Humanitext Reader

忒奥克里托斯 · 题辞集 §24.1-24.61

梅加拉向阿尔克墨涅倾诉不幸与哀伤

第 24 段,共 25 段 · 希腊语

内容简介

赫拉克勒斯的妻子梅加拉向其婆婆阿尔克墨涅倾诉自己的不幸,痛诉因丈夫发狂而惨遭杀害的孩子,以及因丈夫长年在外劳役而带来的孤独与悲哀。

§24.1μῆτερ ἐμή, τίφθʼ ὧδε φίλον κατὰ θυμὸν ἰάπτεις §24.2ἐκπάγλως ἀχέουσα, τὸ πρὶν δέ τοι οὐκέτʼ ἔρευθος §24.3σώζετʼ ἐπὶ ῥεθέεσσι;
我的母亲,你为何如此折磨自己亲爱的心,极度哀伤,往昔你脸上的红润不再保留在面颊之上?
τί μοι τόσον ἠνίησαι;
你为何对我如此苦恼?
§24.4ἦ ῥʼ ὅτι ἄλγεα πάσχει ἀπείριτα φαίδιμος υἱὸς §24.5ἀνδρὸς ὑπʼ οὐτιδανοῖο, λέων ὡσείθʼ ὑπὸ νεβροῦ;
是因为你那显赫的儿子正遭受无尽的痛苦,在那个无用之人的手下,就如同一只狮子受制于小鹿?
§24.6ὤμοι ἐγώ, τί νυ δή με θεοὶ τόσον ἠτίμησαν §24.7ἀθάνατοι;
哀哉我身,为何如今神明竟如此羞辱我,不死的神明啊!
τί νύ μʼ ὧδε κακῇ γονέες τέκον αἴσῃ;
为何我的父母竟在如此厄运中将我降生?
§24.8δύσμορος, ἥτʼ ἐπεὶ ἀνδρὸς ἀμύμονος ἐς λέχος ἦλθον, §24.9τὸν μὲν ἐγὼ τίεσκον ἴσον φαέεσσιν ἐμοῖσιν §24.10ἠδʼ ἔτι νῦν σέβομαί τε καὶ αἰδέομαι κατὰ θυμόν· §24.11τοῦ δʼ οὔτις γένετʼ ἄλλος ἀποτμότερος ζωόντων, §24.12οὐδὲ τόσων σφετέρῃσιν ἐγεύσατο φροντίσι κηδέων.
我这薄命之人,自从嫁给那无瑕的男子,我视他如同自己的双眼一般珍贵,且至今仍在心中敬畏他、尊重他;然而在活人之中,没有谁比他更为不幸,也没有人在自己的心神中尝过如此多的忧伤。
§24.13σχέτλιος, ὃς τόξοισιν, ἅ οἱ πόρεν αὐτὸς Ἀπόλλων §24.14ἠέ τινος Κηρῶν ἢ Ἐριννύος αἰνὰ βέλεμνα, §24.15παῖδας ἑοὺς κατέπεφνε καὶ ἐκ φίλον εἵλετο θυμὸν §24.16μαινόμενος κατὰ οἶκον, ὁ δʼ ἔμπλεος ἔσκε φόνοιο.
可怜的人啊,他用阿波罗亲自赠予他的弓箭,或是某位命运女神或复仇女神的恐怖箭矢,杀死了自己的亲生骨肉,夺去了他们亲爱的生命,在屋中发狂,他浑身沾满了杀戮。
§24.17τοὺς μὲν ἐγὼ δύστηνος ἐμοῖς ἴδον ὀφθαλμοῖσι §24.18βαλλομένους ὑπὸ πατρί· τὸ δʼ οὐδʼ ὄναρ ἤλυθεν ἄλλῳ·
不幸的我,用自己的双眼看见他们被他们的父亲射杀——这事连在旁人的梦中都不曾出现过。
§24.19οὐδέ σφιν δυνάμην ἀδινὸν καλέουσιν ἀρῆξαι §24.20μητέρʼ ἑήν, ἐπεὶ ἐγγὺς ἀνίκητον κακὸν ἦεν.
当他们哀切地呼唤着他们的母亲时,我却无法救助他们,呼唤我这母亲,因为那无法战胜的灾难已近在眼前。
§24.21ὡς δʼ ὄρνις ὀδύρηται ἐπὶ σφετέροισι νεοσσοῖς §24.22ὀλλυμένοις, οὕστʼ αἰνὸς ὄφις ἔτι νηπιάχοντας §24.23θάμνοις ἐν πυκινοῖσι κατεσθίει· ἡ δὲ κατʼ αὐτοὺς §24.24πωτᾶται κλάζουσα μάλα λιγὺ πότνια μήτηρ, §24.25οὐδʼ ἄρʼ ἔχει τέκνοισιν ἐπαρκέσαι· ἦ ῥά οἱ αὐτῇ §24.26ἆσσον ἴμεν μέγα τάρβος ἀμειλίκτοιο πελώρου· §24.27ὣς ἐγὼ αἰνοτόκεια φίλον γόνον αἰάζουσα §24.28μαινομένοισι πόδεσσι δόμον κάτα πολλὸν ἐφοίτων.
正如一只母鸟为自己的雏鸟哀哭,当恐怖的毒蛇吞食着尚在幼小的它们时,在茂密的灌木丛中;而那尊贵的母亲尖声啼哭着在它们周围飞旋,却无法庇护她的孩子;因为她自己也极度畏惧接近那无情的怪物;我就像那不幸的母亲,哀悼着我亲爱的孩子,以疯狂的步伐在屋中四处奔走。
§24.29ὥς γʼ ὄφελον μετὰ παισὶν ἅμα θνήσκουσα καὶ αὐτὴ §24.30κεῖσθαι φαρμακόεντα διʼ ἥπατος ἰὸν ἔχουσα, §24.30aἢ καὶ σοῖς ἀγανοῖσιν ὑπαὶ βελέεσσι δαμῆναι §24.31Ἄρτεμι θηλυτέρῃσι μέγα κρείουσα γυναιξί.
但愿我当时也与孩子们一同死去,让那涂毒的箭穿透肝脏而躺在那里,抑或是在你温柔的箭矢下倒下,阿耳忒弥斯啊,在女性中拥有伟大统治力的女神。
§24.32τῷ χʼ ἡμᾶς κλαύσαντε φίλῃς ἐπὶ χερσὶ τοκῆες §24.33πολλοῖς σὺν κτερέεσσι πυρῆς ἐπέβησαν ὁμοίης, §24.34καί κεν ἕνα χρύσειον ἐς ὀστέα κρωσσὸν ἁπάντων §24.35λέξαντες κατέθαψαν, ὅθι πρῶτον γενόμεσθα.
如此一来,我们的父母便会在他们亲爱的手中为我们哭泣,伴随许多祭品,将我们置于同一座火葬柴堆之上,并将我们所有人的骨灰收集进一个金罐之中,安葬在我们最初出生的地方。
§24.36νῦν δʼ οἱ μὲν Θήβην ἱπποτρόφον ἐνναίουσιν §24.37Ἀονίου πεδίοιο βαθεῖαν βῶλον ἀροῦντες· §24.38αὐτὰρ ἐγὼ Τίρυνθα κατὰ κραναὴν πόλιν Ἥρης §24.39πολλοῖσιν δύστηνος ἰάπτομαι ἄλγεσιν ἦτορ §24.40αἰεὶ ὁμῶς·
然而现在,他们居住在养育骏马的忒拜,耕耘着阿奥尼亚平原的深厚土层;而我则在赫拉那险峻的城市梯林斯,不幸地,始终因诸多痛苦而使心灵备受折磨。
δακρύων δὲ πάρεστί μοι οὐδʼ ἴʼ ἐρωή.
眼泪未尝有一刻止息。
§24.41ἀλλὰ πόσιν μὲν ὁρῶ παῦρον χρόνον ὀφθαλμοῖσιν §24.42οἴκῳ ἐν ἡμετέρῳ· πολέων δὲ οἱ ἔργον ἑτοῖμον §24.43μόχθων, τοὺς ἐπὶ γαῖαν ἀλώμενος ἠδὲ θάλασσαν §24.44μοχθίζει πέτρης ὅγʼ ἔχων νόον ἠὲ σιδήρου §24.45καρτερὸν ἐν στήθεσσι·
至于我的丈夫,我在自己家中仅有短暂的片刻能见到他;因为已有许多劳苦的任务等待着他,那些他在陆地与海洋上四处漂泊时所承受的辛劳;他胸中怀着如同岩石或钢铁般坚强的心。
σὺ δʼ ἠύτε λείβεται ὕδωρ, §24.46νύκτας τε κλαίουσα καὶ ἐκ Διὸς ἤμαθʼ ὁπόσσα.
而你,正如流淌的水一般,在黑夜中、以及凡是宙斯所赐白昼里,都在哭泣。
§24.47ἄλλος μὰν οὐκ ἄν τις ἐυφρήναι με παραστὰς §24.48κηδεμόνων· οὐ γάρ σφε δόμων κατὰ τεῖχος ἐέργει.
而且,绝无其他亲人能立于我的身旁来安慰我;因为并无房屋的墙壁将他们围住。
§24.49καὶ λίην πάντες γε πέρην πιτυώδεος Ἰσθμοῦ §24.50ναίουσʼ, οὐδέ μοί ἐστι πρὸς ὅντινά κε βλέψασα §24.51οἷα γυνὴ πανάποτμος ἀναψύξαιμι φίλον κῆρ, §24.52νόσφι γε δὴ Πύρρης συνομαίμονος· ἡ δὲ καὶ αὐτὴ §24.53ἀμφὶ πόσει σφετέρῳ πλέον ἄχνυται Ἰφικλῆι, §24.54σῷ υἱεῖ· πάντων γὰρ ὀϊζυρώτατα τέκνα §24.55γείνασθαί σε θεῷ τε καὶ ἀνέρι θνητῷ ἔολπα.
事实上,他们全都居住在松林茂密的地峡彼方,我甚至没有一个可以仰望的人,能让我这极度不幸的女子去抚慰我那亲爱的心灵,除非是我那同胞姊妹皮拉;然而她自己也正为了她自己的丈夫伊菲克勒斯而更加忧伤,他是你的儿子;因为我相信,在所有人之中,你向神明与凡人诞下了最为悲惨的子嗣。
§24.56ὣς ἄρʼ ἔφη· τὰ δέ οἱ θαλερώτερα δάκρυα μήλων §24.57κόλπον ἐς ἱμερόεντα κατὰ βλεφάρων ἐχέοντο, §24.58μνησαμένῃ τέκνων τε καὶ ὧν μετέπειτα τοκήων.
她如此说道;而她那比苹果上的露珠还要大颗的泪水,自眼睑流落,滴入她迷人的胸襟,因她忆起了孩子们,随后又想起了自己的双亲。
§24.59ὡς δʼ αὔτως δακρύοισι παρήια λεύκʼ ἐδίαινεν §24.60Ἀλκμήνη· βαρὺ δʼ ἥγε καὶ ἐκ θυμοῦ στενάχουσα §24.61μύθοισιν πυκινοῖσι φίλην νυὸν ὧδε μετηύδα·
同样地,阿尔克墨涅也用泪水打湿了雪白的双颊;她自心底深处沉重地叹息,以明智的话语对她亲爱的儿媳如此说道:

词汇与语法注释

  1. 24.8ἥτʼ ἐπεὶ — 关系代名词 ἥτε(ἥ 的强调形)之后直接紧接连词 ἐπεί(自……以来/当……时)。此结构表示“我这薄命之人,自从我进入……以来”,体现了古典诗歌中紧凑的叙事风格。
  2. 24.29ὥς γʼ ὄφελον — 动词 ὄφελον(ὀφείλω 的过去式,用于表达愿望)与不定式 θνήσκουσα ... κεῖσθαι 连用,表示过去未能实现的愿望(“但愿我当时已死去并躺在那儿……”)。
  3. 24.48οὐ γάρ σφε δόμων κατὰ τεῖχος ἐέργει — 代词 σφε 是第三人称复数宾格(“他们”)。主语是 δόμων τεῖχος(“房屋的墙壁”)。“屋墙不曾将他们围在内中”比喻他们居住在极遥远的地方。
  4. 24.56θαλερώτερα δάκρυα μήλων — 比较级属格结构,比较级 θαλερώτερα(更丰沛的、更大颗的)后接复数属格 μήλων(“苹果”)。此处比喻泪水比苹果上凝聚的露水或果实本身还要大颗、丰盈。

引用这一段

忒奥克里托斯, 题辞集 §24.1-24.61. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0005.tlg002.humanitext-grc2:24.1-24.61

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。