§1.1ἃ μὲν οὖν ἄξια μνήμης πυθέσθαι περὶ Ῥωμύλου καὶ Θησέως συμβέβηκεν ἡμῖν, ταῦτʼ ἐστί.
これらが、ロムルスとテセウスについて私たちが知るに至った記憶に値することのすべてである。
φαίνεται δὲ πρῶτον ὁ μὲν ἐκ προαιρέσεως, οὐδενὸς ἀναγκάζοντος, ἀλλʼ ἐξὸν ἀδεῶς ἐν Τροιζῆνι βασιλεύειν διαδεξάμενον ἀρχὴν οὐκ ἄδοξον, αὐτὸς ἀφʼ ἑαυτοῦ μεγάλων ὀρεχθείς· ὁ δὲ δουλείας φυγῇ παρούσης καὶ τιμωρίας ἐπιφερομένης, ἐκεῖνο τὸ τοῦ Πλάτωνος, ἀτεχνῶς ὑπὸ δέους ἀνδρεῖος γενόμενος, καὶ φόβῳ τοῦ τὰ ἔσχατα παθεῖν ἐπὶ τὸ δρᾶν μεγάλα διʼ ἀνάγκην παραγενόμενος.
まず、前者は自らの選択から、誰に強制されることもなく、それどころか、トロイゼンにおいて名誉ある支配権を相続して何不自由なく王として君臨することができたにもかかわらず、自ら進んで偉大なことを切望したように見え、後者は奴れい状態からの逃亡が眼前にあり、刑罰が科されようとしていたため、あのプラトンの言葉のように、まさに恐れから勇敢になり、最悪の目に遭うことへの恐怖のために、やむを得ず偉大な事績を成し遂げるに至ったのである。
§1.2ἔπειτα τούτου μὲν ἔργον ἐστὶ τὸ μέγιστον ἀνελεῖν ἕνα τὸν Ἄλβης τύραννον, ἐκείνου δὲ πάρεργα καὶ προάγωνες ἦσαν ὁ Σκείρων, ὁ Σίνις, ὁ Προκρούστης, ὁ Κορυνήτης, οὓς ἀναιρῶν καὶ κολάζων ἀπήλαττε τὴν Ἑλλάδα δεινῶν τυράννων πρὶν ὅστις ἐστὶ γινώσκειν τοὺς ὑπʼ αὐτοῦ σῳζομένους, καὶ τῷ μὲν παρῆν ἀπραγμόνως κομίζεσθαι διὰ θαλάττης ἀδικουμένῳ μηδὲν ὑπὸ τῶν λῃστῶν, Ῥωμύλῳ δʼ οὐ παρῆν μὴ πράγματα ἔχειν Ἀμουλίου ζῶντος.
次に、後者(ロムルス)にとっての最大の功績はアルバの僭主一人を倒したことであるが、前者(テセウス)にとっては、スケイロン、シニス、プロクルステス、コリュネテスなどは単なる副次的功績や前哨戦にすぎず、彼らを退治し懲らしめることで、自らに救われる人々が彼が何者であるかを知るより前に、ギリシアを恐るべき暴虐な者たちから解放したのである。 また、前者にとっては、海路を行けば海賊から何ら害を受けることもなく、平穏に旅をすることができたのに対し、ロムルスにとっては、アムリウスが生きている限り、厄介事から免れることはできなかった。
§1.3μέγα δὲ τούτου τεκμήριον ὁ μὲν γὰρ οὐδὲν αὐτὸς ἀδικούμενος ὥρμησεν ὑπὲρ ἄλλων ἐπὶ τοὺς πονηρούς, οἱ δʼ ὅσον αὐτοὶ κακῶς οὐκ ἔπασχον ὑπὸ τοῦ τυράννου, περιεώρων ἀδικοῦντα πάντας.
このことは大きな証拠となる。 なぜなら、一方は自らはいかなる不義も受けていなかったのに、他者のために悪党どもに立ち向かったのに対し、他方は、自分たちが僭主から害を被らないうちは、彼が万人に対して不正を働くのを傍観していたからである。
καὶ μὴν εἰ μέγα τὸ τρωθῆναι μαχόμενον Σαβίνοις καὶ ἀνελεῖν Ἄκρωνα καὶ πολλῶν μάχῃ κρατῆσαι πολεμίων, τούτοις μὲν ἔστι τοῖς ἔργοις κενταυρομαχίαν καὶ τὰ πρὸς Ἀμαζόνας παραβαλεῖν·
さらに、サビニー人と戦って傷を負ったことや、アクロンを討ち取ったこと、そして多くの敵を戦闘において圧倒したことが偉大であるとしても、これらの功績には、ケンタウロスとの戦いやアマゾンに対する戦いを並べることができよう。
§1.4ὃ δʼ ἐτόλμησε Θησεὺς περὶ τὸν Κρητικὸν δασμόν, εἴτε τινὶ θηρίῳ βοράν, εἴτε πρόσφαγμα τοῖς Ἀνδρόγεω τάφοις, εἴθʼ, ὃ κουφότατόν ἐστὶ τῶν λεγομένων, λατρεύειν παρʼ ἀνδράσιν ὑβρισταῖς καὶ δυσμενέσιν ἀκλεῆ λατρείαν καὶ ἄτιμον ἐπιδοὺς ἑαυτόν, ἑκουσίως μετὰ παρθένων πλεύσας καὶ παίδων νέων, οὐκ ἂν εἴποι τις ἡλίκης ἐστὶ τόλμης ἢ μεγαλοφροσύνης ἢ δικαιοσύνης περὶ τὸ κοινὸν ἢ πόθου δόξης καὶ ἀρετῆς.
しかし、クレタへの貢ぎ物に関してテセウスが敢行したこと――ある野獣の餌食となるためであれ、アンドロゲオスの墓への捧げ物となるためであれ、あるいは(諸説のうち最も軽いものだが)不遜で敵対的な男たちのもとで、不名誉で卑しむべき隷属に服するために自らを差し出したのであれ、乙女たちや若者たちとともに自ら進んで船出したこと――は、どれほど大きな大胆さ、あるいは度量の大きさ、あるいは公共に対する正義、あるいは名声と徳への渇望であるか、言葉に尽くせるものではない。
§1.5ὥστʼ ἔμοιγε φαίνεται μὴ κακῶς ὁρίζεσθαι τοὺς φιλοσόφους τὸν ἔρωτα θεῶν ὑπηρεσίαν πρὸς ἐπιμέλειαν καὶ σωτηρίαν νέων.
それゆえ私には、哲学者たちが愛(エロース)とは若者の庇護と救済のための神々への奉仕であると定義しているのは、的を外していないように思われる。
ὁ γὰρ Ἀριάδνης ἔρως παντὸς μᾶλλον ἔοικεν ἔργον θεοῦ καὶ μηχανὴ γενέσθαι σωτηρίας ἕνεκα τοῦ ἀνδρός, καὶ οὐκ ἄξιον αἰτιᾶσθαι τὴν ἐρασθεῖσαν, ἀλλὰ θαυμάζειν εἰ μὴ πάντες οὕτω καὶ πᾶσαι διετέθησαν·
というのも、アリアドネの愛は、何にもましてその男の救済のために巡らされた神の業であり計略であったように思われるからである。 したがって、恋に落ちた彼女を非難するのは当をえず、むしろ、すべての男も女も同様の心境にならなかったことの方を不思議に思うべきである。
εἰ δʼ ἐκείνη μόνη τοῦτʼ ἔπαθεν, εἰκότως ἔγωγε φαίην ἂν αὐτὴν ἀξιέραστον θεῷ γεγονέναι, φιλόκαλον καὶ φιλάγαθον καὶ τῶν ἀρίστων ἐρωτικὴν οὖσαν.
そして、もし彼女一人がこの情熱を経験したのだとすれば、美を愛し、善を愛し、最も優れた人々を恋い慕う者として、彼女は神に愛されるにふさわしい存在となったのだと、私は当然ながら主張するであろう。