Humanitext Reader

テオクリトス · 牧歌 §7.1-7.78

リュキダスとの出会いとアゲアナクスへの歌

11 / 44 箇所 · ギリシア語

要旨

語り手シミキダスが、仲間とともにコスの収穫祭へ向かう途中、山羊飼いの詩人リュキダスに出会い、お互いの詩才を競い合うことに合意する。リュキダスは、自身の愛するアゲアナクスの旅の安全と自身の恋を願う歌を歌い始める。

§7.1Ἦς χρόνος ἁνίκʼ ἐγώ τε καὶ Εὔκριτος ἐς τὸν Ἅλεντα §7.2εἵρπομες ἐκ πόλιος, σὺν καὶ τρίτος ἁμὶν Ἀμύντας·
私とエウクリトスが、街からハレス川へと歩みを進め、三人目としてアミュンタスも一緒だった、そのような時があった。
§7.3τᾷ Δηοῖ γὰρ ἔτευχε θαλύσια καὶ Φρασίδαμος
というのも、フラシダモスとアンティゲネスの二人が、デオーに収穫祭を捧げていたからだ。
§7.4κἀντιγένης, δύο τέκνα Λυκωπέος, εἴ τί περ ἐσθλὸν §7.5χᾳῶν τῶν ἐπάνωθεν, ἀπὸ Κλυτίας τε καὶ αὐτῶ
彼らはリュコーペウスの二人の息子であり、もし古代の良き高貴な先祖たちから出た高潔な者がいるとすれば、彼らこそがそうで、クリュティアとハルコン自身の子孫なのだ。
§7.6Χάλκωνος, Βούριναν ὃς ἐκ ποδὸς ἄνυσε κράναν §7.7εὖ ἐνερεισάμενος πέτρᾳ γόνυ·
そのハルコンは、岩に膝をしっかりと押し当てて、その足もとからブーリナの泉を湧き出させた。
ταὶ δὲ παρʼ αὐτὰν §7.8αἴγειροι πτελέαι τε ἐύσκιον ἄλσος ὕφαινον, §7.9χλωροῖσιν πετάλοισι κατηρεφέες κομόωσαι.
その泉の傍らでは、ポプラとニレの木が、心地よい木陰の木立を織りなしていた、青々とした葉を茂らせて、天を覆いながら。
§7.10κοὔπω τὰν μεσάταν ὁδὸν ἄνυμες, οὐδὲ τὸ σᾶμα §7.11ἁμὶν τὸ Βρασίλα κατεφαίνετο, καὶ τὸν ὁδίταν §7.12ἐσθλὸν σὺν Μοίσαισι Κυδωνικὸν εὕρομες ἄνδρα,
そして私たちがまだ道の半分も進んでおらず、ブラシラスの墓もまだ見えてこないうちに、一人の旅人に、ムーサたちに愛された、クュドーニアの高潔な男に出会った。
§7.13οὔνομα μὲν Λυκίδαν, ἦς δʼ αἰπόλος, οὐδέ κέ τίς νιν §7.14ἠγνοίησεν ἰδών, ἐπεὶ αἰπόλῳ ἔξοχʼ ἐῴκει.
その名はリュキダス、山羊飼いであり、彼を見た者なら誰も山羊飼いと見誤ることはなかっただろう。 というのも、彼は極めて山羊飼いらしく見えたからだ。
§7.15ἐκ μὲν γὰρ λασίοιο δασύτριχος εἶχε τράγοιο §7.16κνακὸν δέρμʼ ὤμοισι νέας ταμίσοιο ποτόσδον, §7.17ἀμφὶ δέ οἱ στήθεσσι γέρων ἐσφίγγετο πέπλος §7.18ζωστῆρι πλακερῷ, ῥοικὰν δʼ ἔχεν ἀγριελαίω §7.19δεξιτερᾷ κορύναν.
というのも、彼はその肩に、毛深い野性的な山羊の、新しい凝乳の匂いが残る、黄褐色の毛皮を羽織っており、胸の周りには古い衣が、幅広の帯で固く締められていた。 そして右手には、野生のオリーブで作られた曲がった杖を持っていた。
καί μʼ ἀτρέμας εἶπε σεσαρὼς §7.20ὄμματι μειδιόωντι, γέλως δέ οἱ εἴχετο χείλευς·
そして彼はニヤリと笑い、微笑む目で、唇に笑みを浮かべながら、私に静かに言った。
§7.21Σιμιχίδα, πᾷ δὴ τὸ μεσαμέριον πόδας ἕλκεις, §7.22ἁνίκα δὴ καὶ σαῦρος ἐν αἱμασιαῖσι καθεύδει, §7.23οὐδʼ ἐπιτυμβίδιαι κορυδαλλίδες ἠλαίνοντι;
「シミキダスよ、トカゲさえも石垣の中で眠り、墓場のヒバリさえも飛び回らないこの真昼に、お前はどこへ足を運んでいるのだ?
§7.24ἦ μετὰ δαῖτα κλητὸς ἐπείγεαι;
誰かの饗宴に招かれて急いでいるのか?
ἤ τινος ἀστῶν §7.25λανὸν ἔπι θρώσκεις;
それとも市民の誰かのワインの搾り桶に飛び込みに行くのか?
ὥς τοι ποσὶ νισσομένοιο §7.26πᾶσα λίθος πταίοισα ποτʼ ἀρβυλίδεσσιν ἀείδει.
お前が歩く足もとで、すべての石が靴にぶつかって音を立てているぞ。
§7.27τὸν δʼ ἐγὼ ἀμείφθην·
」そこで私は彼に答えた。
Λυκίδα φίλε, φαντί τυ πάντες §7.28συριγκτὰν ἔμεναι μέγʼ ὑπείροχον ἔν τε νομεῦσιν §7.29ἔν τʼ ἀμητήρεσσι.
「親愛なるリュキダスよ、誰もがあなたを、牧人の間でも、刈り入れ人の間でも、ずば抜けて優れた笛吹きだと言っています。
τὸ δὴ μάλα θυμὸν ἰαίνει §7.30ἁμέτερον·
その評判は私の心を大いに喜ばせます。
καί τοι κατʼ ἐμὸν νόον ἰσοφαρίζειν §7.31ἔλπομαι.
しかし私としても、心の中ではあなたに匹敵できるのではないかと期待しているのです。
ἁ δʼ ὁδὸς ἅδε θαλυσιάς·
ところで、この道は収穫祭への道なのです。
ἦ γὰρ ἑταῖροι §7.32ἀνέρες εὐπέπλῳ Δαμάτερι δαῖτα τελεῦντι §7.33ὄλβω ἀπαρχόμενοι·
というのも、友人たちが美しい衣を着たデメテルのために饗宴を催しているからです、豊かな収穫の初穂を捧げて。
μάλα γάρ σφισι πίονι μέτρῳ §7.34ἁ δαίμων εὔκριθον ἀνεπλήρωσεν ἀλωάν.
女神が彼らに、豊かな実りで大麦の溢れる脱穀場を満たしてくださったからです。
§7.35ἀλλʼ ἄγε δή—ξυνὰ γὰρ ὁδός, ξυνὰ δὲ καὶ ἀώς— §7.36βουκολιασδώμεσθα·
さあ、道も共であり、時間も共なのですから、牧歌を競い合おうではありませんか。
τάχʼ ὥτερος ἄλλον ὀνασεῖ.
おそらく一方が他方に益をもたらすでしょう。
§7.37καὶ γὰρ ἐγὼ Μοισᾶν καπυρὸν στόμα, κἠμὲ λέγοντι §7.38πάντες ἀοιδὸν ἄριστον·
実際、私もまたムーサたちの澄んだ声であり、誰もが私を最高の歌い手だと言います。
ἐγὼ δέ τις οὐ ταχυπειθής, §7.39οὐ Δᾶν·
しかし私は容易にはそれを信じません、ゼウスにかけて。
οὐ γάρ πω κατʼ ἐμὸν νόον οὔτε τὸν ἐσθλὸν §7.40Σικελίδαν νίκημι τὸν ἐκ Σάμω οὔτε Φιλητᾶν §7.41ἀείδων, βάτραχος δὲ ποτʼ ἀκρίδας ὥς τις ἐρίσδω.
というのも、私自身の考えでは、あの優れたサモス島出身のシケリダスにも、フィレタスにもまだ及ばず、まるでカエルがセミに挑むかのように競っているにすぎないからです。
§7.42ὣς ἐφάμαν ἐπίταδες· ὁ δʼ αἰπόλος ἁδὺ γελάσσας,
」私が下心を持ってこのように言うと、山羊飼いは快く笑って言った。
§7.43τάν τοι" ἔφα "κορύναν δωρύττομαι, οὕνεκεν ἐσσὶ
「この杖をお前に贈ろう。
§7.44πᾶν ἐπʼ ἀλαθείᾳ πεπλασμένον ἐκ Διὸς ἔρνος.
お前が、ゼウスから出た、真実のみを目指して形作られた苗木だからだ。
§7.45ὥς μοι καὶ τέκτων μέγʼ ἀπέχθεται, ὅστις ἐρευνῇ §7.46ἶσον ὄρευς κορυφᾷ τελέσαι δόμον εὐρυμέδοντος, §7.47καὶ Μοισᾶν ὄρνιχες, ὅσοι ποτὶ Χῖον ἀοιδὸν §7.48ἀντία κοκκύζοντες ἐτώσια μοχθίζοντι.
山頂と同じ高さに広大な支配者の館を建てようと努める大工が私にとって大いに不快であるように、キオスの歌い手に対抗してコケコッコーと鳴き、無駄な努力を重ねるムーサたちの鳥どももまた、私には不快なのだ。
§7.49ἀλλʼ ἄγε βουκολικᾶς ταχέως ἀρχώμεθʼ ἀοιδᾶς, §7.50Σιμιχίδα·
さあ、シミキダスよ、早速に牧歌の競い合いを始めよう。
κἠγὼ μέν—ὅρη φίλος, εἴ τοι ἀρέσκει §7.51τοῦθʼ ὅ τι πρᾶν ἐν ὄρει τὸ μελύδριον ἐξεπόνασα.
そして私の方は――友よ、先日私が山の中で作り上げたこの小歌が、お前の気に入るかどうか聞いておくれ。
§7.52ἔσσεται Ἀγεάνακτι καλὸς πλόος ἐς Μυτιλήναν,
アゲアナクスがミュティレネへと向かう船旅は、素晴らしいものとなるだろう。
§7.53χὥταν ἐφʼ ἑσπερίοις ἐρίφοις νότος ὑγρὰ διώκῃ §7.54κύματα, χὡρίων ὅτʼ ἐπʼ ὠκεανῷ πόδας ἴσχῃ, §7.55αἴκεν τὸν Λυκίδαν ὀπτεύμενον ἐξ Ἀφροδίτας §7.56ῥύσηται·
たとえ夕暮れの子山羊座の昇る頃、南風が湿った波を追い立てるときであっても、またオリオン座がオーケアノスの上にその足を下ろすときであっても、もし彼が、アプロディテの火に焼かれているリュキダスを救い出してくれるなら。
θερμὸς γὰρ ἔρως αὐτῶ με καταίθει.
というのも、彼への熱い恋が私を焼き尽くしているからだ。
§7.57χἁλκυόνες στορεσεῦντι τὰ κύματα τάν τε θάλασσαν §7.58τόν τε νότον τόν τʼ εὖρον, ὃς ἔσχατα φυκία κινεῖ·
そしてカワセミたちが、波と海を静めてくれるだろう、南風と、最深部の藻をも動かす東風とを。
§7.59ἁλκυόνες, γλαυκαῖς Νηρηίσι ταί τε μάλιστα §7.60ὀρνίχων ἐφίλαθεν, ὅσαις τέ περ ἐξ ἁλὸς ἄγρα.
カワセミたちは、海から獲物を得るすべての鳥たちの中で、青緑色のネレイスたちに最も愛されているのだから。
§7.61Ἀγεάνακτι πλόον διζημένῳ ἐς Μυτιλήναν §7.62ὥρια πάντα γένοιτο, καὶ εὔπλοξν ὅρμον ἵκοιτο.
ミュティレネへの船旅を望むアゲアナクスにとって、すべての季節が順調であり、無事に港へと至らんことを。
§7.63κἠγὼ τῆνο κατʼ ἆμαρ ἀνήτινον ἢ ῥοδόεντα §7.64ἢ καὶ λευκοΐων στέφανον περὶ κρατὶ φυλάσσων §7.65τὸν Πτελεατικὸν οἶνον ἀπὸ κρατῆρος ἀφυξῶ
そして私は、その日にアニスかバラ、あるいは白いスミレの冠を頭に戴き、炉端に身を横たえて、クラーテールからプテレアス産のワインを汲み出そう。
§7.66πὰρ πυρὶ κεκλιμένος, κύαμον δέ τις ἐν πυρὶ φρυξεῖ.
そして誰かが火でソラマメを煎るだろう。
§7.67χἁ στιβὰς ἐσσεῖται πεπυκασμένα ἕστʼ ἐπὶ πᾶχυν §7.68κνύζᾳ τʼ ἀσφοδέλῳ τε πολυγνάμπτῳ τε σελίνῳ.
また私の寝床は、ノコギリソウやアスフォデロス、巻きの多いパセリで、一エレの高さにうず高く敷き詰められるだろう。
§7.69καὶ πίομαι μαλακῶς μεμνημένος Ἀγεάνακτος §7.70αὐταῖσιν κυλίκεσσι καὶ ἐς τρύγα χεῖλος ἐρείδων.
そして私は、杯を傾け、澱にまで唇を押し当てながら、穏やかにアゲアナクスを想って酒を飲もう。
§7.71αὐλησεῦντι δέ μοι δύο ποιμένες, εἷς μὲν Ἀχαρνεύς,
そして二人の牧人が私のために笛を吹くだろう。
§7.72εἷς δὲ Λυκωπίτας·
一人はアカルナイの者、もう一人はリュコーペの者だ。
ὁ δὲ Τίτυρος ἐγγύθεν ᾀσεῖ,
そして近くからティテュロスが歌うだろう。
§7.73ὥς ποκα τᾶς Ξενέας ἠράσσατο Δάφνις ὁ βούτας,
かつて牛飼いダフニスがクセネアに恋焦がれた時のことを。
§7.74χὡς ὄρος ἀμφʼ ἐπονεῖτο, καὶ ὡς δρύες αὐτὸν ἐθρήνευν,
そしていかにして山中が悲しみに沈み、オークの木々がいかにして彼を悼んだかを。
§7.75Ἱμέρα αἵτε φύοντι παρʼ ὄχθῃσιν ποταμοῖο, §7.76εὖτε χιὼν ὥς τις κατετάκετο μακρὸν ὑφʼ Αἷμον §7.77ἢ Ἄθω ἢ Ῥοδόπαν ἢ Καύκασον ἐσχατόωντα.
ヒメラ川の岸辺に生い茂るオークの木々が、彼が、遠く離れたハイモス山、あるいはアトス山、ロドペ山、あるいは極地のカウカソス山のもとで溶けてゆく雪のように、身を細らせていた時に。
§7.78ᾀσεῖ δʼ ὥς ποκʼ ἔδεκτο τὸν αἰπόλον εὐρέα λάρναξ
また彼は、かつて広い箱がいかにして山羊飼いを受け入れたかを歌うだろう。 」

語釈・文法注

  1. 7.4-7.5εἴ τί περ ἐσθλὸν / χᾳῶν τῶν ἐπάνωθεν — εἴ τί περ... 節は「もし古代の高貴な先祖たちから出た良き者がいるとすれば、彼らこそがそれである」という意味で、フラシダモスとアンティゲネスの血統の良さを強調する挿入句。
  2. 7.6ἐκ ποδὸς — ἐκ ποδὸς は、ハルコンが自身の足(あるいは足跡)からブーリナの泉を呼び起こしたことを指す。岩に膝を押し当てて踏みつけた動作と関連している。
  3. 7.25λανὸν ἔπι θρώσκεις — λανὸν ἔπι θρώσκεις(搾り桶へ飛び乗る)は、ブドウを踏んでワイン造りを手伝うために急いでいるのか、という比喩的な表現。
  4. 7.35ξυνὰ δὲ καὶ ἀώς — ドリス方言の ἀώς は ἠώς(朝、一日)に相当し、「道も時間も共通である」として、一緒に旅をしながら歌を競い合う契機を提示している。
  5. 7.55αἴκεν ... ῥύσηται — αἴκεν(= αἴ κεν)節は、アゲアナクスの安全な船旅(εὔπλοος)の条件として機能している。リュキダスを恋の熱から救ってくれるならば、という相互的な好意が示されている。

この箇所を引用する

テオクリトス, 牧歌 §7.1-7.78. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0005.tlg001.humanitext-grc2:7.1-7.78

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。