§1.1ἃ μὲν οὖν ἄξια μνήμης πυθέσθαι περὶ Ῥωμύλου καὶ Θησέως συμβέβηκεν ἡμῖν, ταῦτʼ ἐστί.
那么,我们所获悉的关于罗慕路斯与忒修斯的值得纪念的事迹,就是这些了。
φαίνεται δὲ πρῶτον ὁ μὲν ἐκ προαιρέσεως, οὐδενὸς ἀναγκάζοντος, ἀλλʼ ἐξὸν ἀδεῶς ἐν Τροιζῆνι βασιλεύειν διαδεξάμενον ἀρχὴν οὐκ ἄδοξον, αὐτὸς ἀφʼ ἑαυτοῦ μεγάλων ὀρεχθείς· ὁ δὲ δουλείας φυγῇ παρούσης καὶ τιμωρίας ἐπιφερομένης, ἐκεῖνο τὸ τοῦ Πλάτωνος, ἀτεχνῶς ὑπὸ δέους ἀνδρεῖος γενόμενος, καὶ φόβῳ τοῦ τὰ ἔσχατα παθεῖν ἐπὶ τὸ δρᾶν μεγάλα διʼ ἀνάγκην παραγενόμενος.
首先显而易见的是,前者是出于自主的选择,在无人强迫的情况下,虽然他本可以无忧无虑地在特罗曾统治承袭自先辈的、并非默默无名的王权,却全凭自身渴望着伟大的功业;而后者则是由于摆脱奴役的机会在即,且惩罚迫在眉睫,正如柏拉图所说的那样,完全是因为害怕才变得勇敢,并由于对遭受最惨痛结局的恐惧,在迫不得已之下才去成就伟大的事业。
§1.2ἔπειτα τούτου μὲν ἔργον ἐστὶ τὸ μέγιστον ἀνελεῖν ἕνα τὸν Ἄλβης τύραννον, ἐκείνου δὲ πάρεργα καὶ προάγωνες ἦσαν ὁ Σκείρων, ὁ Σίνις, ὁ Προκρούστης, ὁ Κορυνήτης, οὓς ἀναιρῶν καὶ κολάζων ἀπήλαττε τὴν Ἑλλάδα δεινῶν τυράννων πρὶν ὅστις ἐστὶ γινώσκειν τοὺς ὑπʼ αὐτοῦ σῳζομένους, καὶ τῷ μὲν παρῆν ἀπραγμόνως κομίζεσθαι διὰ θαλάττης ἀδικουμένῳ μηδὲν ὑπὸ τῶν λῃστῶν, Ῥωμύλῳ δʼ οὐ παρῆν μὴ πράγματα ἔχειν Ἀμουλίου ζῶντος.
其次,后者的最大功绩仅是消灭了一个阿尔巴的僭主,而前者的副产品和前哨战则是斯凯隆、西尼斯、普罗克鲁斯忒斯和考律涅忒斯,忒修斯通过消灭并惩罚他们,在被他所救的人们还不知道他是谁之前,就已经让希腊免受这些可怕僭主的侵害。 此外,前者可以在海上平安旅行,免受海盗的任何侵害,而对罗慕路斯而言,只要阿穆利乌斯还活着,他就无法避免麻烦。
§1.3μέγα δὲ τούτου τεκμήριον ὁ μὲν γὰρ οὐδὲν αὐτὸς ἀδικούμενος ὥρμησεν ὑπὲρ ἄλλων ἐπὶ τοὺς πονηρούς, οἱ δʼ ὅσον αὐτοὶ κακῶς οὐκ ἔπασχον ὑπὸ τοῦ τυράννου, περιεώρων ἀδικοῦντα πάντας.
这是对此的一个巨大证明:因为前者在自己未受任何侵害的情况下,为了他人而向恶人发起挑战;而后者只要自己没有受到僭主的直接迫害,就对僭主侵害所有人的行为坐视不管。
καὶ μὴν εἰ μέγα τὸ τρωθῆναι μαχόμενον Σαβίνοις καὶ ἀνελεῖν Ἄκρωνα καὶ πολλῶν μάχῃ κρατῆσαι πολεμίων, τούτοις μὲν ἔστι τοῖς ἔργοις κενταυρομαχίαν καὶ τὰ πρὸς Ἀμαζόνας παραβαλεῖν· §1.4ὃ δʼ ἐτόλμησε Θησεὺς περὶ τὸν Κρητικὸν δασμόν, εἴτε τινὶ θηρίῳ βοράν, εἴτε πρόσφαγμα τοῖς Ἀνδρόγεω τάφοις, εἴθʼ, ὃ κουφότατόν ἐστὶ τῶν λεγομένων, λατρεύειν παρʼ ἀνδράσιν ὑβρισταῖς καὶ δυσμενέσιν ἀκλεῆ λατρείαν καὶ ἄτιμον ἐπιδοὺς ἑαυτόν, ἑκουσίως μετὰ παρθένων πλεύσας καὶ παίδων νέων, οὐκ ἂν εἴποι τις ἡλίκης ἐστὶ τόλμης ἢ μεγαλοφροσύνης ἢ δικαιοσύνης περὶ τὸ κοινὸν ἢ πόθου δόξης καὶ ἀρετῆς.
再者,如果在与萨宾人的战斗中受伤、击杀阿克隆并在战场上击败众多敌人是伟大的功绩,那么这些功绩也只能与半人马之战和对抗亚马逊人的战役相提并论;至于忒修斯针对克里特贡赋所展现的勇气——无论是作为某种野兽的饲料,还是作为安德洛革俄斯墓前的祭品,抑或是(如传说中最温和的说法)将自己交付给傲慢且敌对的男子,承受无名且屈辱的役使,他自愿与少女和青年们一同启航——人们简直无法用语言来形容这是何等巨大的勇气、宽宏、对公共利益的正义,或是对名望与美德的渴望。
§1.5ὥστʼ ἔμοιγε φαίνεται μὴ κακῶς ὁρίζεσθαι τοὺς φιλοσόφους τὸν ἔρωτα θεῶν ὑπηρεσίαν πρὸς ἐπιμέλειαν καὶ σωτηρίαν νέων.
因此,在我看来,哲学家们将爱定义为神明为了青年人的关怀与拯救而进行的侍奉,这并不是没有道理的。
ὁ γὰρ Ἀριάδνης ἔρως παντὸς μᾶλλον ἔοικεν ἔργον θεοῦ καὶ μηχανὴ γενέσθαι σωτηρίας ἕνεκα τοῦ ἀνδρός, καὶ οὐκ ἄξιον αἰτιᾶσθαι τὴν ἐρασθεῖσαν, ἀλλὰ θαυμάζειν εἰ μὴ πάντες οὕτω καὶ πᾶσαι διετέθησαν· εἰ δʼ ἐκείνη μόνη τοῦτʼ ἔπαθεν, εἰκότως ἔγωγε φαίην ἂν αὐτὴν ἀξιέραστον θεῷ γεγονέναι, φιλόκαλον καὶ φιλάγαθον καὶ τῶν ἀρίστων ἐρωτικὴν οὖσαν.
因为阿里阿德涅的爱,比起其他任何事情,更像是神明的作为以及为了拯救那个男人而设下的计策。 我们不应该指责陷入爱河的她,反而应该奇怪为什么并非所有的男女都产生同样的心意;如果只有她一个人经历了这件事,那么我完全可以合理地认为,她因热爱美、热爱善且倾慕最优秀的人,而成为了配受神明喜爱的人。