Humanitext Reader

テオクリトス · エピグラム集 §24.1-24.61

アルクメネに対するメガラの悲痛な嘆き

24 / 25 箇所 · ギリシア語

要旨

ヘラクレスの妻メガラが、義母アルクメネに対し、自らの不運な人生や夫の狂気による子供たちの殺害、そして夫の絶え間ない試練による離別と孤独を深く嘆き悲しむ。

§24.1μῆτερ ἐμή, τίφθʼ ὧδε φίλον κατὰ θυμὸν ἰάπτεις
私の母よ、なぜそのように自らの愛する心を痛め、激しく嘆き悲しんでいるのですか。
§24.2ἐκπάγλως ἀχέουσα, τὸ πρὶν δέ τοι οὐκέτʼ ἔρευθος §24.3σώζετʼ ἐπὶ ῥεθέεσσι;
以前あなたにあった赤みが、もはや頬に保たれてはいないのですか。
τί μοι τόσον ἠνίησαι;
なぜあなたは私にそれほど心を悩ませるのですか。
§24.4ἦ ῥʼ ὅτι ἄλγεα πάσχει ἀπείριτα φαίδιμος υἱὸς §24.5ἀνδρὸς ὑπʼ οὐτιδανοῖο, λέων ὡσείθʼ ὑπὸ νεβροῦ;
輝かしい息子が、取るに足りない男のために無限の苦痛を被っているからでしょうか、まるで獅子が小鹿によって苦しめられるかのように。
§24.6ὤμοι ἐγώ, τί νυ δή με θεοὶ τόσον ἠτίμησαν §24.7ἀθάνατοι;
ああ、悲しいかな、なぜ神々は今、私をこれほどまでに辱めたのか、不死なる神々よ。
τί νύ μʼ ὧδε κακῇ γονέες τέκον αἴσῃ;
なぜ私の親たちは、私をこのような不吉な運命のもとに産み落としたのか。
§24.8δύσμορος, ἥτʼ ἐπεὶ ἀνδρὸς ἀμύμονος ἐς λέχος ἦλθον, §24.9τὸν μὲν ἐγὼ τίεσκον ἴσον φαέεσσιν ἐμοῖσιν §24.10ἠδʼ ἔτι νῦν σέβομαί τε καὶ αἰδέομαι κατὰ θυμόν·
不運な私は、非の打ち所のない男の床に入り、彼を私は、自分の両の眼と同じように尊び、今なお心の中で敬い、畏れているのに。
§24.11τοῦ δʼ οὔτις γένετʼ ἄλλος ἀποτμότερος ζωόντων, §24.12οὐδὲ τόσων σφετέρῃσιν ἐγεύσατο φροντίσι κηδέων.
しかし、生きている者の中で、彼ほど不運な者は他になく、これほど多くの苦難を、その魂において味わった者はいない。
§24.13σχέτλιος, ὃς τόξοισιν, ἅ οἱ πόρεν αὐτὸς Ἀπόλλων §24.14ἠέ τινος Κηρῶν ἢ Ἐριννύος αἰνὰ βέλεμνα, §24.15παῖδας ἑοὺς κατέπεφνε καὶ ἐκ φίλον εἵλετο θυμὸν §24.16μαινόμενος κατὰ οἶκον, ὁ δʼ ἔμπλεος ἔσκε φόνοιο.
恐ろしいことに、彼はアポロン自身が彼に授けた弓、あるいは死の女神たちのひとり、あるいは復讐の女神の恐ろしい矢によって、我が子らを殺戮し、その愛する魂を奪い去ったのだ、家の中で狂い狂い、彼は殺戮に満ちていた。
§24.17τοὺς μὲν ἐγὼ δύστηνος ἐμοῖς ἴδον ὀφθαλμοῖσι §24.18βαλλομένους ὑπὸ πατρί·
不幸せにも、私は彼らをこの目で見たのだ、父親によって射殺されるのを。
τὸ δʼ οὐδʼ ὄναρ ἤλυθεν ἄλλῳ·
そのようなことは、他の誰にも夢にさえ訪れなかっただろう。
§24.19οὐδέ σφιν δυνάμην ἀδινὸν καλέουσιν ἀρῆξαι
彼らが、その母を、激しく呼び求めていたのに、私は助けることができなかった、母である私を。
§24.20μητέρʼ ἑήν, ἐπεὶ ἐγγὺς ἀνίκητον κακὸν ἦεν.
なぜなら、避けることのできない災いが間近にあったからだ。
§24.21ὡς δʼ ὄρνις ὀδύρηται ἐπὶ σφετέροισι νεοσσοῖς §24.22ὀλλυμένοις, οὕστʼ αἰνὸς ὄφις ἔτι νηπιάχοντας §24.23θάμνοις ἐν πυκινοῖσι κατεσθίει·
鳥が、死にゆく自らの雛たちのために嘆き悲しむように、まだ幼い彼らを、恐ろしい蛇が、深い茂みの中で食らうのを。
ἡ δὲ κατʼ αὐτοὺς §24.24πωτᾶται κλάζουσα μάλα λιγὺ πότνια μήτηρ, §24.25οὐδʼ ἄρʼ ἔχει τέκνοισιν ἐπαρκέσαι·
そして母鳥は彼らの周りを鋭く鳴きながら飛び回り、尊い母でありながら、我が子らを助けることができない。
ἦ ῥά οἱ αὐτῇ §24.26ἆσσον ἴμεν μέγα τάρβος ἀμειλίκτοιο πελώρου·
実に、彼女自身にも、無慈悲な怪物に近づくことへの、大きな恐怖があるのだ。
§24.27ὣς ἐγὼ αἰνοτόκεια φίλον γόνον αἰάζουσα §24.28μαινομένοισι πόδεσσι δόμον κάτα πολλὸν ἐφοίτων.
そのように、悲惨な母たる私は、愛する我が子らを嘆きながら、狂わんばかりの足取りで、家の中を幾度も歩き回った。
§24.29ὥς γʼ ὄφελον μετὰ παισὶν ἅμα θνήσκουσα καὶ αὐτὴ §24.30κεῖσθαι φαρμακόεντα διʼ ἥπατος ἰὸν ἔχουσα,
ああ、私も子供たちと一緒に死んで、肝臓を貫く毒を塗った矢を受けて横たわっていればよかったのに。
§24.30aἢ καὶ σοῖς ἀγανοῖσιν ὑπαὶ βελέεσσι δαμῆναι §24.31Ἄρτεμι θηλυτέρῃσι μέγα κρείουσα γυναιξί.
あるいは、あなたの優しい矢によって倒されていればよかったのに、女たちを大いに支配されるアルテミスよ。
§24.32τῷ χʼ ἡμᾶς κλαύσαντε φίλῃς ἐπὶ χερσὶ τοκῆες §24.33πολλοῖς σὺν κτερέεσσι πυρῆς ἐπέβησαν ὁμοίης,
そうすれば、親たちは私たちをその愛する手の上で泣き、多くの葬儀の品々とともに、同じ火葬の薪に載せてくれただろうに。
§24.34καί κεν ἕνα χρύσειον ἐς ὀστέα κρωσσὸν ἁπάντων §24.35λέξαντες κατέθαψαν, ὅθι πρῶτον γενόμεσθα.
そして、全員の骨を集めて、一つの黄金の壺に納め、私たちが最初に生まれた場所に埋めてくれただろうに。
§24.36νῦν δʼ οἱ μὲν Θήβην ἱπποτρόφον ἐνναίουσιν §24.37Ἀονίου πεδίοιο βαθεῖαν βῶλον ἀροῦντες·
だが今や、彼らは馬を育てるテーバイに住み、アオニアの平野の深い土を耕している。
§24.38αὐτὰρ ἐγὼ Τίρυνθα κατὰ κραναὴν πόλιν Ἥρης §24.39πολλοῖσιν δύστηνος ἰάπτομαι ἄλγεσιν ἦτορ §24.40αἰεὶ ὁμῶς·
しかし私は、ヘラの険しい都市ティリュンスで、不幸せにも、常に同様に、多くの苦痛で心をさいなまれている。
δακρύων δὲ πάρεστί μοι οὐδʼ ἴʼ ἐρωή.
私には涙の休止さえも少しもない。
§24.41ἀλλὰ πόσιν μὲν ὁρῶ παῦρον χρόνον ὀφθαλμοῖσιν §24.42οἴκῳ ἐν ἡμετέρῳ· πολέων δὲ οἱ ἔργον ἑτοῖμον
しかし、夫を目にするのは、我が家においてわずかな時間であり、彼には多くの仕事、陸と海をさまよいながら労苦する仕事が待ち構えている。
§24.43μόχθων, τοὺς ἐπὶ γαῖαν ἀλώμενος ἠδὲ θάλασσαν §24.44μοχθίζει πέτρης ὅγʼ ἔχων νόον ἠὲ σιδήρου §24.45καρτερὸν ἐν στήθεσσι·
彼は、岩か鉄のような強い心を胸に抱いているのだ。
σὺ δʼ ἠύτε λείβεται ὕδωρ, §24.46νύκτας τε κλαίουσα καὶ ἐκ Διὸς ἤμαθʼ ὁπόσσα.
しかしあなたは、水が滴るように、夜も、ゼウスから与えられたすべての昼の日々も、泣き暮らしている。
§24.47ἄλλος μὰν οὐκ ἄν τις ἐυφρήναι με παραστὰς §24.48κηδεμόνων·
私の傍らに立って私を慰めてくれるような他の親類は誰もいない。
οὐ γάρ σφε δόμων κατὰ τεῖχος ἐέργει.
なぜなら、家の壁が彼らを囲んでいないからだ。
§24.49καὶ λίην πάντες γε πέρην πιτυώδεος Ἰσθμοῦ §24.50ναίουσʼ, οὐδέ μοί ἐστι πρὸς ὅντινά κε βλέψασα §24.51οἷα γυνὴ πανάποτμος ἀναψύξαιμι φίλον κῆρ, §24.52νόσφι γε δὴ Πύρρης συνομαίμονος·
実に、皆が松の生い茂る地峡の向こうに住んでおり、私が見つめて、まったく不運な女として、自らの愛する心を慰められるような人はいない、姉妹のピュラを除いては。
ἡ δὲ καὶ αὐτὴ §24.53ἀμφὶ πόσει σφετέρῳ πλέον ἄχνυται Ἰφικλῆι,
しかし彼女自身もまた、自らの夫イピクレス、あなたの息子のために嘆き悲しんでいる。
§24.54σῷ υἱεῖ· πάντων γὰρ ὀϊζυρώτατα τέκνα §24.55γείνασθαί σε θεῷ τε καὶ ἀνέρι θνητῷ ἔολπα.
なぜなら、すべての親の中で、あなたが神と死すべき男に対して、最も惨めな子供たちを産んだと私は思うからだ。
§24.56ὣς ἄρʼ ἔφη·
彼女はこう言った。
τὰ δέ οἱ θαλερώτερα δάκρυα μήλων §24.57κόλπον ἐς ἱμερόεντα κατὰ βλεφάρων ἐχέοντο, §24.58μνησαμένῃ τέκνων τε καὶ ὧν μετέπειτα τοκήων.
そして彼女の、リンゴの露よりも豊かな涙が、まぶたから魅力的な胸へと流れ落ちた、我が子らのこと、そしてその後で、自らの親たちのことを思い出しながら。
§24.59ὡς δʼ αὔτως δακρύοισι παρήια λεύκʼ ἐδίαινεν §24.60Ἀλκμήνη·
同じように、涙で白い頬を濡らした、アルκメネも。
βαρὺ δʼ ἥγε καὶ ἐκ θυμοῦ στενάχουσα §24.61μύθοισιν πυκινοῖσι φίλην νυὸν ὧδε μετηύδα·
彼女は心の底から深くため息をつき、賢明な言葉をもって、愛する嫁にこのように語りかけた。

語釈・文法注

  1. 24.8ἥτʼ ἐπεὶ — 関係代名詞 ἥτε(ἥ の強調形)の後に接続詞 ἐπεί(〜して以来、〜したとき)が直接続く構造。これは「私が〜に入って以来、〜したところの不運な私は」という二重の修飾関係を表しており、古典詩における緊密な叙事文脈を示す。
  2. 24.29ὥς γʼ ὄφελον — ὄφελον(ὀφείλω の2人称・3人称または1人称単数過去)に不定詞 θνήσκουσα ... κεῖσθαι が続くことで、過去における実現不可能だった願望(「〜していればよかったのに」)を表す典型的な構文である。
  3. 24.48οὐ γάρ σφε δόμων κατὰ τεῖχος ἐέργει — σφε は三人称複数の対格(彼らを)。主語は δόμων τεῖχος(家の壁)。「家の壁が彼らを(内に)囲んでいない」すなわち「彼らは遠く離れた場所にいる」ことを比喩的に表現している。
  4. 24.56θαλερώτερα δάκρυα μήλων — 比較級 θαλερώτερα(より豊かな、より大粒の)に属格の μήλων が続く比較の属格。μῆλον は「リンゴ」を指し、果実の汁や果実に結ぶみずみずしい露よりも大粒で豊かな涙を比喩的に表現している。

この箇所を引用する

テオクリトス, エピグラム集 §24.1-24.61. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0005.tlg002.humanitext-grc2:24.1-24.61

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。