§282κακῶν γὰρ ὄντων μυρίων καθ’ Ἑλλάδα
οὐδὲν κάκιόν ἐστιν ἀθλητῶν γένους·
ギリシャ全土に数知れぬ災いがあるが、アスリートの一族ほど悪いものはない。
οἳ πρῶτα μὲν ζῆν οὔτε μανθάνουσιν εὖ
οὔτ’ ἂν δύναιντο·
彼らはまず、よく生きることを学びもしなければ、学ぶこともできないだろう。
πῶς γὰρ ὅστις ἔστ’ ἀνὴρ
γνάθου τε δοῦλος νηδύος θ’ ἡσσημένος
κτήσαιτ’ ἂν ὄλβον εἰς ὑπερβολὴν πατρός;
顎の奴隷であり、胃袋に屈している男が、どうして父親を凌駕するほどの富を築くことができるだろうか。
οὐδ’ αὖ πένεσθαι κἀξυπηρετεῖν τύχαις
οἷοί τ’·
また、貧しさに耐え、運命に従うこともできない。
ἔθη γὰρ οὐκ ἐθισθέντες καλὰ
σκληρῶς μεταλλάσσουσιν εἰς τἀμήχανον.
良い習慣を身につけていないために、彼らは逆境へと直面した際、それに適応するのが困難だからだ。
λαμπροὶ δ’ ἐν ἥβῃ καὶ πόλεως ἀγάλματα
φοιτῶσ’· ὅταν δὲ προσπέσῃ γῆρας πικρόν,
τρίβωνες ἐκβαλόντες οἴχονται κρόκας.
彼らは若いうちは輝かしく、ポリスの飾りとして歩き回るが、つらい老いが襲いかかると、すり切れた衣服のように縦糸を失って消え去っていく。
ἐμεμψάμην δὲ καὶ τὸν Ἐλλήνων νόμον,
οἳ τῶνδ’ ἕκατι σύλλογον ποιούμενοι
τιμῶσ’ ἀχρείους ἡδονὰς δαιτὸς χάριν.
私はギリシャ人の慣習をも非難する。 彼らはこれらのために集会を開き、宴会のために無益な快楽を称賛するのだから。
τίς γὰρ παλαίσας εὖ, τίς ὠκύπους ἀνὴρ
ἢ δίσκον ἄρας ἢ γνάθον παίσας καλῶς
πόλει πατρῴᾳ στέφανον ἤρκεσεν λαβών;
見事にレスリングをした者、足の速い者、あるいは円盤を持ち上げた者、顎を見事に殴った者のうち、誰が冠を受け取ることで祖国を守り得ただろうか。
πότερα μαχοῦνται πολεμίοισιν ἐν χεροῖν
δίσκους ἔχοντες ἢ δι’ ἀσπίδων χερὶ
θείνοντες ἐκβαλοῦσι πολεμίους πάτρας;
彼らは円盤を手にして敵と白兵戦を戦うのだろうか。 あるいは、盾越しに手で叩いて敵を祖国から追い出すのだろうか。
οὐδεὶς σιδήρου ταῦτα μωραίνει πέλας
στάς.
鉄の近くに立つ時には、誰もそのような愚かなことはしない。
ἄνδρας χρὴ σοφούς τε κἀγαθοὺς
φύλλοις στέφεσθαι, χὥστις ἡγεῖται πόλει
κάλλιστα σώφρων καὶ δίκαιος ὢν ἀνήρ,
ὅστις τε μύθοις ἔργ’ ἀπαλλάσσει κακὰ
μάχας τ’ ἀφαιρῶν καὶ στάσεις·
賢く優れた人々こそが、葉の冠を戴くべきなのだ。 また、節度を持ち正義の人であって、ポリスを最も立派に導く男、そして言葉によって悪しき行いを防ぎ、戦いや内紛を取り除く者こそが。
τοιαῦτα γὰρ
πόλει τε πάσῃ πᾶσί θ’ Ἕλλησιν καλά.
そのようなことこそが、すべてのポリスにとっても、すべてのギリシャ人にとっても、素晴らしいことなのだから。
§283τοὺς ὄνους τοὺς λαρκαγωγοὺς ἐξ ὄρους οἴσειν ξύλα
山から薪を運ぶ、籠を載せたロバたち。
§284σχοινίνας γὰρ ἵπποισι φλοίνας ἡνίας πλέκει.
というのも、彼は馬のために、イグサや樹皮でできた手綱を編むからだ。
§285ἐγὼ τὸ μὲν δὴ πανταχοῦ θρυλούμενον
κράτιστον εἶναι φημὶ μὴ φῦναι βροτῷ·
私は、いたるところで言われている、人間にとっては生まれてこないことが最善である、ということを主張する。
τρισσῶν δὲ μοιρῶν ἐγκρινῶ νικᾶν μίαν,
πλούτου τε χὥτῳ σπέρμα γενναῖον προσῇ
πενίας τ’·
しかし、三つの境遇、すなわち、富と、高貴な血統が備わっている者と、貧困のうち、一つの境遇が勝ると私は判定する。
ἀριθμὸν γὰρ τοσόνδε προυθέμην.
私はこれだけの数(三つ)を提示したのだ。
ὁ μὲν ζάπλουτος, εἰς γένος δ’ οὐκ εὐτυχής,
ἀλγεῖ μὲν ἀλγεῖ, παγκάλως δ’ ἀλγύνεται
ὄλβου διοίγων θάλαμον ἥδιστον χερί.
極めて富裕でありながら家柄に恵まれない者は、苦しみはするが、自らの手で最も心地よい富の金庫室を開けながら、贅沢に苦しむ。
ἔξω δὲ βαίνων τοῦδε τὸν πάρος χρόνον
πλουτῶν ὑπ’ ἄτης ζεῦγλαν ἀσχάλλει πεσών.
しかし、この状態から外に出て、かつて富んでいた時の破滅によって軛に落ちると、悶え苦しむ。
ὅστις δὲ γαῦρον σπέρμα γενναῖόν τ’ ἔχων
βίου σπανίζει, τῷ γένει μὲν εὐτυχεῖ,
πενίᾳ δ’ ἐλάσσων ἐστίν, ἐν δ’ ἀλγύνεται
φρονῶν, ὑπ’ αἰδοῦς δ’ ἔργ’ ἀπωθεῖται χερῶν.
誇り高く高貴な血統を持ちながら生活の資に欠ける者は、血統においては恵まれているが、貧しさにおいて劣っており、分別があるだけに心の中で苦しみ、羞恥心から手仕事(肉体労働)を拒む。
ὁ δ’ οὐδὲν οὐδείς, διὰ τέλους δὲ δυστυχῶν
τοσῷδε νικᾷ·
しかし、何者でもなく無であり、終始不運である者は、次の点において勝っている。
τοῦ γὰρ εὖ τητώμενος
οὐκ οἶδεν, ἀεὶ δυστυχῶν κακῶς τ’ ἔχων.
すなわち、彼は良い状態を奪われているためにそれを知らず、常に不運で悪い状態にあり続ける。
οὕτως ἄριστον μὴ πεπειρᾶσθαι καλῶν.
このように、良いことを経験しないのが最善なのだ。
ἐκεῖνο γὰρ μεμνήμεθ’·
というのも、私たちはあのことを覚えているからだ。
οἷος ἦν ποτε
κἀγὼ μετ’ ἀνδρῶν ἡνίκ’ ηὐτύχουν βίῳ
かつて私が人生において幸福であった時、男たちの間でどのような者であったかを。
§286φησίν τις εἶναι δῆτ’ ἐν οὐρανῷ θεούς;
天に神々がいると、本当に誰かが言っているのか。
οὐκ εἰσίν, οὐκ εἶσ’, εἴ τις ἀνθρώπων θέλει
μὴ τῷ παλαιῷ μῶρος ὢν χρῆσθαι λόγῳ.
彼らは存在しない。 存在しないのだ。 もし人が、愚か者になって古い説に付き従おうとしないならば。
σκέψασθε δ’ αὐτοί, μὴ ἐπὶ τοῖς ἐμοῖς λόγοις
γνώμην ἔχοντες.
お前たち自身で考えよ、私の言葉に考えを合わせるのではない。
φήμ’ ἐγὼ τυραννίδα
κτείνειν τε πλείστους κτημάτων τ’ ἀποστερεῖν
ὅρκους τε παραβαίνοντας ἐκπορθεῖν πόλεις·
私は、僭主たちが最も多くの人々を殺し、財産を奪い、誓いを破ってポリスを略奪していると主張する。
καὶ ταῦτα δρῶντες μᾶλλόν εἰσ’ εὐδαίμονες
τῶν εὐσεβούντων ἡσυχῇ καθ’ ἡμέραν.
そして、そのようなことを行っている彼らの方が、日々穏やかに敬虔に生きている人々よりも幸福なのだ。
πόλεις τε μικρὰς οἶδα τιμώσας θεούς,
αἳ μειζόνων κλύουσι δυσσεβεστέρων
λόγχης ἀριθμῷ πλείονος κρατούμεναι.
また、神々を敬っている小さなポリスが、より多くの槍に制圧されて、より不敬虔な大国に従属しているのを私は知っている。
οἶμαι δ’ ἂν ὑμᾶς, εἴ τις ἀργὸς ὢν θεοῖς
εὔχοιτο καὶ μὴ χειρὶ συλλέγοι βίον,
τὰ θεῖα πυργοῦσιν αἱ κακαί τε συμφοραί.
もし誰かが怠惰であって神々に祈り、自らの手で生活を集めないなら、(……だろうと)私は思う。 悪しき災いこそが、神々の事柄を築き上げるのだ。
§287τοῖς πράγμασιν γὰρ οὐχὶ θυμοῦσθαι χρεών·
事態に対して怒るべきではない。
μέλει γὰρ αὐτοῖς οὐδέν·
事態は気にも留めないからだ。
ἀλλ’ οὑντυγχάνων
τὰ πράγματ’ ὀρθῶς ἢν τιθῇ, πράσσει καλῶς.
しかし、直面する者が事態を正しく処理するなら、その人はうまくやっていける。
§288δόλοι δὲ καὶ σκοτεινὰ μηχανήματα
χρείας ἀνάνδρου φάρμαχ’ ηὕρηται βροτοῖς.
計略や暗い策略は、男らしくない窮乏に対する治療薬として、凡人たちによって編み出された。
§289νείκη γὰρ ἀνδρῶν φόνια καὶ μάχας χρεὼν
δόλοισι κλέπτειν·
男たちの血なまぐさい闘争や戦いは、計略によって欺き避けるべきだ。
τῆς δ’ ἀληθείας ὁδὸς
φαύλη τίς ἐστι· ψεύδεσιν δ’ Ἄρης φίλος.
真実の道は脆弱なものであり、アレースは嘘を好むからだ。
§290ἀεὶ γὰρ ἄνδρα σκαιὸν ἰσχυρὸν φύσει
ἧσσον δέδοικα τἀσθενοῦς τε καὶ σοφοῦ.
生まれつき力は強いが愚かな男よりも、弱いが賢い男の方を、私は常に恐れる。
§291ὦ παῖ, νέων τοι δρᾶν μὲν ἔντονοι χέρες,
γνῶμαι δ’ ἀμείνους εἰσὶ τῶν γεραιτέρων·
子よ、若者の手は行動するのに力強いが、老人の判断の方が優れている。
ὁ γὰρ χρόνος δίδαγμα ποικιλώτατον.
時間は、最も多様な教えをもたらすからだ。
§292πρὸς τὴν νόσον τοι καὶ τὸν ἰατρὸν χρεὼν
ἰδόντ’ ἀκεῖσθαι, μὴ ἐπιτὰξ τὰ φάρμακα
διδόντ’, ἐάν μὴ ταῦτα τῇ νόσῳ πρέπῃ.
医師は病気を見て治療すべきであり、薬が一律に与えられてはならない、もしその薬が病気に適していないならば。
νόσοι δὲ θνητῶν αἵ μέν εἰσ’ αὐθαίρετοι,
αἳ δ’ ἐκ θεῶν πάρεισιν, ἀλλὰ τῷ νόμῳ
ἰώμεθ’ αὐτάς.
凡人の病気には、自ら招いたものもあれば、神々から送られたものもあるが、私たちは慣習によってそれらを治療する。
ἀλλά σοι λέξαι θέλω,
εἰ θεοί τι δρῶσιν αἰσχρόν, οὐκ εἰσὶν θεοί.
しかし、私はあなたに言いたい、もし神々が恥ずべきことを行うなら、彼らは神々ではないのだと。