Humanitext Reader

プルタルコス · ヌマ伝 §10.1-10.7

ウェスタの処女の任期と特権および破戒への処刑

10 / 22 箇所 · ギリシア語

要旨

ウェスタの処女たちの奉献の歴史、30年間の任務の段階、および種々の特権について語られ、さらに処女性の誓いを破った者が受ける、地下室に生きたまま埋められるという酷烈な極刑の儀礼的手順が詳述される。

§10.1πρῶτον μὲν οὖν ὑπὸ Νομᾶ καθιερωθῆναι λέγουσι Γεγανίαν καὶ Βερηνίαν, δεύτερον δὲ Κανουληΐαν καὶ Ταρπηΐαν·
まず最初に、ヌマによってゲガニアとベレニアが、二番目にカヌレイアとタルペイアが奉献されたと言われている。
ὕστερον δὲ Σερβίου δύο προσθέντος ἄλλας τῷ ἀριθμῷ διατηρεῖσθαι μέχρι τῶν χρόνων τούτων τὸ πλῆθος, ὡρίσθη δὲ ταῖς ἱεραῖς παρθένοις ὑπὸ τοῦ βασιλέως ἁγνεία τριακονταέτις, ἐν ᾗ τὴν μὲν πρώτην δεκαετίαν ἃ χρὴ δρᾶν μανθάνουσι, τὴν δὲ μέσην ἃ μεμαθήκασι δρῶσι, τὴν δὲ τρίτην ἑτέρας αὐταὶ διδάσκουσιν.
後にセルウィウスがその数にさらに二人の女性を加えたことで、その人数は現在まで維持されている。 この聖なる処女たちに対しては、王によって三十年間の純潔の期間が定められた。 その期間において、彼女たちは最初の十年間はなすべきことを学び、中間の十年間は学んだことを行い、最後の十年間は彼女たち自身が他の者たちを教える。
§10.2εἶτα ἀνεῖται τῇ βουλομένῃ μετὰ τὸν χρόνον τοῦτον ἤδη καὶ γάμου μεταλαμβάνειν καὶ πρὸς ἕτερον τραπέσθαι βίον, ἀπαλλαγείσῃ τῆς ἱερουργίας, λέγονται δὲ οὐ πολλαὶ ταύτην ἀσπάσασθαι τὴν ἄδειαν, οὐδὲ ἀσπασαμέναις χρηστὰ πράγματα συντυχεῖν, ἀλλὰ μετανοίᾳ καὶ κατηφείᾳ συνοῦσαι τὸν λοιπὸν βίον ἐμβαλεῖν τὰς ἄλλας εἰς δεισιδαιμονίαν, ὥστε μέχρι γήρως καὶ θανάτου διατελεῖν ἐγκαρτερούσας καὶ παρθενευομένας.
その後、望む者には、この期間を過ぎれば、神事から解放されて、すでに結婚生活に入ることも、別の生き方に転じることも許されている。 しかし、この自由を歓迎した者は多くはなく、それを歓迎した者たちにも幸福な日々は訪れなかったと言われている。 むしろ、後悔と落胆とともに残りの人生を送る彼女たちは、他の女性たちを迷信(神罰への恐れ)へと陥れ、その結果、彼女たちは老齢と死に至るまで、耐え忍び処女性を保ち続ける。
§10.3τιμὰς δὲ μεγάλας ἀπέδωκεν αὐταῖς, ὧν ἔστι καὶ τὸ διαθέσθαι ζῶντος ἐξεῖναι πατρὸς καὶ τἆλλα πράττειν ἄνευ προστάτου διαγούσας, ὥσπερ αἱ τρίπαιδες.
彼は彼女たちに大きな特権を与えた。 それらの中には、父親の生存中であっても遺言を作成することが許されることや、三人の子供を持つ女性たちのように、保護者なしで過ごし、その他の用事を処理することが含まれる。
ῥαβδουχοῦνται δὲ προϊοῦσαι·
また、彼女たちが外出する際には、先導者が同行する。
κἂν ἀγομένῳ τινὶ πρὸς θάνατον αὐτομάτως συντύχωσιν, οὐκ ἀναιρεῖται, δεῖ δὲ ἀπομόσαι τὴν παρθένον ἀκούσιον καὶ τυχαίαν καὶ οὐκ ἐξεπίτηδες γεγονέναι τὴν ἀπάντησιν.
もし死刑執行のために連行されていく者に、彼女たちが偶然出会うようなことがあれば、その者は処刑されない。 ただし、その出会が意図しない偶然のものであり、故意に起こったのではないことを、処女が誓わなければならない。
ὁ δὲ ὑπελθὼν κομιζομένων ὑπὸ τὸ φορεῖον ἀποθνήσκει.
しかし、彼女たちが輿に乗って運ばれている時に、その下を通り抜けた者は死刑に処される。
§10.4κόλασις δὲ τῶν μὲν ἄλλων ἁμαρτημάτων πληγαὶ ταῖς παρθένοις ἰς, τοῦ μεγίστου Ποντίφικος κολάζοντος ἔστιν ὅτε καὶ γυμνὴν τὴν πλημμελήσασαν, ὀθόνης ἐν παλινσκίῳ παρατεινομένης·
他の過ちに対する処罰は、処女たちへの鞭打ちであり、最高神官が、時には過ちを犯した者を裸にして処罰するが、その際には暗がりのなかで幕が張られる。
ἡ δὲ τὴν παρθενίαν καταισχύνασα ζῶσα κατορύττεται παρὰ τὴν Κολλίνην λεγομένην πύλην ἐν ᾗ τις ἔστιν ἐντὸς τῆς πόλεως ὀφρὺς γεώδης παρατείνουσα πόρρω·
しかし、処女性を汚した者は、コッリナと呼ばれる門の傍らで生きたまま埋められる。 そこには、市壁の内側に、遠くまで伸びる土の土手がある。
§10.5καλεῖται δὲ χῶμα διαλέκτῳ τῇ Λατίνων, ἐνταῦθα κατασκευάζεται κατάγειος οἶκος οὐ μέγας, ἔχων ἄνωθεν κατάβασιν.
これはラテン人の言葉で「コーマ(土塁)」と呼ばれている。 そこに、上部に入り口のある、大きくない地下室が作られる。
κεῖται δὲ ἐν αὐτῷ κλίνη τε ὑπεστρωμένη καὶ λύχνος καιόμενος, ἀπαρχαί τε τῶν πρὸς τὸ ζῆν ἀναγκαίων βραχεῖαί τινες, οἷον ἄρτος, ὕδωρ ἐν ἀγγείῳ, γάλα, ἔλαιον, ὥσπερ ἀφοσιουμένων τὸ μὴ λιμῷ διαφθείρειν σῶμα ταῖς μεγίσταις καθιερωμένον ἁγιστείαις.
その中には、敷物を敷いた寝台、ともされた灯火、そして、パン、器に入った水、牛乳、油など、生命の維持に必要なもののわずかな初穂が置かれている。 それはあたかも、最も偉大な神聖な儀礼に奉献された身体を、飢えによって滅ぼすことの不敬を避けるかのようである。
§10.6αὐτὴν δὲ τὴν κολαζομένην εἰς φορεῖον ἐνθέμενοι καὶ καταστεγάσαντες ἔξωθεν καὶ καταλαβόντες ἱμᾶσιν, ὡς μηδὲ φωνὴν ἐξάκουστον γενέσθαι, κομίζουσι διʼ ἀγορᾶς, ἐξίστανται δὲ πάντες σιωπῇ καὶ παραπέμπουσιν ἄφθογγοι μετά τινος δεινῆς κατηφείας οὐδὲ ἔστιν ἕτερον θέαμα φρικτότερον, οὐδʼ ἡμέραν ἡ πόλις ἄλλην ἄγει στυγνοτέραν ἐκείνης.
そして、処罰される女性本人を輿に乗せ、外側から覆い、革紐で縛り、声さえも聞こえないようにして、広場を通って運ぶ。 人々はみな静黙して道を譲り、恐ろしい落胆とともに言葉もなく見送る。 これより恐ろしい光景はなく、都市がこれより陰鬱に過ごす日はない。
§10.7ὅταν δὲ πρὸς τὸν τόπον κομισθῇ τὸ φορεῖον, οἱ μὲν ὑπηρέται τοὺς δεσμοὺς ἐξέλυσαν, ὁ δὲ τῶν ἱερέων ἔξαρχος εὐχάς τινας ἀπορρήτους ποιησάμενος καὶ χεῖρας ἀνατείνας θεοῖς πρὸ τῆς ἀνάγκης, ἐξάγει συγκεκαλυμμένην καὶ καθίστησιν ἐπὶ κλίμακος εἰς τὸ οἴκημα κάτω φερούσης.
輿がその場所に運ばれると、役人たちは縛り目を解く。 神官たちの長は、避けられぬ運命を前にして、いくつかの秘密の祈りを捧げ、神々に両手を差し伸べたのち、ベールを被せられた彼女を連れ出し、地下の部屋へと下りる梯子の上に立たせる。
εἶτα αὐτὸς μὲν ἀποτρέπεται μετὰ τῶν ἄλλων ἱερέων τῆς δὲ καταβάσης ἥ τε κλίμαξ ἀναιρεῖται καὶ κατακρύπτεται τὸ οἴκημα γῆς πολλῆς ἄνωθεν ἐπιφορουμένης, ὥστε ἰσόπεδον τῷ λοιπῷ χώματι γενέσθαι τὸν τόπον, οὕτω μὲν αἱ προέμεναι τὴν ἱερὰν παρθενίαν κολάζονται.
それから、彼自身は他の神官たちとともに背を向け、彼女が下りた後に梯子は取り外され、上から大量の土が投げ入れられてその部屋は覆い隠され、その場所は他の土塁と同じ平らさになる。 このようにして、聖なる処女性を失った者たちは処罰されるのである。

語釈・文法注

  1. §10.2ἀπαλλαγείσῃ — 与格分詞 ἀπαλλαγείσῃ は先行する τῇ βουλομένῃ(「望む者」)に呼応し、神事から解放された状態で、という条件または付随状況を表す。
  2. §10.3ζῶντος ... πατρὸς — 名詞 πατρός と現在分詞 ζῶντος は属格絶対(genitive absolute)を形成し、「父親が生きていながらも(生存中であっても)」という譲歩的な状況を表す。
  3. §10.3διαγούσας — 対格分詞 διαγούσας は、不定詞 πράττειν の意味上の主語が対格であることを示しており、文脈上、ウェスタの処女たち(暗黙の対格主体)に一致している。
  4. §10.5ἀφοσιουμένων — 接続詞 ὥσπερ を伴う ἀφοσιουμένων は、行為の主体(埋葬を行う者たち、あるいは一般的な世間の人々)が省略された属格絶対であり、「不敬な罪の汚れを免れようとするかのように」という意図を表す。

この箇所を引用する

プルタルコス, ヌマ伝 §10.1-10.7. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0007.tlg005.humanitext-grc2:10.1-10.7

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。