Humanitext Reader

欧里庇得斯 · 残篇 §282-292

论运动员的无益与神明的正义

第 8 段,共 35 段 · 希腊语

内容简介

本段讨论了运动员在希腊社会中的无益性,比较了基于出身和财富的不同境遇,在僭主繁荣的现实面前质疑神明的存在,并强调了计谋的必要性、年长者的智慧以及真神应具备的道德属性。

§282κακῶν γὰρ ὄντων μυρίων καθ’ Ἑλλάδα οὐδὲν κάκιόν ἐστιν ἀθλητῶν γένους· οἳ πρῶτα μὲν ζῆν οὔτε μανθάνουσιν εὖ οὔτ’ ἂν δύναιντο· πῶς γὰρ ὅστις ἔστ’ ἀνὴρ γνάθου τε δοῦλος νηδύος θ’ ἡσσημένος κτήσαιτ’ ἂν ὄλβον εἰς ὑπερβολὴν πατρός;
尽管全希腊有数之不尽的灾祸,但没有比运动员这一族类更糟糕的了;他们首先既不学会如何好好生活,也无法做到;因为一个沦为下颚的奴隶、屈服于胃袋的男人,怎能积累超越其父亲的财富呢?
οὐδ’ αὖ πένεσθαι κἀξυπηρετεῖν τύχαις οἷοί τ’· ἔθη γὰρ οὐκ ἐθισθέντες καλὰ σκληρῶς μεταλλάσσουσιν εἰς τἀμήχανον.
他们同样无法忍受贫困并顺应命运;因为他们没有养成良好的习惯,在面对无能为力的逆境时,便难以适应。
λαμπροὶ δ’ ἐν ἥβῃ καὶ πόλεως ἀγάλματα φοιτῶσ’· ὅταν δὲ προσπέσῃ γῆρας πικρόν, τρίβωνες ἐκβαλόντες οἴχονται κρόκας.
他们在年轻时意气风发,作为城邦的装饰四处走动;但当痛苦的老年降临时,他们便如磨损的斗篷般失去了经纬之线,消逝而去。
ἐμεμψάμην δὲ καὶ τὸν Ἐλλήνων νόμον, οἳ τῶνδ’ ἕκατι σύλλογον ποιούμενοι τιμῶσ’ ἀχρείους ἡδονὰς δαιτὸς χάριν.
我也谴责希腊人的风俗,他们为了这些人而举行集会,为了宴席而推崇无益的娱乐。
τίς γὰρ παλαίσας εὖ, τίς ὠκύπους ἀνὴρ ἢ δίσκον ἄρας ἢ γνάθον παίσας καλῶς πόλει πατρῴᾳ στέφανον ἤρκεσεν λαβών;
因为有哪位摔跤出色的选手,哪位足步飞快的男子,或者哪位通过举起铁饼、巧妙击打下颚而获得冠冕的人,曾借此拯救了自家的城邦?
πότερα μαχοῦνται πολεμίοισιν ἐν χεροῖν δίσκους ἔχοντες ἢ δι’ ἀσπίδων χερὶ θείνοντες ἐκβαλοῦσι πολεμίους πάτρας;
难道他们手持铁饼去与敌人进行白兵战,或者隔着盾牌用手击打,从而将敌人赶出祖国吗?
οὐδεὶς σιδήρου ταῦτα μωραίνει πέλας στάς.
在钢铁武器近旁站立时,没有人会做这种愚蠢的事。
ἄνδρας χρὴ σοφούς τε κἀγαθοὺς φύλλοις στέφεσθαι, χὥστις ἡγεῖται πόλει κάλλιστα σώφρων καὶ δίκαιος ὢν ἀνήρ, ὅστις τε μύθοις ἔργ’ ἀπαλλάσσει κακὰ μάχας τ’ ἀφαιρῶν καὶ στάσεις· τοιαῦτα γὰρ πόλει τε πάσῃ πᾶσί θ’ Ἕλλησιν καλά.
贤明而优秀的人才应当被戴上叶冠,还有那以克制和公正最妥善地引导城邦的男子,以及用言语化解恶行、消除战争和内讧的人;因为这样的事对任何城邦、对全体希腊人而言都是美好的。
§283τοὺς ὄνους τοὺς λαρκαγωγοὺς ἐξ ὄρους οἴσειν ξύλα
那些驮着背篓的驴子,将从山上运来木柴。
§284σχοινίνας γὰρ ἵπποισι φλοίνας ἡνίας πλέκει.
因为他用芦苇和树皮为马匹编织缰绳。
§285ἐγὼ τὸ μὲν δὴ πανταχοῦ θρυλούμενον κράτιστον εἶναι φημὶ μὴ φῦναι βροτῷ·
我确实认为,那在各处流传的说法对凡人而言是最好的:那便是不曾出生。
τρισσῶν δὲ μοιρῶν ἐγκρινῶ νικᾶν μίαν, πλούτου τε χὥτῳ σπέρμα γενναῖον προσῇ πενίας τ’· ἀριθμὸν γὰρ τοσόνδε προυθέμην.
但在三种境遇中,我判定其中一种胜出:财富、拥有高贵血统者,以及贫穷;因为我提出了这样一个数目。
ὁ μὲν ζάπλουτος, εἰς γένος δ’ οὐκ εὐτυχής, ἀλγεῖ μὲν ἀλγεῖ, παγκάλως δ’ ἀλγύνεται ὄλβου διοίγων θάλαμον ἥδιστον χερί.
那极度富有却在出身上面对不幸的人,虽在痛苦,却极其奢华地排遣痛苦,亲手开启那最甜美的财富之库。
ἔξω δὲ βαίνων τοῦδε τὸν πάρος χρόνον πλουτῶν ὑπ’ ἄτης ζεῦγλαν ἀσχάλλει πεσών.
然而,一旦脱离这种状态,因昔日富足之时的毁灭而落入屈辱的轭中,他便会焦虑不安。
ὅστις δὲ γαῦρον σπέρμα γενναῖόν τ’ ἔχων βίου σπανίζει, τῷ γένει μὲν εὐτυχεῖ, πενίᾳ δ’ ἐλάσσων ἐστίν, ἐν δ’ ἀλγύνεται φρονῶν, ὑπ’ αἰδοῦς δ’ ἔργ’ ἀπωθεῖται χερῶν.
而那拥有骄傲高贵血统却缺乏生计的人,在出身上面对幸运,却在贫困中处于劣势,因有理智而在心中痛苦,因羞耻而拒绝手艺之作。
ὁ δ’ οὐδὲν οὐδείς, διὰ τέλους δὲ δυστυχῶν τοσῷδε νικᾷ· τοῦ γὰρ εὖ τητώμενος οὐκ οἶδεν, ἀεὶ δυστυχῶν κακῶς τ’ ἔχων.
但那无足轻重、毫无一物且终生不幸的人,在这一点上胜出:因为他被剥夺了美好,便对此无所知,始终不幸且处于糟糕的境地。
οὕτως ἄριστον μὴ πεπειρᾶσθαι καλῶν.
因此,不曾经历过美好事物是最好的。
ἐκεῖνο γὰρ μεμνήμεθ’· οἷος ἦν ποτε κἀγὼ μετ’ ἀνδρῶν ἡνίκ’ ηὐτύχουν βίῳ
因为我们记得那一幕:当我在生活中顺遂时,我在众人之中曾是怎样的人。
§286φησίν τις εἶναι δῆτ’ ἐν οὐρανῷ θεούς;
真的有人说天上有神明吗?
οὐκ εἰσίν, οὐκ εἶσ’, εἴ τις ἀνθρώπων θέλει μὴ τῷ παλαιῷ μῶρος ὢν χρῆσθαι λόγῳ.
他们不存在,不存在,只要人不愿意做个愚人去附和那古老的传说。
σκέψασθε δ’ αὐτοί, μὴ ἐπὶ τοῖς ἐμοῖς λόγοις γνώμην ἔχοντες.
你们自己去思考吧,不要把想法建立在我的言语之上。
φήμ’ ἐγὼ τυραννίδα κτείνειν τε πλείστους κτημάτων τ’ ἀποστερεῖν ὅρκους τε παραβαίνοντας ἐκπορθεῖν πόλεις· καὶ ταῦτα δρῶντες μᾶλλόν εἰσ’ εὐδαίμονες τῶν εὐσεβούντων ἡσυχῇ καθ’ ἡμέραν.
我主张,僭主统治杀戮最多的人,剥夺财产,并背弃誓言掠夺城邦;而做这些事的他们,比那些日复一日安分敬虔生活的人更加幸福。
πόλεις τε μικρὰς οἶδα τιμώσας θεούς, αἳ μειζόνων κλύουσι δυσσεβεστέρων λόγχης ἀριθμῷ πλείονος κρατούμεναι.
我也知道一些敬畏神明的小城邦,因被数量更多的长枪所征服,而屈从于更大、更不敬虔的城邦。
οἶμαι δ’ ἂν ὑμᾶς, εἴ τις ἀργὸς ὢν θεοῖς εὔχοιτο καὶ μὴ χειρὶ συλλέγοι βίον, τὰ θεῖα πυργοῦσιν αἱ κακαί τε συμφοραί.
我想,如果有人无所事事却向神明祈祷,不用双手谋生……恶劣的灾祸筑起了神圣的事物。
§287τοῖς πράγμασιν γὰρ οὐχὶ θυμοῦσθαι χρεών· μέλει γὰρ αὐτοῖς οὐδέν· ἀλλ’ οὑντυγχάνων τὰ πράγματ’ ὀρθῶς ἢν τιθῇ, πράσσει καλῶς.
因为人不该对客观事态发怒;因为事态对此毫无感觉;但若直面事态的人能妥善处置,他便能过得很好。
§288δόλοι δὲ καὶ σκοτεινὰ μηχανήματα χρείας ἀνάνδρου φάρμαχ’ ηὕρηται βροτοῖς.
因为对于懦弱的匮乏,凡人已发明了计谋和阴暗的手段作为解药。
§289νείκη γὰρ ἀνδρῶν φόνια καὶ μάχας χρεὼν δόλοισι κλέπτειν· τῆς δ’ ἀληθείας ὁδὸς φαύλη τίς ἐστι· ψεύδεσιν δ’ Ἄρης φίλος.
因为人应当用计谋去暗中消除男子间血腥的纷争与战斗;因为真理之路某种意义上是脆弱的,而阿瑞斯喜爱谎言。
§290ἀεὶ γὰρ ἄνδρα σκαιὸν ἰσχυρὸν φύσει ἧσσον δέδοικα τἀσθενοῦς τε καὶ σοφοῦ.
因为相比于软弱而聪慧的人,我总是较少害怕一个天生强壮却愚蠢的人。
§291ὦ παῖ, νέων τοι δρᾶν μὲν ἔντονοι χέρες, γνῶμαι δ’ ἀμείνους εἰσὶ τῶν γεραιτέρων· ὁ γὰρ χρόνος δίδαγμα ποικιλώτατον.
孩子啊,年轻人的双手对于行动是充满力量的,但年长者的判断却更优秀;因为时间是最丰富的教诲。
§292πρὸς τὴν νόσον τοι καὶ τὸν ἰατρὸν χρεὼν ἰδόντ’ ἀκεῖσθαι, μὴ ἐπιτὰξ τὰ φάρμακα διδόντ’, ἐάν μὴ ταῦτα τῇ νόσῳ πρέπῃ.
人应当看着疾病与医生来治疗,不要一律地给予药物,除非这些药物适合该疾病。
νόσοι δὲ θνητῶν αἵ μέν εἰσ’ αὐθαίρετοι, αἳ δ’ ἐκ θεῶν πάρεισιν, ἀλλὰ τῷ νόμῳ ἰώμεθ’ αὐτάς.
凡人的疾病中,有些是自找的,有些是来自神明,但我们依照规律去治疗它们。
ἀλλά σοι λέξαι θέλω, εἰ θεοί τι δρῶσιν αἰσχρόν, οὐκ εἰσὶν θεοί.
然而,我想对你说,如果神明做了可耻的事,他们便不是神。

词汇与语法注释

  1. 282τρίβωνες ἐκβαλόντες οἴχονται κρόκας — 这一表达具有高度的比喻性,可能包含双重含义:`τρίβων`(磨损的斗篷,或指老练之人)与 `κρόκη`(织物的经纬线)。此处暗示运动员在老年时“如同破旧的斗篷,失去了经纬之线而消逝”,其中 `ἐκβαλόντες` 描绘了他们失去昔日荣光或实质的状态。
  2. 285τοσῷδε νικᾷ· τοῦ γὰρ εὖ τητώμενος οὐκ οἶδεν — 指示代词 `τοσῷδε`(在这一点上)在句法上先期指代了随后的 `γάρ` 从句。`τοῦ εὖ` 作出名词化的“美好状态”,作夺格性属格,受分词 `τητώμενος`(被剥夺、匮乏)支配。这一结构解释了无足轻重之人的悖论式“胜利”:因从未体验过美好(被剥夺),故不知失去之痛。
  3. 286τὰ θεῖα πυργοῦσιν αἱ κακαί τε συμφοραί — 动词 `πυργόω` 意为“如塔般筑起”或“使之高耸/夸大”。主语是 `αἱ κακαί τε συμφοραί`(恶劣的灾祸),宾语是 `τὰ θεῖα`(神圣的事物/宗教)。该句表达了一种冷峻的宗教起源论:正是人类的灾祸与不幸,才构筑并抬高了对神明的信仰。

引用这一段

欧里庇得斯, 残篇 §282-292. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg020.humanitext-grc1:282-292

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。