§325κρείσσων γὰρ οὔτις χρημάτων πέφυκ’ ἀνήρ,
πλὴν εἴ τις·
お金より強い男など生まれつき一人もいない、もし誰かいるなら別だが。
ὅστις δ’ οὗτός ἐστιν οὐχ ὁρῶ.
しかしそれが誰であるか、私には見えない。
§326ἀρ’ οἶσθ’ ὁθούνεχ’ οἱ μὲν εὐγενεῖς βροτῶν
πένητες ὄντες οὐδὲν ἀλφάνουσ’ ἔτι,
οἳ δ’ οὐδὲν ἦσαν πρόσθεν, ὄλβιοι δὲ νῦν,
δόξαν φέρονται τοῦ νομίσματος χάριν
καὶ συμπλέκοντες σπέρμα καὶ γάμους τέκνων;
お前は知っているか、凡人のうちで高貴な者たちが、貧しければもはや何の価値も持たず、かつては何者でもなかったが今は富んでいる者たちが、財産のゆえに名声を得て、血統と子供たちの結婚を綯い交ぜにしているのを。
δοῦναι δὲ πᾶς τις μᾶλλον ὀλβίῳ κακῷ
πρόθυμός ἐστιν ἢ πένητι κἀγαθῷ.
誰もが、貧しく優れた男よりも、富んだ悪しき男に(娘を)与えることを望むのだ。
κακὸς δ’ ὁ μὴ ἔχων, οἱ δ’ ἔχοντες ὄλβιοι.
持たざる者は悪者であり、持つ者たちは富んでいるのだ。
§327φιλοῦσι γάρ τοι τῶν μὲν ὀλβίων βροτοὶ
σοφοὺς τίθεσθαι τοὺς λόγους, ὅταν δέ τις
λειτῶν ἀπ’ οἴκων εὖ λέγῃ πένης ἀνήρ,
γελᾶν·
実のところ人々は、富める者たちの言葉を賢いとみなすのを好むが、簡素な家から出た貧しい男が立派に語るときには、あざ笑うものだ。
ἐγὼ δὲ πολλάκις σοφωτέρους
πένητας ἄνδρας εἰσορῶ τῶν πλουσίων
καὶ 〈τοὺς〉 θεοῖσι μικρὰ θύοντας τέλη
τῶν βουθυτούντων ὄντας εὐσεβεστέρους.
しかし私はしばしば、貧しい人々の方が富める人々よりも賢く、神々にわずかな供え物を捧げる人々の方が、牛を屠って犠牲にする人々よりも敬虔であるのを目にする。
§328ὅστις δόμους μὲν ἥδεται πληρουμένους,
γαστρὸς δ’ ἀφαιρῶν σῶμα δύστηνος κακοῖ,
τοῦτον νομίζω κἂν θεῶν συλᾶν βρέτη
τοῖς φιλτάτοις τε πολέμιον πεφυκέναι.
我が家が満たされるのを喜びながら、胃袋から(食べ物を)削って自らの身体を虐げる惨めな者、このような者は神々の神像を掠奪することさえ厭わず、最も愛する者たちにとっても生まれつき敵であると、私は考える。
§329φεῦ, τοῖσι γενναίοισιν ὡς ἁπανταχοῦ
πρέπει χαρακτὴρ χρηστὸς εἰς εὐψυχίαν.
ああ、気高い人々にとって、優れた魂を示す気品ある特徴が、いかにいたるところで際立っていることか。
§330ἐς ταὐτὸν ἥκειν φημὶ ταῖς βροτῶν τύχαις
τόνδ’ ὃν καλοῦσιν αἰθέρ’, ᾧ τάδ’ ἔστι δή.
私は、人々がアイテールと呼ぶこのものが、凡人の運命と同じところに帰着すると言う。
οὗτος θέρους τε λαμπρὸν ἐκπέμπει σέλας,
χειμῶνά τ’ αὔξει συντιθεὶς πυκνὸν νέφος,
θάλλειν τε καὶ μή, ζῆν τε καὶ φθίνειν ποεῖ·
実際、万物はこれに属しているのだ。 これは夏には輝かしい光を放ち、冬には厚い雲を重ねて寒さを募らせ、繁栄させもすれば衰えさせも、生きさせもすれば枯れさせもする。
οὕτω δὲ θνητῶν σπέρμα τῶν μὲν εὐτυχεῖ
λαμπρᾷ γαλήνῃ, τῶν δὲ συννέφει πάλιν,
ζῶσίν τε σὺν κακοῖσιν, οἳ δ’ ὄλβου μέτα
φθίνουσ’ ἐτείοις προσφερεῖς μεταλλαγαῖς.
それと同じように、死すべき人間の種も、ある者たちは輝かしい静けさの中で栄え、ある者たちには再び暗雲が垂れ込め、災いの中で生きる者もあれば、富のさなかに没落する者もある。 年々の季節の移り変わりに似た変化の中で。
§331φίλος γὰρ ἦν μοι, καί μ’ ἔρως ἕλοι ποτὲ
οὐκ εἰς τὸ μῶρον οὐδέ μ’ εἰς Κύπριν τρέπων.
彼は私の友人であった。 私を愛が捉えるとしても、それは愚行へと向かわせるものではなく、キプリス(肉欲)へと私を向かわせるものでもない。
§332δοκεῖς τὸν Ἅιδην σῶν τι φροντίζειν γόων
καὶ παῖδ’ ἀνήσειν τὸν σόν, εἰ θέλοις στένειν;
お前は、ハデスがお前の嘆きを気遣い、お前が泣き叫びたいと望めばお前の子供を帰してくれると思うか。
παῦσαι·
やめなさい。
βλέπουσα δ’ εἰς τὰ τῶν πέλας κακὰ
ῥᾴων γένοι’ ἄν, εἰ λογίζεσθαι θέλοις
ὅσοι τε δεσμοῖς ἐκμεμόχθηνται βροτῶν
ὅσοι τε γηράσκουσιν ὀρφανοὶ τέκνων,
τοὺς δ’ ἐκ μέγιστον ὀλβίας τυραννίδος
τὸ μηδὲν ὄντας·
隣人たちの災いに目を向ければ、お前は心が軽くなるだろう、もしお前が以下のことを考えようとするなら。 凡人のうち、いかに多くの者が鎖につながれて苦しみ抜いているか、いかに多くの者が子供に先立たれて孤独に老いていくか、またある者たちは極めて富み栄えた僭主の地位から無へと転落したかを。
ταῦτά σε σκοπεῖν χρεών.
お前はこれらを見つめるべきなのだ。
§333φεῦ φεῦ, παλαιὸς αἶνος ὡς καλῶς ἔχει·
ああ、古い格言はなんと的を得ていることか。
οὐκ ἂν γένοιτο χρηστὸς ἐκ κακοῦ πατρός.
悪しき父親から優れた子供が生まれることはないのだ。
§334πολλοῖς παρέστην κἀφθόνησα δὴ βροτῶν
ὅστις κακοῖσιν ἐσθλὸς ὢν ὅμοιος ᾖ,
λόγων ματαίων εἰς ἅμιλλαν ἐξιών.
私は多くの凡人のそばに立ち、優れた者でありながら無益な言葉の論争に加わって、悪しき者たちと同等になっている者を実に妬ましく思った。
τὸ δ’ ἦν ἄρ’ οὐκ ἀκουστὸν οὐδ’ ἀνασχετόν,
σιγᾶν κλύοντα δεινὰ πρὸς κακιόνων.
劣った者たちからひどい言葉を聞かされながら沈黙していることは、耳を貸すことも耐えることもできないことなのだ。
§335τυραννικόν τοι πόλλ’ ἐπίστασθαι λέγειν.
多くを語る術を心得ていることは、僭主らしいことだ。
§336εἰς δ’ εὐγένειαν ὀλίγ’ ἔχω φράσαι καλά·
家柄の良さについて、私が語るべき称賛の言葉はわずかしかない。
ὁ μὲν γὰρ ἐσθλὸς εὐγενὴς ἔμοιγ’ ἀνήρ,
ὁ δ’ οὐ δίκαιος κἂν ἀμείνονος πατρὸς
Ζηνὸς πεφύκῃ, δυσγενὴς εἶναι δοκεῖ.
なぜなら、私にとっては優れた男こそが高貴なのであり、正しくない者は、たとえゼウスより優れた父親から生まれていようとも、卑しい生まれであると思われるからだ。
§337μὴ νεῖκος, ὦ γεραιέ, κοιράνοις τίθου·
老人よ、支配者たちと争いを起こしてはならぬ。
σέβειν δὲ τοὺς κρατοῦντας ἀρχαῖος νόμος.
支配する人々を敬うことは、古くからの習わしなのだ。
§338ὄντων δὲ παίδων καὶ πεφυκότος γένους
καινοὺς φυτεῦσαι παῖδας ἐν δόμοις θέλεις,
ἔχθραν μεγίστην σοῖσι συμβάλλων τέκνοις.
すでに子供たちがいて一族が生まれているというのに、お前は我が家に新しい子供たちをもうけようと望み、自分の子供たちに最大の敵意をもたらそうとしている。
§339πατέρα τε παισὶν ἡδέως συνεκφέρειν
φίλους ἔρωτας ἐκβαλόντ’ αὐθαδίαν,
παῖδάς τε πατρί·
父親は頑固さを捨てて、子供たちの愛する情熱を喜んで共に支えるべきであり、子供たちも父親に対してそうあるべきだ。
καὶ γὰρ οὐκ αὐθαίρετοι
βροτοῖς ἔρωτες οὐδ’ ἑκουσία νόσος.
なぜなら、人間にとって愛は自分で選んだものではなく、自発的な病でもないからだ。
σκαιόν τι δὴ τὸ χρῆμα γίγνεσθαι φιλεῖ,
θεῶν ἀνάγκας ὅστις ἰᾶσθαι θέλει.
神々がもたらす必然を癒やそうと望む者は、実に愚かな者となるのが常なのだ。
§340Κύπρις γὰρ οὐδὲν νουθετουμένη χαλᾷ,
ἤν τ’ αὗ βιάζῃ, μᾶλλον ἐντείνειν φιλεῖ,
κἄπειτα τίκτει πόλεμον·
というのも、キプリスは諭されても決して和らぐことはなく、無理に抑え込もうとすれば、ますます激しくなるのが常であり、やがて争いを生み出すからだ。
εἰς δ’ ἀνάστασιν
δόμων περαίνει πολλάκις τὰ τοιάδε.
そして、このようなことはしばしば家の破滅へと行き着く。
§341μή μοί ποτ’ εἴη χρημάτων νικωμένῳ
κακῷ γενέσθαι, μηδ’ ὁμιλοίην κακοῖς.
富に負かされて悪人となるようなことが私に決してありませんように。 また、悪しき者たちと交わることがありませんように。
§342. . τί μ’ ἄρτι πημάτων λελησμένην
ὀρθοῖς;
なぜ、たった今災いを忘れていた私を、お前は呼び起こすのか。
§343θάρσει·
安心せよ。
τό τοι δίκαιον ἰσχύει μέγα.
正義には実に大きな力がある。
§344νέος, πόνοις δέ γ’ οὐκ ἀγύμναστος φρένας.
若いが、苦難によって心を鍛えられていないわけではない。
§345ἐγὼ νομίζω πατρὶ φίλτατον τέκνα
παισίν τε τοὺς τεκόντας, οὐδὲ συμμάχους
ἄλλους γενέσθαι φήμ’ ἂν ἐνδικωτέρους.
私は、父親にとって最も愛しいのは子供たちであり、子供たちにとって最も愛しいのは自分を生んだ親たちであると考える。 また、これ以上に正当な味方は他にはあり得ないと言う。
§346εἷς γάρ τις ἔστι κοινὸς ἀνθρώποις νόμος
καὶ θεοῖσι τοῦτο δόξαν, ὡς σαφῶς λέγω,
θηρσίν τε πᾶσι, τέκνα τίκτουσιν φιλεῖν·
というのも、人間にとっても、神々においてそのように定められており(私がはっきり言う通りに)、またすべての獣にとっても、一つの共通の法があるからだ。 それは、子を産む者がその子を愛することだ。
τὰ δ’ ἄλλα χωρὶς χρώμεθ’ ἀλλήλων νόμοις.
それ以外の点においては、私たちは互いに異なる慣習を用いている。