一个深陷情网的男子爱上了一个冷酷的青年,他容貌美丽,但品性却全然不同。
§23.3μίσει τὸν φιλέοντα καὶ οὐδὲ ἓν ἅμερον εἶχε, §23.4κοὐκ ᾔδει τὸν Ἔρωτα, τίς ἦν θεός, ἡλίκα τόξα §23.5χερσὶ κρατεῖ, πῶς πικρὰ βέλη ποτικάρδια βάλλει· §23.6πάντα δὲ κἠν μύθοισι καὶ ἐν προσόδοισιν ἀτειρής.
他憎恨爱他的人,毫无温情可言,亦不知爱神埃罗斯是怎样的神明,手中握着何等巨大的弓,又如何向心口射出苦涩之箭;无论在言语上还是在接近时,他都始终顽固不化。
§23.7οὐδέ τι τῶν πυρσῶν παραμύθιον, οὐκ ἀμάρυγμα §23.8χείλεος, οὐκ ὄσσων λιπαρὸν σέλας, οὐ ῥοδόμαλον, §23.9οὐ λόγος, οὐχὶ φίλαμα, τὸ κουφίζει τὸν ἔρωτα.
没有任何抚慰那炽热之火的事物,没有嘴唇的闪烁,没有双眸闪耀的光芒,没有红苹果,没有言语,没有吻,能减轻爱意。
§23.10οἷα δὲ θὴρ ὑλαῖος ὑποπτεύῃσι κυναγώς, §23.11οὕτως πάντʼ ἐποίει ποτὶ τὸν φίλον· ἄγρια δʼ αὐτῷ §23.12χείλεα καὶ κῶραι δεινὸν βλέπος· εἶχε γὰρ ὄγκον·
犹如森林中的野兽戒备猎人一般,他对情人的一切所作所为也是如此;他那嘴唇是狂野的,双眸射出可怕的光芒;因为他心怀傲慢。
他的脸色因愤怒而改变,血色也从肌肤上褪去,因他周身披戴着那怒火的骄横。
ἀλλὰ καὶ οὕτως §23.15ἦν καλός· ἐξ ὀργᾶς ἐρεθίζετο μᾶλλον ἐραστάς.
然而即便如此,他依然美丽;因他的愤怒反而更加挑逗起情人的爱意。
§23.16λοίσθιον οὐκ ἤνεικε τόσαν φλόγα τᾶς Κυθερείας, §23.17ἀλλʼ ἐλθὼν ἔκλαιε ποτὶ στυγνοῖσι μελάθροις, §23.18καὶ κύσε τὰν φλιάν, οὕτω δʼ ἀνενείκατο φωνάν· §23.19Ἄγριε παῖ καὶ στυγνέ, κακᾶς ἀνάθρεμμα λεαίνας, §23.20λάινε παῖ καὶ ἔρωτος ἀνάξιε, δῶρά τοι ἦλθον §23.21λοίσθια ταῦτα φέρων, τὸν ἐμὸν βρόχον· οὐκέτι πὰρ σὲ §23.22κῶρʼ ἐθέλω λύπης κεχολωμένος, ἀλλὰ βαδίζω, §23.23ἔνθα τύ μευ κατέκρινας, ὅπῃ λόγος ἦμεν ἀταρπὸν §23.24ξυνάν, τοῖσιν ἐρῶσι τὸ φάρμακον ἔνθα τὸ λᾶθος.
最终,情人无法再忍受库忒勒亚那般炽热的火焰,而是走到那阴沉的门前哭泣,亲吻着门框,如此放声哀诉: “狂野而阴郁的少年啊,凶恶母狮哺育的孽子,顽石般的少年,不配得到爱,我来到你这里,带着这最后的礼物,我的绳套;我不想再在你身边,少年啊,因痛苦而愤怒地忍受,而是要走向你判处我去的地方,据说那里有一条共同的道路,爱人们忘却忧愁的解药所在之地的共同道路。
但即使我将那解药全然含入唇中饮尽,也无法熄灭我的渴望。
ἄρτι δὲ χαίρειν §23.27τοῖσι τεοῖς προθύροις ἐπιτέλλομαι.
现在,我向你的门阶告别。
οἶδα τὸ μέλλον.
我知晓未来。
§23.28καὶ τὸ ῥόδον καλόν ἐστι, καὶ ὁ χρόνος αὐτὸ μαραίνει· §23.29καὶ τὸ ἴον καλόν ἐστιν ἐν εἴαρι, καὶ ταχὺ γηρᾷ· §23.30λευκὸν τὸ κρίνον ἐστί, μαραίνεται ἁνίκα πίπτῃ· §23.31ἁ δὲ χιὼν λευκά, καὶ τάκεται ἁνίκα πασθῇ.
玫瑰虽美,时间却使其枯萎;紫罗兰在春天美丽,却也转瞬衰老;百合花洁白,坠落时便会枯萎;白雪皑皑,飘落时便化为水。
§23.32καὶ κάλλος καλόν ἐστι τὸ παιδικόν, ἀλλʼ ὀλίγον ζῇ.
少年的美貌虽好,却生命短暂。
§23.33ἥξει καιρὸς ἐκεῖνος, ὁπανίκα καὶ τὺ φιλάσεις, §23.34ἁνίκα τὰν κραδίαν ὀπτεύμενος ἁλμυρὰ κλαύσῃ.
终有一刻,你也会坠入爱河,届时你心中焦灼,将流下咸涩的泪水。
§23.35ἀλλὰ τὺ παῖ καὶ τοῦτο πανύστατον ἁδύ τι ῥέξον· §23.36ὁππόταν ἐξενθὼν ἠρτημένον ἐν προθύροισι §23.37τοῖσι τεοῖσιν ἴδῃς τὸν τλάμονα, μή με παρένθῃς, §23.38στᾶθι δὲ καὶ βραχὺ κλαῦσον, ἐπισπείσας δὲ τὸ δάκρυ §23.39λῦσον τῶ σχοίνω με καὶ ἀμφίθες ἐκ ῥεθέων σῶν §23.40εἵματα καὶ κρύψόν με, τὸ δʼ αὖ πύματόν με φίλασον, §23.41κἂν νεκρῷ χάρισαι τὰ σὰ χείλεα.
然而少年啊,在这最后时刻,为我做一件甜蜜的事吧:当你走出门来,看见那个可怜的人悬挂在你的门阶上,请不要径直走过,请驻足片刻,微微哭泣,倾洒下你的泪水,将我从绳索上解下,用你身上脱下的衣裳裹住我,将我掩藏,最后一次亲吻我,即便是对着尸体,也请施舍你的双唇。
μή με φοβαθῇς· §23.42οὐ δύναμαι λυπεῖν σε, διαλλάξεις με φιλάσας.
不要害怕我;我已无法伤害你,一吻便能使我们和解。
§23.43χῶμα δέ μοι χῶσόν τι ὅ μευ κρύψει τὸν ἔρωτα.
为我筑起一座坟冢,好将我的爱意掩埋。
§23.44κἂν ἀπίῃς, τόδε μοι τρὶς ἐπαίασον· ὦ φίλε κεῖσαι.
当你离去时,请为我三度呼喊:『朋友,你已安息。
§23.45ἢν δὲ θέλῃς, καὶ τοῦτο· καλὸς δέ μοι ὤλεθʼ ἑταῖρος.
』若你愿意,也可以加上这句:『我那美丽的伴侣已然逝去。
』并写下这段文字,那是我将在你的墙上刻下的:『爱杀死了此人。
ὁδοιπόρε, μὴ παροδεύσῃς, §23.48ἀλλὰ στὰς τόδε λέξον· ἀπηνέα εἶχεν ἑταῖρον.
过路人啊,请不要径直走过,请驻足并说:他曾有一个冷酷的伴侣。
§23.49Ὧδʼ εἰπὼν λίθον εἷλκεν, ἐρεισάμενος δʼ ἐπὶ τοίχω §23.50ἄχρι μέσων οὐδῶν φοβερὸν λίθον ἅπτετʼ ἀπʼ αὐτῶν, §23.51τὰν λεπτὰν σχοινῖδα, βρόχον δʼ ἐνέβαλλε τραχήλῳ, §23.52τὰν ἕδραν δʼ ἐκύλισεν ὑπὲκ ποδός, ἠδʼ ἐκρεμάσθη §23.53νεκρός.
』” 如此说罢,他拉过一块石头,将其靠在墙上,直到门槛的中央,从那可怕的石头上系起那条细绳,将绳套套在脖子上,随后他从脚下踢开垫脚石,悬挂在半空,气绝身亡。
ὁ δʼ αὖτʼ ὤιξε θύρας καὶ τὸν νεκρὸν εἶδεν §23.54αὐλᾶς ἐξ ἰδίας ἠρτημένον, οὐδʼ ἐλυγίχθη §23.55τὰν ψυχάν, οὐ κλαῦσε νέον φόνον, ἀλλʼ ἐπὶ νεκρῷ §23.56εἵματα πάντʼ ἐμίανεν, ἐφαβικὰ βαῖνε δʼ ἐς ἄθλα §23.57γυμναστῶν, καὶ τῆλε φίλων ἐπεμαίετο λουτρῶν, §23.58καὶ ποτὶ τὸν θεὸν ἦλθε, τὸν ὕβρισε· λαϊνέας δὲ §23.59ἵστατʼ ἀπὸ κρηπῖδος ἐς ὕδατα· τῷ δʼ ἐφύπερθεν §23.60ἅλατο καὶ τὤγαλμα, κακὸν δʼ ἔκτεινεν ἔφαβον· §23.61νᾶμα δʼ ἐφοινίχθη· παιδὸς δʼ ἐπενάχετο σῶμα.
而那少年随后打开门,看见那具尸体就悬挂在自家的庭院里,然而他的内心未受触动,亦未对这新发生的惨死哭泣,反而在那尸体之上将衣裳尽皆弄脏,径直走向青年们的竞技场,前往远离情人的浴场,他来到了被他侮辱的神明像前;从那石制的基座上,他正要向水中跃下;然而那尊神像也向下砸落,杀死了那个恶毒的青年;水流被染成红色,少年的尸体在水面漂浮。
§23.62χαίρετε τοὶ φιλέοντες· ὁ γὰρ μισῶν ἐφονεύθη.
爱着的人们啊,欢欣吧;因为那心怀仇恨者已被惩罚致死。
§23.63στέργετε δʼ οἱ μισεῦντες· ὁ γὰρ θεὸς οἶδε δικάζειν.
恨着的人们啊,去爱吧;因为神明懂得如何审判。