἕνδεκα ταύτας ἡμέρας διπλασιάζων ἐπήγαγε παρʼ ἐνιαυτὸν ἐπὶ τῷ Φεβρουαρίῳ μηνὶ τὸν ἐμβόλιμον, ὑπὸ Ῥωμαίων Μερκηδῖνον καλούμενον, εἴκοσι καὶ δυοῖν ἡμερῶν ὄντα.
これに対してヌマは、太陰年が三百五十四日、太陽年が三百六十五日であることから、この不一致による差が十一日に達すると計算し、この十一日を二倍にした上で、一年おきに、二月の月の後に、ローマ人によってメルケディヌスと呼ばれる二十二日からなる閏月を挿入した。
§18.3καὶ τοῦτο μὲν αὐτῷ τὸ ἴαμα τῆς ἀνωμαλίας μειζόνων ἔμελλεν ἰαμάτων δεήσεσθαι.
そして、この不一致に対する彼の治療法は、後にさらなる大いなる治療法を必要とすることになるのであった。
μετεκίνησε δὲ καὶ τὴν τάξιν τῶν μηνῶν τὸν γάρ Μάρτιον πρῶτον ὄντα τρίτον ἔταξε, πρῶτον δὲ τὸν Ἰανουάριον, ὃς ἦν ἑνδέκατος ἐπὶ Ῥωμύλου, δωδέκατος δὲ καὶ τελευταῖος ὁ Φεβρουάριος, ᾧ νῦν δευτέρῳ χρῶνται.
彼はまた、月の順序も変更した。 すなわち、以前は最初であった三月を三番目に配置し、ロムルスの時代には十一番目であった一月を最初に、そして、現在では二番目として使われている二月を十二番目で最後の月としたのである。
πολλοὶ δέ εἰσιν οἳ καὶ προστεθῆναι τούτους ὑπὸ Νομᾶ τοὺς μῆνας λέγουσι, τόν τε Ἰανουάριον καὶ τὸν Φεβρουάριον,
もっとも、これら一月と二月の月自体が、ヌマによって追加されたのだと言う人々も多い。
§18.4ἐξ ἀρχῆς δὲ χρῆσθαι δέκα μόνον εἰς τὸν ἐνιαυτόν, ὡς ἔνιοι τῶν βαρβάρων τρισί, καὶ τῶν Ἑλλήνων Ἀρκάδες μὲν τέσσαρσιν, ἓξ δὲ Ἀκαρνᾶνες, Αἰγυπτίοις δὲ μηνιαῖος ἦν ὁ ἐνιαυτός, εἶτα τετράμηνος, ὥς φασι.
彼らによれば、当初は一年に十ヶ月だけを用いていたという。 それはちょうど、未開人のうちのある人々が三ヶ月を、ギリシア人のうちアルカディア人が四ヶ月を、アカルナニア人が六ヶ月を一年の単位としているのと同じである。 また、エジプト人にとっては、一年は最初一ヶ月であり、後に四ヶ月になったと言われている。
διὸ καὶ νεωτάτην χώραν οἰκοῦντες ἀρχαιότατοι δοκοῦσιν εἶναι καὶ πλῆθος ἀμήχανον ἐτῶν ἐπὶ ταῖς γενεαλογίαις καταφέρουσιν, ἅτε δὴ τοὺς μῆνας εἰς ἐτῶν ἀριθμὸν τιθέμενοι.
それゆえ、彼らは極めて新しい土地に住んでいながら、最も古い民であると思われており、一ヶ月を一年の数に当てはめているために、自らの系図において途もない数の年月を記録しているのである。