Humanitext Reader

欧里庇得斯 · 残篇 §325-346

对财富高贵的批判与贫寒贤士的价值

第 10 段,共 35 段 · 希腊语

内容简介

探讨财富与高贵的关系、贫穷贤者的价值、以太与凡人命运的不确定性、爱欲的不可抗拒以及家庭成员之间深厚纽带的一组诗片。

§325κρείσσων γὰρ οὔτις χρημάτων πέφυκ’ ἀνήρ, πλὴν εἴ τις· ὅστις δ’ οὗτός ἐστιν οὐχ ὁρῶ.
因为没有一个男人天生比金钱更强大,除非有谁是例外;但这个人是谁,我却看不出来。
§326ἀρ’ οἶσθ’ ὁθούνεχ’ οἱ μὲν εὐγενεῖς βροτῶν πένητες ὄντες οὐδὲν ἀλφάνουσ’ ἔτι, οἳ δ’ οὐδὲν ἦσαν πρόσθεν, ὄλβιοι δὲ νῦν, δόξαν φέρονται τοῦ νομίσματος χάριν καὶ συμπλέκοντες σπέρμα καὶ γάμους τέκνων;
你可晓得,凡人中高贵之人若贫穷便再无价值,而先前微不足道如今却富有的人,因钱财之故赢得了名望,并将血统与儿女的姻盟交织在一起?
δοῦναι δὲ πᾶς τις μᾶλλον ὀλβίῳ κακῷ πρόθυμός ἐστιν ἢ πένητι κἀγαθῷ.
每个人都更愿意把女儿嫁给富有的恶人,而非贫穷的贤人。
κακὸς δ’ ὁ μὴ ἔχων, οἱ δ’ ἔχοντες ὄλβιοι.
没有财产的人便是卑贱的,而拥有财产的人则是富贵的。
§327φιλοῦσι γάρ τοι τῶν μὲν ὀλβίων βροτοὶ σοφοὺς τίθεσθαι τοὺς λόγους, ὅταν δέ τις λειτῶν ἀπ’ οἴκων εὖ λέγῃ πένης ἀνήρ, γελᾶν·
确实,人们总是乐于把富人的言语视为睿智,但当一个来自简陋之家的穷人说得切中理时,他们却会嘲笑。
ἐγὼ δὲ πολλάκις σοφωτέρους πένητας ἄνδρας εἰσορῶ τῶν πλουσίων καὶ 〈τοὺς〉 θεοῖσι μικρὰ θύοντας τέλη τῶν βουθυτούντων ὄντας εὐσεβεστέρους.
然而我经常看到,穷人比富人更聪明,而向神明献上微薄祭品的人,比那些宰牛献祭的人更为虔诚。
§328ὅστις δόμους μὲν ἥδεται πληρουμένους, γαστρὸς δ’ ἀφαιρῶν σῶμα δύστηνος κακοῖ, τοῦτον νομίζω κἂν θεῶν συλᾶν βρέτη τοῖς φιλτάτοις τε πολέμιον πεφυκέναι.
有人因家中堆满财宝而高兴,却克扣自己的胃腹、折磨自己的身体,这个可怜的人,我认为他甚至会去抢劫神像,且天生就是他最亲近之人的敌人。
§329φεῦ, τοῖσι γενναίοισιν ὡς ἁπανταχοῦ πρέπει χαρακτὴρ χρηστὸς εἰς εὐψυχίαν.
唉,高贵之人身上展现出高尚灵魂的优美特征,在任何地方都是多么地相称啊。
§330ἐς ταὐτὸν ἥκειν φημὶ ταῖς βροτῶν τύχαις τόνδ’ ὃν καλοῦσιν αἰθέρ’, ᾧ τάδ’ ἔστι δή.
我认为,人们所称的这以太(万物皆属于它),其运行规律与凡人的命运完全相同。
οὗτος θέρους τε λαμπρὸν ἐκπέμπει σέλας, χειμῶνά τ’ αὔξει συντιθεὶς πυκνὸν νέφος, θάλλειν τε καὶ μή, ζῆν τε καὶ φθίνειν ποεῖ·
它在夏天发出灿烂的光芒,在冬天积聚浓云以加剧寒冬,使万物繁茂或枯萎、生存或消逝。
οὕτω δὲ θνητῶν σπέρμα τῶν μὲν εὐτυχεῖ λαμπρᾷ γαλήνῃ, τῶν δὲ συννέφει πάλιν, ζῶσίν τε σὺν κακοῖσιν, οἳ δ’ ὄλβου μέτα φθίνουσ’ ἐτείοις προσφερεῖς μεταλλαγαῖς.
同样地,凡人的子孙也是如此:有人在晴朗宁静中享有好运,有人却再次乌云密布,有人伴着灾祸生活,有人在财富中衰亡,如同一年四季的交替。
§331φίλος γὰρ ἦν μοι, καί μ’ ἔρως ἕλοι ποτὲ οὐκ εἰς τὸ μῶρον οὐδέ μ’ εἰς Κύπριν τρέπων.
因为他是我的朋友,即便爱欲有朝一日抓住我,也绝不是将我引向愚妄,亦非将我引向阿佛洛狄忒。
§332δοκεῖς τὸν Ἅιδην σῶν τι φροντίζειν γόων καὶ παῖδ’ ἀνήσειν τὸν σόν, εἰ θέλοις στένειν;
你以为哈德斯会在乎你的哀号,只要你想哭诉,就会放回你的孩子吗?
παῦσαι·
停下来吧!
βλέπουσα δ’ εἰς τὰ τῶν πέλας κακὰ ῥᾴων γένοι’ ἄν, εἰ λογίζεσθαι θέλοις ὅσοι τε δεσμοῖς ἐκμεμόχθηνται βροτῶν ὅσοι τε γηράσκουσιν ὀρφανοὶ τέκνων, τοὺς δ’ ἐκ μέγιστον ὀλβίας τυραννίδος τὸ μηδὲν ὄντας·
如果你愿意算一算有多少凡人在锁链中备受折磨,有多少人在失去儿女的孤独中老去,还有多少人从极度富庶的僭主之位沦落为微不足道,那么,看着邻人的不幸,你的心情或许会轻松些。
ταῦτά σε σκοπεῖν χρεών.
这些才是你该审视的事。
§333φεῦ φεῦ, παλαιὸς αἶνος ὡς καλῶς ἔχει· οὐκ ἂν γένοιτο χρηστὸς ἐκ κακοῦ πατρός.
哎呀,古老的谚语说得多么好:恶父生不出贤子。
§334πολλοῖς παρέστην κἀφθόνησα δὴ βροτῶν ὅστις κακοῖσιν ἐσθλὸς ὢν ὅμοιος ᾖ, λόγων ματαίων εἰς ἅμιλλαν ἐξιών.
我曾站在许多凡人身旁,确实对这样的人感到嫉恨:他本是贤达之人,却参与虚妄的言词之争,降格到与恶人无异。
τὸ δ’ ἦν ἄρ’ οὐκ ἀκουστὸν οὐδ’ ἀνασχετόν, σιγᾶν κλύοντα δεινὰ πρὸς κακιόνων.
然而,听着比自己低下的人口出恶言却保持沉默,这实在令人既不忍闻也无法忍受。
§335τυραννικόν τοι πόλλ’ ἐπίστασθαι λέγειν.
懂得长篇大论,确实是僭主般的做派。
§336εἰς δ’ εὐγένειαν ὀλίγ’ ἔχω φράσαι καλά· ὁ μὲν γὰρ ἐσθλὸς εὐγενὴς ἔμοιγ’ ἀνήρ, ὁ δ’ οὐ δίκαιος κἂν ἀμείνονος πατρὸς Ζηνὸς πεφύκῃ, δυσγενὴς εἶναι δοκεῖ.
至于出身的高贵,我能说的赞美之词甚少;因为对我而言,贤良的人便是高贵之人,而不义的人,哪怕他生于比宙斯还伟大的父亲,在我看来也是卑贱的。
§337μὴ νεῖκος, ὦ γεραιέ, κοιράνοις τίθου· σέβειν δὲ τοὺς κρατοῦντας ἀρχαῖος νόμος.
老人家,不要与统治者争执;敬重掌权者是自古以来的法则。
§338ὄντων δὲ παίδων καὶ πεφυκότος γένους καινοὺς φυτεῦσαι παῖδας ἐν δόμοις θέλεις, ἔχθραν μεγίστην σοῖσι συμβάλλων τέκνοις.
明明已有子嗣、血脉已成,你却还想在殿堂中繁衍新的子嗣,给你的孩子们带来极大的仇恨。
§339πατέρα τε παισὶν ἡδέως συνεκφέρειν φίλους ἔρωτας ἐκβαλόντ’ αὐθαδίαν, παῖδάς τε πατρί· καὶ γὰρ οὐκ αὐθαίρετοι βροτοῖς ἔρωτες οὐδ’ ἑκουσία νόσος.
父亲应当抛弃固执,乐于与孩子们分担他们所爱的激情,孩子们对父亲也该如此;因为对凡人而言,爱恋并非自主选择,也非自愿染上的疾病。
σκαιόν τι δὴ τὸ χρῆμα γίγνεσθαι φιλεῖ, θεῶν ἀνάγκας ὅστις ἰᾶσθαι θέλει.
凡是想要医治神明之必然的人,往往会变得十分愚蠢。
§340Κύπρις γὰρ οὐδὲν νουθετουμένη χαλᾷ, ἤν τ’ αὗ βιάζῃ, μᾶλλον ἐντείνειν φιλεῖ, κἄπειτα τίκτει πόλεμον· εἰς δ’ ἀνάστασιν δόμων περαίνει πολλάκις τὰ τοιάδε.
因为阿佛洛狄忒哪怕受到规劝也绝不让步,如果你反过来强行逼迫,她往往会逼得更紧,继而引发争斗;而此类事情常常以家破人亡告终。
§341μή μοί ποτ’ εἴη χρημάτων νικωμένῳ κακῷ γενέσθαι, μηδ’ ὁμιλοίην κακοῖς.
愿我绝不因屈服于金钱而变得邪恶,也愿不与恶人交往。
§342. . τί μ’ ἄρτι πημάτων λελησμένην ὀρθοῖς;
为何你要唤醒刚刚忘却了痛苦的我?
§343θάρσει· τό τοι δίκαιον ἰσχύει μέγα.
放心吧;正义确实拥有巨大的力量。
§344νέος, πόνοις δέ γ’ οὐκ ἀγύμναστος φρένας.
虽然年轻,但心灵并非没有受过苦难的磨砺。
§345ἐγὼ νομίζω πατρὶ φίλτατον τέκνα παισίν τε τοὺς τεκόντας, οὐδὲ συμμάχους ἄλλους γενέσθαι φήμ’ ἂν ἐνδικωτέρους.
我认为,对父亲而言最珍贵的是孩子,对孩子而言最珍贵的是生养他们的父母;而且我认为,没有其他盟友比这更理所当然。
§346εἷς γάρ τις ἔστι κοινὸς ἀνθρώποις νόμος καὶ θεοῖσι τοῦτο δόξαν, ὡς σαφῶς λέγω, θηρσίν τε πᾶσι, τέκνα τίκτουσιν φιλεῖν· τὰ δ’ ἄλλα χωρὶς χρώμεθ’ ἀλλήλων νόμοις.
因为对于人类,对于神明(正如我所明确说的,这已由神明决定),以及对于所有的野兽,都有一条共同的法则:生养子嗣者应当爱护他们;但在其他事情上,我们各自遵循互不相同的习惯。

词汇与语法注释

  1. 326συμπλέκοντες σπέρμα καὶ γάμους τέκνων — 分词 `συμπλέκοντες`(交织)与 `οἳ δ’ οὐδὲν ἦσαν`(先前微不足道如今却富有的人)共享主语。所谓“将血统与婚姻交织在一起”,讽刺了家世卑微但富有的新晋势力通过与贫穷的名门望族联姻来混淆阶层的社会现象。
  2. 327φιλοῦσι ... γελᾶν — 意为“习惯于、乐于”的主动词 `φιλοῦσι` 并列支配了两个不定式:前半句的 `τίθεσθαι`(视为)和在时间从句之后的后半句的 `γελᾶν`(嘲笑)。
  3. 328γαστρὸς δ’ ἀφαιρῶν σῶμα — 表示剥夺的动词 `ἀφαιρέω` 同时支配了表示剥夺源泉的属格 `γαστρός`(从胃里)和受损主体的宾格 `σῶμα`(身体),生动展现了守财奴为了省钱而克扣饮食、损害自身健康的自我矛盾行为。
  4. 330ᾧ τάδ’ ἔστι δή — 关系代词与格 `ᾧ` 的先行词是 `αἰθέρ’`。短语 `ᾧ ἔστι` 意为“属于……”或“在……的支配下”,表明这些宇宙现象(`τάδε`)都在以太的支配之下。
  5. 334ὅστις κακοῖσιν ἐσθλὸς ὢν ὅμοιος ᾖ — 关系代词 `ὅ确定` 连同虚拟语气 `ᾖ` 构成泛指或条件从句(意为“凡是……的人”)。与格 `κακοῖσιν` 依存并受修饰于形容词 `ὅμοιος`(与……相同的)。
  6. 339πατέρα τε παισὶν ἡδέως συνεκφέρειν — 不定式 `συνεκφέρειν` 在此由于省略了表示义务的非人称动词(如 `χρή` 或 `δεῖ`),或者作为独立不定式(代指命令式)来表达应然的义务(应当……)。

引用这一段

欧里庇得斯, 残篇 §325-346. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg020.humanitext-grc1:325-346

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。