Humanitext Reader

テオクリトス · 牧歌 §23.1-23.63

拒絶された恋人の自死と冷酷な少年への神罰

33 / 44 箇所 · ギリシア語

要旨

ある熱烈な恋人が冷酷な少年に拒絶されて首を吊り、少年は彼の死を無視して競技場へ向かうが、そこで神像が倒れかかって死に、愛の神の裁きが下る。

§23.1Ἀνήρ τις πολύφιλτρος ἀπηνέος ἤρατʼ ἐφάβω,
情熱に燃えるある男が、冷酷な若者に恋をした。
§23.2τὰν μορφὰν ἀγαθῶ, τὸν δὲ τρόπον οὐκέθʼ ὁμοίω.
彼は容姿こそ美しかったが、気性は全くそれに似ていなかった。
§23.3μίσει τὸν φιλέοντα καὶ οὐδὲ ἓν ἅμερον εἶχε,
若者は愛する者を憎み、少しの優しさも持ち合わせていなかった。
§23.4κοὐκ ᾔδει τὸν Ἔρωτα, τίς ἦν θεός, ἡλίκα τόξα §23.5χερσὶ κρατεῖ, πῶς πικρὰ βέλη ποτικάρδια βάλλει·
そして、エロスがどのような神であるか、いかに大きな弓をその手に握り、いかに苦い矢を心臓に放つかを知らなかった。
§23.6πάντα δὲ κἠν μύθοισι καὶ ἐν προσόδοισιν ἀτειρής.
言葉においても近づく際にも、若者は常に頑なであった。
§23.7οὐδέ τι τῶν πυρσῶν παραμύθιον, οὐκ ἀμάρυγμα §23.8χείλεος, οὐκ ὄσσων λιπαρὸν σέλας, οὐ ῥοδόμαλον, §23.9οὐ λόγος, οὐχὶ φίλαμα, τὸ κουφίζει τὸν ἔρωτα.
熱情を和らげるものは何もなく、唇のきらめきも、瞳の輝かしい光も、一赤のリンゴも、愛を軽くする言葉も口づけもなかった。
§23.10οἷα δὲ θὴρ ὑλαῖος ὑποπτεύῃσι κυναγώς, §23.11οὕτως πάντʼ ἐποίει ποτὶ τὸν φίλον·
森の獣が猟師を警戒するように、若者は恋人に対してすべてにおいてそのように振る舞った。
ἄγρια δʼ αὐτῷ §23.12χείλεα καὶ κῶραι δεινὸν βλέπος·
彼の唇は荒々しく、瞳は恐ろしいまなざしをしていた。
εἶχε γὰρ ὄγκον·
彼は傲慢さを宿していたのだ。
§23.13τᾷ δὲ χολᾷ τὸ πρόσωπον ἀμείβετο, φεῦγε δʼ ἀπὸ χρὼς §23.14ὕβριν τᾶς ὀργᾶς περικείμενος.
怒りによって顔色は変わり、その肌からは血の気が引いた、激しい怒りの傲慢さをまとっていたために。
ἀλλὰ καὶ οὕτως §23.15ἦν καλός·
しかし、そのような状態であっても彼は美しかった。
ἐξ ὀργᾶς ἐρεθίζετο μᾶλλον ἐραστάς.
怒りによって、かえって恋人の情熱をさらに刺激した。
§23.16λοίσθιον οὐκ ἤνεικε τόσαν φλόγα τᾶς Κυθερείας, §23.17ἀλλʼ ἐλθὼν ἔκλαιε ποτὶ στυγνοῖσι μελάθροις, §23.18καὶ κύσε τὰν φλιάν, οὕτω δʼ ἀνενείκατο φωνάν·
ついに恋人はクテレイアのこれほどの炎に耐えかね、その冷酷な門へと赴いて涙を流し、門柱に口づけをして、このように声をあげた。
§23.19Ἄγριε παῖ καὶ στυγνέ, κακᾶς ἀνάθρεμμα λεαίνας, §23.20λάινε παῖ καὶ ἔρωτος ἀνάξιε, δῶρά τοι ἦλθον
「残忍で冷酷な少年よ、猛々しい雌獅子に育てられし者よ、石の心を持つ少年よ、愛に値せぬ者よ。
§23.21λοίσθια ταῦτα φέρων, τὸν ἐμὸν βρόχον·
私はあなたのもとにこの最後の贈り物である、私の首吊り縄を携えてやってきた。
οὐκέτι πὰρ σὲ §23.22κῶρʼ ἐθέλω λύπης κεχολωμένος, ἀλλὰ βαδίζω,
もうあなたのそばで、少年よ、悲しみに憤りながら耐えたくはない。
§23.23ἔνθα τύ μευ κατέκρινας, ὅπῃ λόγος ἦμεν ἀταρπὸν
私は去る、あなたが私を行かせようと宣告したあの場所へと。
§23.24ξυνάν, τοῖσιν ἐρῶσι τὸ φάρμακον ἔνθα τὸ λᾶθος.
そこは、恋する者たちにとっての薬、忘却がある共通の道があると噂される場所だ。
§23.25ἀλλὰ καὶ ἢν ὅλον αὐτὸ λαβὼν ποτὶ χεῖλος ἀμέλξω, §23.26οὐδʼ οὕτως σβέσσω τὸν ἐμὸν χόλον.
しかし、たとえその薬をすべてその唇に含んで飲み干したとしても、私の情熱を消し去ることはできない。
ἄρτι δὲ χαίρειν §23.27τοῖσι τεοῖς προθύροις ἐπιτέλλομαι.
今、私はあなたの門口に別れを告げる。
οἶδα τὸ μέλλον.
私は未来を知っているのだ。
§23.28καὶ τὸ ῥόδον καλόν ἐστι, καὶ ὁ χρόνος αὐτὸ μαραίνει·
薔薇もまた美しく、そして時がそれを枯らす。
§23.29καὶ τὸ ἴον καλόν ἐστιν ἐν εἴαρι, καὶ ταχὺ γηρᾷ·
すみれも春には美しく、そして速やかに衰える。
§23.30λευκὸν τὸ κρίνον ἐστί, μαραίνεται ἁνίκα πίπτῃ·
百合は白く、散るときには枯れ果てる。
§23.31ἁ δὲ χιὼν λευκά, καὶ τάκεται ἁνίκα πασθῇ.
雪は白く、降るとたちまち溶けてゆく。
§23.32καὶ κάλλος καλόν ἐστι τὸ παιδικόν, ἀλλʼ ὀλίγον ζῇ.
少年期の美しさもまた素晴らしいが、その命は短い。
§23.33ἥξει καιρὸς ἐκεῖνος, ὁπανίκα καὶ τὺ φιλάσεις, §23.34ἁνίκα τὰν κραδίαν ὀπτεύμενος ἁλμυρὰ κλαύσῃ.
あなた自身が恋に落ちる、あの時が訪れるだろう、心を燃やされて、塩辛い涙を流すその時が。
§23.35ἀλλὰ τὺ παῖ καὶ τοῦτο πανύστατον ἁδύ τι ῥέξον·
だが、少年よ、この最後の時に、私のために心優しいことを一つしておくれ。
§23.36ὁππόταν ἐξενθὼν ἠρτημένον ἐν προθύροισι §23.37τοῖσι τεοῖσιν ἴδῃς τὸν τλάμονα, μή με παρένθῃς, §23.38στᾶθι δὲ καὶ βραχὺ κλαῦσον, ἐπισπείσας δὲ τὸ δάκρυ §23.39λῦσον τῶ σχοίνω με καὶ ἀμφίθες ἐκ ῥεθέων σῶν
あなたが外に出て、門口に吊り下がっているあの哀れな男を見かけたとき、そのまま通り過ぎず、立ち止まって少しの間涙を流し、その涙を注ぎかけ、縄から私を解き放ち、あなたの体から脱いだ衣類で私を包み、覆って隠しておくれ。
§23.40εἵματα καὶ κρύψόν με, τὸ δʼ αὖ πύματόν με φίλασον, §23.41κἂν νεκρῷ χάρισαι τὰ σὰ χείλεα.
そして最後にもう一度口づけをし、たとえ亡骸であっても、あなたの唇を恵んでおくれ。
μή με φοβαθῇς·
私を恐れないでほしい。
§23.42οὐ δύναμαι λυπεῖν σε, διαλλάξεις με φιλάσας.
私はあなたを傷つけることはできない。 口づけをすることで、私と和解してほしい。
§23.43χῶμα δέ μοι χῶσόν τι ὅ μευ κρύψει τὸν ἔρωτα.
そして、私の愛を覆い隠すような土盛りの墓を築いておくれ。
§23.44κἂν ἀπίῃς, τόδε μοι τρὶς ἐπαίασον·
あなたが立ち去る際には、私のために三度こう哀悼しておくれ。
ὦ φίλε κεῖσαι.
『友よ、あなたは横たわっている』と。
§23.45ἢν δὲ θέλῃς, καὶ τοῦτο·
また望むなら、こうも。
καλὸς δέ μοι ὤλεθʼ ἑταῖρος.
『美しい私の仲間が失われた』と。
§23.46γράψον καὶ τόδε γράμμα, τὸ σοῖς τοίχοισι χαράξω·
そして、私があなたの壁に刻むであろう、この碑文を書き留めておくれ。
§23.47τοῦτον ἔρως ἔκτεινεν.
『愛がこの男を殺した。
ὁδοιπόρε, μὴ παροδεύσῃς, §23.48ἀλλὰ στὰς τόδε λέξον·
旅人よ、通り過ぎることなく、立ち止まってこう言ってくれ。
ἀπηνέα εἶχεν ἑταῖρον.
彼は冷酷な仲間を持っていた、と。
§23.49Ὧδʼ εἰπὼν λίθον εἷλκεν, ἐρεισάμενος δʼ ἐπὶ τοίχω §23.50ἄχρι μέσων οὐδῶν φοβερὸν λίθον ἅπτετʼ ἀπʼ αὐτῶν, §23.51τὰν λεπτὰν σχοινῖδα, βρόχον δʼ ἐνέβαλλε τραχήλῳ, §23.52τὰν ἕδραν δʼ ἐκύλισεν ὑπὲκ ποδός, ἠδʼ ἐκρεμάσθη §23.53νεκρός.
』」こう語ると、彼は石を引き寄せ、それを壁に立てかけ、敷居の中ほどまでその恐ろしい石を運び、それから、細い紐を結び、首にその縄の輪をかけ、足の下から足場を蹴り転がし、そして彼は吊り下がって亡骸となった。
ὁ δʼ αὖτʼ ὤιξε θύρας καὶ τὸν νεκρὸν εἶδεν §23.54αὐλᾶς ἐξ ἰδίας ἠρτημένον, οὐδʼ ἐλυγίχθη §23.55τὰν ψυχάν, οὐ κλαῦσε νέον φόνον, ἀλλʼ ἐπὶ νεκρῷ §23.56εἵματα πάντʼ ἐμίανεν, ἐφαβικὰ βαῖνε δʼ ἐς ἄθλα §23.57γυμναστῶν, καὶ τῆλε φίλων ἐπεμαίετο λουτρῶν,
一方、若者は扉を開け、亡骸が自分の館の入り口から吊り下がっているのを見たが、心は痛まず、新たな死に涙を流すこともなく、かえってその遺体の上で衣服のすべてを汚し、そのまま若者たちの競技へと出かけていき、恋人の愛した水浴び場へと遠く向かっていった。
§23.58καὶ ποτὶ τὸν θεὸν ἦλθε, τὸν ὕβρισε· λαϊνέας δὲ
そして彼は自分が侮辱した神の像の前にやってきた。
§23.59ἵστατʼ ἀπὸ κρηπῖδος ἐς ὕδατα· τῷ δʼ ἐφύπερθεν §23.60ἅλατο καὶ τὤγαλμα, κακὸν δʼ ἔκτεινεν ἔφαβον·
その石の台座から、若者は水の中に飛び込もうと立っていたが、上から像もまた飛び降り、その冷酷な若者を押し潰して殺した。
§23.61νᾶμα δʼ ἐφοινίχθη· παιδὸς δʼ ἐπενάχετο σῶμα.
水は赤く染まり、少年の体は水面に浮いて漂っていた。
§23.62χαίρετε τοὶ φιλέοντες·
恋する人々よ、歓喜せよ。
ὁ γὰρ μισῶν ἐφονεύθη.
憎む者が殺されたのだから。
§23.63στέργετε δʼ οἱ μισεῦντες·
憎む人々よ、愛することを知れ。
ὁ γὰρ θεὸς οἶδε δικάζειν.
神は裁くべき道を知っているのだから。

語釈・文法注

  1. §23.1ἤρατʼ ἐφάβω — ἤρατο は ἔραμαι(恋する、愛する)のアオリスト中間態3人称単数形で、愛の対象を属格支配する。ここでは ἐφάβω(ἐφήβου のドリス方言形、属格単数)がその目的語となっている。
  2. §23.2τὰν μορφὰν ἀγαθῶ, τὸν δὲ τρόπον οὐκέθʼ ὁμοίω — τὰν μορφὰν および τὸν τρόπον は「観点の対格」であり、それぞれ「容姿に関して」「気性に関して」を表す。ἀγαθῶ および ὁμοίω は「ἐφάβω」に係る属格形容詞(ドリス方言の属格単数語尾 -ω)である。
  3. §23.10οἷα δὲ θὴρ ὑλαῖος ὑποπτεύῃσι κυναγώς — οἷα(...のような)と次の行の οὕτως(そのように)が相関構造を作る。接続法「ὑποπτεύῃσι」(ドリス方言・叙事詩的形式)は、比喩節(比喩の一般的真理)において ἄν なしで用いられている。
  4. §23.14ὕβριν τᾶς ὀργᾶς περικείμενος — περικείμενος は「身にまとっている」の意味の受動(あるいは中動)分詞で、直接目的語として対格 ὕβριν を伴う。
  5. §23.23ὅπῃ λόγος ἦμεν ἀταρπὸν ξυνάν — ἦμεν は εἶναι のドリス方言不定詞であり、名詞 λόγος(噂)に導かれる対格不定詞構文(ἀταρπὸν ξυνὰν εἶναι)を形成し、「共通の道(=死出の旅路、黄泉の国への道)があると噂される場所へ」を意味する。

この箇所を引用する

テオクリトス, 牧歌 §23.1-23.63. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0005.tlg001.humanitext-grc2:23.1-23.63

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。